- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:34-37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
探讨德基穆斯·布鲁图斯在十二月祭奠死者的缘由、妓女拉伦蒂娅备受崇敬的来历、“小窗”门与命运之寝室的得名原因,以及任由战利品随岁月朽坏而不加修缮的习俗。
διὰ τί τῶν ἄλλων Ῥωμαίων ἐν τῷ Φεβρουαρίῳ μηνὶ ποιουμένων χοὰς καὶ ἐναγισμοὺς τοῖς τεθνηκόσι Δέκιμος Βροῦτος, ὡς Κικέρων ἱστόρηκεν, ἐν τῷ Δεκεμβρίῳ τοῦτʼ ἔπραττεν; ἦν δʼ οὗτος ὁ Λυσιτάνειαν ἐπελθὼν καὶ πρῶτος ἐπέκεινα στρατῷ διαβὰς τὸν τῆς Λήθης ποταμόν. πότερον, ὥσπερ ἡμέρας ληγούσης καὶ μηνὸς φθίνοντος εἰώθασιν ἐναγίζειν οἱ πολλοί, λόγον ἔχει καὶ τοῦ ἐνιαυτοῦ καταστρέφοντος ἐν τῷ τελευταίῳ μηνὶ τιμᾶν τοὺς τεθνηκότας; ἔστι δὲ τῶν μηνῶν τελευταῖος ὁ Δεκέμβριος. ἢ χθονίων μὲν αἱ τιμαὶ θεῶν, τιμᾶν δὲ τοὺς χθονίους ὡραῖόν ἐστι, τῶν καρπῶν ἁπάντων εἰληφότων συντέλειαν; ἤ ὅτε κινοῦσι τὴν γῆν ἀρχόμενοι σπόρου μεμνῆσθαι μάλιστα τῶν κάτω προσήκει; ἢ Κρόνῳ μὲν οὗτος ὁ μὴν ὑπὸ Ῥωμαίων καθιέρωται, Κρόνον δὲ τῶν κάτω θεῶν οὐ τῶν ἄνω νομίζουσιν; ἤ μεγίστης αὐτοῖς ἑορτῆς τῶν Κρονίων καθεστώσης καὶ συνουσίας τε πλείστας καὶ ἀπολαύσεις ἔχειν δοκούσης, ἔδοξε καὶ ταύτης ἀπονέμειν τινὰς ἀπαρχὰς τοῖς τεθνηκόσιν; ἢ τοῦτο, τὸ μόνον Βροῦτον ἐναγίζειν ἐν τῷ μηνὶ τούτῳ, καθόλου ψεῦδός ἐστι;1 καὶ γὰρ τῇ Λαρεντίᾳ ποιοῦσι τὸν ἐναγισμὸν καὶ χοὰς ἐπιφέρουσιν ἐπὶ τὸν τάφον τοῦ Δεκεμβρίου μηνός.
为什么当其他罗马人在二月为死者行奠酒礼和祭奠仪式时,正如西塞罗所记载的,德基穆斯·布鲁图斯却在十二月做这件事? 正是此人曾进军卢西塔尼亚,并且是第一个率军渡过忘川到达对岸的人。 难道是因为,正如大多数人习惯在日暮与月终之时举行祭奠一样,在一年将尽的最后一个月祭奠死者也合乎情理?而十二月正是诸月中的最后一个月。 抑或这些敬奉属于地下诸神,而在所有农作物收获完毕之时敬奉地下诸神乃是合宜的季节? 还是因为当他们破土开始播种时,最当缅怀地下之人? 抑或这个月被罗马人献给了克洛诺斯,而他们认为克洛诺斯属于地下诸神而非天上诸神? 还是因为农神节在他们当中被定为最盛大的节日,似乎包含最多的聚会与享乐,所以人们认为也应当将该节日的某些初熟果实分献给死者? 或者说,“唯有布鲁图斯在此月举行祭奠”这一说法全然不实?因为事实上,他们在十二月也为拉伦蒂娅举行祭奠,并将奠酒带到她的墓前。
διὰ τί δὲ τὴν Λαρεντίαν, ἑταίραν γεγενημένην, οὕτω τιμῶσιν; ἄλλην γὰρ εἶναι Λαρεντίαν Ἄκκαν ἱστοροῦσι τὴν Ῥωμύλου τροφόν, ἣν τῷ Ἀπριλλίῳ μηνὶ τιμῶσι. τῇ δʼ ἑταίρᾳ Λαρεντίᾳ Φαβόλαν ἐπίκλησιν εἶναι λέγουσιν, ἐγνωρίσθη δὲ διὰ τοιαύτην αἰτίαν. ζάκορός τις Ἡρακλέους, ὡς ἔοικεν, ἀπολαύων σχολῆς ἔθος εἶχεν ἐν πεττοῖς καὶ κύβοις τὰ πολλὰ διημερεύειν· καί ποτε, τῶν εἰωθότων παίζειν σὺν αὐτῷ καὶ μετέχειν τῆς τοιαύτης διατριβῆς κατὰ τύχην μηδενὸς παρόντος, ἀδημονῶν