- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:38-40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克探讨了梅特路斯何以禁止在八月之后进行鸟卜、随军未服役者何以被禁攻击敌人,以及朱庇特祭司何以不被允许在露天涂油的原因。
διὰ τί Κόιντος Μέτελλος ἀρχιερεὺς γενόμενος καὶ τἄλλα δοκῶν φρόνιμος εἶναι καὶ πολιτικὸς ἀνὴρ ἐκώλυεν οἰωνίζεσθαι μετὰ τὸν Σεξτίλιον μῆνα τὸν νῦν Αὔγουστον προσαγορευόμενον; πότερον ὅτι καθάπερ ἡμέρας ἀκμαζούσης ἢ ἀρχομένης πράττομεν τὰ τοιαῦτα καὶ μηνὸς ἱσταμένου καὶ αὐξομένου, τὰς δʼ ἀποκλίτους ὡς ἀχρηματίστους φυλαττόμεθα,1 παραπλησίως τὸν μετὰ μῆνας ὀκτὼ χρόνον ὥσπερ ἑσπέραν τινὰ τοῦ ἐνιαυτοῦ καὶ δείλην ἀποκλίνοντος ἤδη καὶ φθίνοντος ἐνόμιζεν; ἢ καὶ τοῖς ὄρνισι χρηστέον ἀκμαίοις καὶ τελείοις; εἰσὶ δὲ πρὸ τοῦ θέρους τοιοῦτοι· περὶ δὲ τὸ φθινόπωρον οἱ μὲν ἀσθενεῖς καὶ νοσώδεις, οἱ δὲ νεοττοὶ καὶ ἀτελεῖς, οἱ δὲ παντάπασι φροῦδοι διὰ τὴν ὥραν ἐκτοπίζοντες.
为什么昆图斯·梅特路斯在成为大祭司且在其他方面被视为明智和练达的政治家之后,却禁止在塞克斯提利斯月(即如今被称为八月的月份)之后进行鸟卜? 难道是因为,正如我们在白昼正盛或刚开始之时,以及在月初月相渐盈之时进行此类活动,而把日偏时分视为不利于公务而加以回避一样,他也同样把八个月之后的时期视为一年的某种傍晚和黄昏,因为此时一年已经倾斜衰退了吗? 抑或鸟卜所用的鸟类也必须是处于盛年且完全成熟的?而在夏季之前它们正是如此;但到了秋季,一些鸟虚弱多病,另一些幼弱未全,还有一些则因季节迁徙而完全不见踪影。
διὰ τοῖς μὴ στρατευομένοις2 μὲν ἐν στρατοπέδῳ δʼ ἄλλως ἀναστρεφομένοις οὐκ ἐξῆν ἄνδρα βαλεῖν πολέμιον οὐδὲ τρῶσαι; καὶ τοῦτο Κάτων ὁ πρεσβύτης ἐν ἐπιστολῇ τινι δεδήλωκε, γράφων πρὸς τὸν υἱὸν καὶ κελεύων, εἰ παρεθείη τῆς στρατείας ἀποπληρώσας τὸν χρόνον, ὑποστρέφειν· ἢ προσμένοντα λαβεῖν παρὰ τοῦ στρατηγοῦ τὸ ἐξεῖναι τρῶσαι καὶ ἀνελεῖν πολέμιον.3 πότερον ὅτι τὴν ἀνάγκην μόνην ἐξουσίαν εἶναι δεῖ τοῦ ἀνελεῖν ἄνθρωπον, ὁ δʼ ἄνευ νόμου καὶ προστάγματος τοῦτο ποιῶν ἀνδροφόνος ἐστί; διὸ καὶ Χρυσάνταν ἐπῄνεσεν ὁ Κῦρος, ὅτι μέλλων ἀναιρεῖν πολέμιον καὶ τὴν κοπίδα διηρμένος, ἀκούσας τὸ ἀνακλητικὸν ἀφῆκε τὸν ἄνδρα καὶ οὐκ ἔπαισεν ὡς κεκωλυμένος. ἢ δεῖ τὸν συνιστάμενον πολεμίοις καὶ μαχόμενον , ἂν ἀποδειλιάσῃ, μὴ ἀνυπεύθυνον εἶναι μηδʼ ἀθῷον; οὐ γὰρ οὕτω βαλών τινα καὶ τρώσας ὠφέλησεν, ὡς φυγὼν καὶ ἀναχωρήσας ἔβλαψεν. ὁ μὲν οὖν ἀφειμένος στρατείας ἀπήλλακται τῶν στρατιωτικῶν νόμων· ὁ δʼ αἰτησάμενος τὸ πράττειν τὰ τῶν στρατευομένων πάλιν ἑαυτὸν ὑπεύθυνον τῷ νόμῳ καὶ τῷ στρατηγῷ δέδωκεν.