τὸν θεὸν προυκαλεῖτο διαβαλέσθαι τοῖς κύβοις πρὸς αὐτὸν ὥσπερ ἐπὶ ῥητοῖς, νικήσας μὲν εὑρέσθαι τι παρὰ τοῦ θεοῦ χρηστόν, ἂν δὲ λειφθῇ, δεῖπνον αὐτὸς τῷ θεῷ παρασχεῖν2 καὶ μείρακα καλὴν συναναπαυσομένην. ἐκ τούτου δὲ τοὺς κύβους προθέμενος, τὸν μὲν ὑπὲρ ἑαυτοῦ, τὸν δʼ ὑπὲρ τοῦ θεοῦ βαλὼν ἐλείφθη. ταῖς οὖν προκλήσεσιν ἐμμένων τράπεζάν τε λαμπροτέραν παρεσκεύασε τῷ θεῷ, καὶ τὴν Λαρεντίαν παραλαβὼν ἐμφανῶς ἑταιροῦσαν εἱστίασε καὶ κατέκλινεν ἐν τῷ ἱερῷ καὶ τὰς θύρας ἀπιὼν ἔκλεισε. λέγεται δὲ νύκτωρ ἐντυχεῖν αὐτῇ τὸν θεὸν οὐκ ἀνθρωπίνως καὶ κελεῦσαι βαδίζειν ἕωθεν εἰς ἀγοράν, ᾧ δʼ ἂν ἐντύχῃ πρώτῳ, προσέχειν μάλιστα καὶ ποιεῖσθαι φίλον. ἀναστᾶσαν οὖν τὴν Λαρεντίαν βαδίζειν, καὶ συντυχεῖν τινι τῶν πλουσίων ἀγάμων δὲ καὶ παρηκμακότων ὄνομα Ταρρουτίῳ· γνωρισθεῖσαν δὲ τούτῳ καὶ ζῶντος ἄρχειν τοῦ οἴκου καὶ κληρονομῆσαι τελευτήσαντος· ὕστερον δὲ χρόνοις αὐτὴν τελευτῶσαν τῇ πόλει τὴν οὐσίαν ἀπολιπεῖν· διὸ τὰς τιμὰς ἔχειν ταύτας.
那么,为什么他们如此崇敬曾经是妓女的拉伦蒂娅? 因为历史学家记载,罗穆卢斯的乳母阿卡·拉伦蒂娅是另一位拉伦蒂娅,人们在四月崇敬她。而对于身为妓女的拉伦蒂娅,人们说她有法博拉这个别号;她之所以出名乃是出于如下原因:赫拉克勒斯的一位庙祝似乎因闲暇无事,习惯大半天都消磨在棋类与骰子游戏中。有一次,由于平日里与他一同玩耍并分享此类消遣的人偶然都不在场,他在百无聊赖中便向神明挑战,邀其以掷骰决胜负,如同立有约定一般:若他获胜,便从神明那里求得某种好处;若他战败,则由他自己向神明供奉一顿晚餐,并奉上一位美丽的少女陪侍卧榻。于是他摆开骰子,一颗代表自己掷出,另一颗代表神明掷出,结果落败。他恪守所发出的挑战,为神明备办了一桌极为丰盛的筵席,并找来公开为妓的拉伦蒂娅,在神庙中宴请她,安顿她卧下,离开时关上了庙门。据说夜间神明以非凡人之形造访了她,并命她在破晓时分走向广场,无论最先遇见何人,都要极力留意并结为好友。于是拉伦蒂娅起身后前往,遇见了一位年过中年、富有且未婚的名叫塔鲁提乌斯的人。她与此人相识后,在他生前掌管家室,在他过世后继承了遗产;后来随着岁月流逝,她自己在临终时将全部家产留给了城邦;因此她获得了这些尊荣。
διὰ τί πύλην μίαν θυρίδα καλοῦσι, τὴν γὰρ ʼ φενέστραν ʼ τοῦτο σημαίνει, καὶ παρʼ αὐτὴν ὁ καλούμενος Τύχης θάλαμός ἐστι; πότερον ὅτι Σέρβιος ὁ βασιλεὺς εὐτυχέστατος γενόμενος δόξαν ἔσχε τῇ Τύχῃ συνεῖναι φοιτώσῃ διὰ θυρίδος πρὸς αὐτόν; ἢ τοῦτο μὲν μῦθός ἐστιν, ἐπεὶ δὲ Ταρκυνίου Πρίσκου τοῦ βασιλέως ἀποθανόντος ἡ γυνὴ Τανακυλλὶς ἔμφρων οὖσα καὶ βασιλικὴ διὰ θυρίδος προκύψασα τοῖς πολίταις ἐνέτυχε καὶ συνέπεισεν ἀποδεῖξαι βασιλέα τὸν Σέρβιον, ἔσχε ταύτην ὁ τόπος τὴν ἐπωνυμίαν;
为什么他们把一座城门称为“小窗”——因为fenestra指的就是这个——且在它旁边有那座所谓的“命运之寝室”? 是因为国王塞尔维乌斯因极其幸运,从而获得了与命运女神同居的声誉,而女神正是通过小窗前来与他相会的吗? 抑或这只是神话,而当国王老塔克文去世时,他那明智且具王室风范的妻子塔纳奎尔从小窗探出身来,接见公民们并说服他们立塞尔维乌斯为王,因此该地获得了这个称谓?