为什么未服兵役却因其他缘故逗留在营地中的人,不被允许击打或伤害敌兵? 老加图在某封信中也阐明了这一点,他写信给儿子并吩咐道:若已服满期限退役,便当启程归国;或者若要留下,当从将军那里获得击伤和斩杀敌人的许可。 难道是因为,唯有必然之职责才应当成为杀死一个人的权柄,而无视法律和命令做此事的人乃是杀人犯吗?因此居鲁士也曾称赞克律桑塔斯,因为当他正准备斩杀敌人并举起战刀时,一听到鸣金收兵的号令便放过了那个人,认为自己受到禁令约束而未加击打。 抑或与敌人对阵作战的人,倘若胆怯退缩,必须不能免于责任或不受惩罚?因为他击中并伤害某人所带来的帮助,远不如他逃跑后撤所造成的危害大。因此,退役之人已不受军法管辖;但请求履行现役军人职责的人,则再次将自己置于法律和将军的管辖之下。
διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ἐν ὑπαίθρῳ ἀλείφεσθαι; πότερον ὅτι καὶ παῖδας γυμνοῦσθαι πατρὸς ὁρῶντος καὶ πενθεροῦ γαμβρὸν οὐχ ὅσιον ἦν οὐδὲ καλόν, οὐδὲ συνελούοντο τὸ παλαιὸν ἀλλήλοις; πατὴρ δʼ ὁ Ζεὺς καὶ τὸ ἐν ὑπαίθρῳ μάλιστά πως εἶναι δοκεῖ τοῦ Διὸς ἐνώπιον. ἤ, καθάπερ ἐν ναῷ καὶ ἱερῷ γυμνοῦν ἑαυτὸν ἀθέμιτόν ἐστιν, οὕτω τὸν ὕπαιθρον ἀέρα καὶ τὸν ὑπουράνιον, ὄντα καὶ θεῶν καὶ δαιμόνων μεστόν, ἐξευλαβοῦντο; διὸ καὶ τὰ πολλὰ τῶν ἀναγκαίων ὑπὸ στέγῃ δρῶμεν ἐπικρυπτόμενοι καὶ ἐπικαλυπτόμενοι ταῖς οἰκίαις πρὸς τὸ θεῖον. ἢ τὰ μὲν μόνῳ τῷ ἱερεῖ, τὰ δὲ πᾶσιν ὑπὸ τοῦ νόμου προστέτακται διὰ τοῦ ἱερέως; διὸ καὶ παρʼ ἡμῖν τὸ μὲν στεφανηφορεῖν καὶ κομᾶν καὶ μὴ σιδηροφορεῖν μηδὲ τοῖς Φωκέων ὅροις ἐμβαίνειν ἴδια λειτουργήματα τοῦ ἄρχοντός ἐστι· τὸ δʼ ὀπώρας μὴ γεύεσθαι πρὸ ἰσημερίας μετοπωρινῆς μηδʼ ἄμπελον τέμνειν πρὸ ἰσημερίας ἐαρινῆς ὁμοῦ τι πᾶσι δηλοῦται διὰ τοῦ ἄρχοντος· ἑκατέρου γὰρ ὁ καιρὸς ἐκεῖνός ἐστι. τὸν αὐτὸν οὖν τρόπον, ὡς ἔοικε, καὶ τοῦ παρὰ Ῥωμαίοις ἱερέως ἴδιόν ἐστι τὸ μήθʼ ἵππῳ χρῆσθαι μήτε πλείονας νύκτας ἀποδημεῖν τριῶν μήτʼ ἀποτίθεσθαι τὸν πῖλον, ἀφʼ οὗ καὶ φλᾶμεν κέκληται. πολλὰ δʼ ἄλλα δηλοῦται πᾶσι διὰ τοῦ ἱερέως· ὧν ἕν ἐστι καὶ τὸ ἐν ὑπαίθρῳ μὴ ἀλείφεσθαι. τὸ γάρ ξηραλοιφεῖν ὑφεωρῶντο Ῥωμαῖοι σφόδρα, καὶ τοῖς Ἕλλησιν οἴονται μηδὲν οὕτως αἴτιον δουλείας γεγονέναι καὶ μαλακίας ὡς τὰ γυμνάσια καὶ τὰς παλαίστρας πολὺν ἄλυν καὶ σχολὴν ἐντικτούσας ταῖς πόλεσι καὶ κακοσχολίαν καὶ τὸ παιδεραστεῖν καὶ τὸ διαφθείρειν τὰ σώματα τῶν νέων ὕπνοις καὶ περιπάτοις καὶ κινήσεσιν εὐρύθμοις καὶ διαίταις ἀκριβέσιν, ὑφʼ ὧν ἔλαθον ἐκρυέντες τῶν ὅπλων4 καὶ ἀγαπήσαντες ἀνθʼ ὁπλιτῶν καὶ ἱππέων ἀγαθῶν εὐτράπελοι καὶ παλαιστρῖται καλοὶ λέγεσθαι. ταῦτα γοῦν ἔργον ἐστὶν ἀποφυγεῖν εἰς ὕπαιθρον ἀποδυομένους· οἱ δὲ κατʼ οἰκίαν ἀλειφόμενοι καὶ θεραπεύοντες ἑαυτοὺς οὐδὲν ἁμαρτάνουσι.