διὰ τί τῶν τοῖς θεοῖς ἀνατιθεμένων μόνα τὰ σκῦλα νενόμισται περιορᾶν ἀφανιζόμενα τῷ χρόνῳ,3 καὶ μήτε προκινεῖν μήτʼ ἐπισκευάζειν; πότερον ἵνα τὴν δόξαν οἰόμενοι τοῖς πρώτοις συνεκλιπεῖν ἀεί τι πρόσφατον ὑπόμνημα τῆς ἀρετῆς ζητῶσι κομίζειν; ἢ μᾶλλον ὅτι τοῦ χρόνου τὰ σημεῖα τῆς πρὸς τοὺς πολεμίους διαφορᾶς ἀμαυροῦντος, αὐτοὺς ἀναλαμβάνειν καὶ καινοποιεῖν ἐπίφθονόν ἐστι καὶ φιλαπέχθημον; οὐδὲ γὰρ παρʼ Ἕλλησιν οἱ πρῶτοι λίθινον καὶ χαλκοῦν στήσαντες τρόπαιον εὐδοκιμοῦσιν.
为什么在奉献给诸神的物品中,唯独战利品依习俗被任由随时间自然朽坏,既不可移动亦不可修缮? 难道是为了让他们认为荣耀会与最初的战利品一同消逝,从而时刻寻求带来勇武的崭新纪念吗? 抑或更是因为,既然时间正在淡化与敌人冲突的痕迹,若亲自将其拾起并加以翻新,乃是招人怨恨且好结仇怨之举?因为即便在希腊人当中,那些最先立起石制与青铜战胜纪念碑的人也并未受到赞誉。
- 272eτοῦτο, τὸ μόνον Βροῦτον ἐναγίζειν ἐν τῷ μηνὶ τούτῳ, καθόλου ψεῦδός ἐστι
带冠词的不定式短语 τὸ μόνον Βροῦτον ἐναγίζειν ἐν τῷ μηνὶ τούτῳ 作为同位语修饰指示代词 τοῦτο,构成句子的主语部分,表语为 ψεῦδος。
- 272eὥσπερ ἐπὶ ῥητοῖς, νικήσας μὲν εὑρέσθαι τι παρὰ τοῦ θεοῦ χρηστόν, ἂν δὲ λειφθῇ, δεῖπνον αὐτὸς τῷ θεῷ παρασχεῖν
不定式 εὑρέσθαι 和 παρασχεῖν 依附于前面的动词 προυκαλεῖτο,具体说明约定的赌注内容。后半句中代词 αὐτός 采用主格而非宾格,是因为该不定式的主语与主句动词的主语(庙祝)一致。
- 273cτῶν τοῖς θεοῖς ἀνατιθεμένων μόνα τὰ σκῦλα νενόμισται περιορᾶν ἀφανιζόμενα τῷ χρόνῳ
分词短语 τῶν τοῖς θεοῖς ἀνατιθεμένων 作部分属格,修饰宾语 μόνα τὰ σκῦλα。无人称被动动词 νενόμισται 接补充不定式 περιορᾶν,而 περιορᾶν 又按其习惯用法带补充性分词 ἀφανιζόμενα,意为“任凭其消逝/朽坏”。