为什么朱庇特的祭司不被允许在露天涂油? 难道是因为,儿子在父亲注视下裸露身体,或者女婿在岳父注视下裸露身体,既是不敬亦是不雅的,并且古时他们也不彼此一同沐浴?而朱庇特是父亲,身处露天似乎尤为处于朱庇特的面前。 抑或,正如在庙宇和圣所中裸露自身是不合礼法的一样,他们也同样敬畏露天的空气与苍穹之下,因为那里充满了诸神与神灵?因此,我们在屋顶下进行大部分生活必需的行为,借由房屋在神明面前隐蔽并遮掩自己。 或者说,某些规矩是法律仅对祭司单独规定的,而另一些则是通过祭司向所有人规定的?因此在我们这里,佩戴花冠、蓄长发、不携带铁器以及不踏入福基斯人的边界,乃是执政官特有的职责;而秋分前不品尝秋果、春分前不修剪葡萄藤,则是通过执政官向几乎所有人表明的;因为那是二者各自适宜的时节。 因此看来,以同样的方式,对于罗马的祭司而言,不骑马、离家外宿不超过三夜、不摘下帽子——他也因这帽子而被称作flamen——乃是其特有的规矩。但许多其他事则是通过祭司向所有人表明的,其中之一便是在露天不可涂油。因为罗马人对裸身涂油极度疑忌,他们认为对于希腊人而言,没有任何事物像体育场和摔跤场那样成为沦为奴役与软弱的根源,它们给城邦带来了大量的流荡、闲散、恶劣的消磨时光、少年爱,并通过睡眠、散步、合韵律的动作和严格的养生法败坏年轻人的身体,年轻人在不知不觉中脱离了兵器,甘愿被称为风趣的弄臣和俊美的摔跤手,而非优秀的重装步兵与骑兵。无论如何,对于在露天脱衣裸体的人而言,要避开这些害处是一桩难事;而那些在自家中涂油整理自身的人,则并未犯下任何过错。
- 38τὰς δʼ ἀποκλίτους ὡς ἀχρηματίστους φυλαττόμεθα
阴性宾格复数形容词ἀποκλίτους和ἀχρηματίστους承前省略了名词ἡμέρας,意为“回避过午偏斜的日子(或时辰),视其为不利于公务(nefastus)”。这与前文的ἡμέρας ἀκμαζούσης ἢ ἀρχομένης以及μηνὸς ἱσταμένου καὶ αὐξομένου形成严格对比。
- 273eδιὰ τοῖς μὴ στρατευομένοις
此处为抄本原本字样,学界公认此处脱落了疑问词τί(即διὰ <τί>),意为“为什么对于未服役之人……是不被允许的?”。与格成分τοῖς μὴ στρατευομένοις作非人称动词ἐξῆν的间接宾语。
- 273eτὸ ἐξεῖναι τρῶσαι καὶ ἀνελεῖν πολέμιον
带冠词不定式τὸ ἐξεῖναι作不定式λαβεῖν的直接宾语(名词性用法),其自身又进一步统辖补充不定式τρῶσαι καὶ ἀνελεῖν及其直接宾语πολέμιον,构成嵌套的不定式结构。
- 274dὑφʼ ὧν ἔλαθον ἐκρυέντες τῶν ὅπλων
此为λανθάνω配合分词构成的惯用句式(ἔλαθον ἐκρυέντες),表示“不知不觉地做了某事”(“由于这些,他们在不自觉中脱离了武器”)。属格τῶν ὅπλων是由分词ἐκρυέντες中的前缀ἐκ-所决定的分离属格。
