← 普鲁塔克

罗马问题

§29-33

罗马婚俗礼仪与阿尔戈人祭仪及会饮惯例

本节探讨了罗马的各项婚俗起源与寓意(将新娘抱过门槛、仪式用语“你在哪里是盖乌斯,我便在哪里是盖娅”、婚礼呼号塔拉西乌斯),以及五月从木桥将人偶投河的阿尔戈人仪式和古时携少年儿子赴宴的传统规矩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29

διὰ τί τὴν γαμουμένην οὐκ ἐῶσιν αὐτὴν ὑπερβῆναι τὸν οὐδὸν τῆς οἰκίας, ἀλλʼ ὑπεραίρουσιν οἱ προπέμποντες; πότερον ὅτι καὶ τὰς πρώτας γυναῖκας ἁρπάσαντες οὕτως εἰσήνεγκαν, αὐταὶ δʼ οὐκ εἰσῆλθον; ἢ βούλονται δοκεῖν εἰσιέναι βιαζομένας οὐχ ἑκούσας, ὅπου μέλλουσι διαλύειν τὴν παρθενίαν; ἢ σύμβολόν ἐστι τοῦ μηδʼ ἐξιέναι διʼ αὐτῆς μηδὲ καταλιπεῖν τὴν οἰκίαν, εἰ μὴ βιασθείη,1 καθάπερ καὶ εἰσῆλθε βιασθεῖσα; καὶ γὰρ παρʼ ἡμῖν ἐν Βοιωτίᾳ καίουσι πρὸ τῆς θύρας τὸν ἄξονα τῆς ἁμάξης, ἐμφαίνοντες δεῖν τὴν νύμφην ἐμμένειν ὡς ἀνῃρημένου τοῦ ἀπάξοντος.

为什么人们不允许出嫁的新娘自行跨过房屋的门槛,而是由送亲之人将她抱越过去? 是因为抢夺第一批妇女时,也是如此将她们抬入,而她们并非自愿走入的吗? 还是说,她们希望显出是在受到强迫而非心甘情愿的状态下,进入将要失去童贞之处? 抑或这是一种象征,表明正如她是受强迫进入的那样,除非受到强迫,她绝不自行走出,亦不离开此屋?事实上,在我们玻俄提亚,人们也会在门前焚烧马车的车轴,以此表明既然带走新娘的工具已被销毁,新娘就必须留驻。

§30

διὰ τί τὴν νύμφην εἰσάγοντες λέγειν κελεύουσιν, ὅπου σὺ Γάιος, ἐγὼ Γαΐα. ʼ; πότερον ὥσπερ ἐπὶ ῥητοῖς εὐθὺς εἴσεισι τῷ κοινωνεῖν ἁπάντων καὶ συνάρχειν,2 καὶ τὸ μὲν δηλούμενόν ἐστιν ὅπου σὺ κύριος καὶ οἰκοδεσπότης, καὶ ἐγὼ κυρία καὶ οἰκοδέσποινα; τοῖς δʼ ὀνόμασι τούτοις ἄλλως κέχρηνται κοινοῖς οὖσιν, ὥσπερ οἱ νομικοὶ Γάιον Σήιον καὶ Λούκιον Τίτιον, καὶ οἱ φιλόσοφοι Δίωνα καὶ Θέωνα παραλαμβάνουσιν. ἢ διὰ Γαΐαν Καικιλίαν καλὴν καὶ ἀγαθὴν γυναῖκα, τῶν Ταρκυνίου παίδων ἑνὶ συνοικήσασαν, ἧς ἐν τῷ τοῦ Σάγκτου ἱερῷ χαλκοῦς ἀνδριὰς ἕστηκεν; ἔκειτο δὲ πάλαι καὶ σανδάλια καὶ ἄτρακτος, τὸ μὲν οἰκουρίας αὐτῆς, τὸ δʼ ἐνεργείας σύμβολον.

为什么在迎新娘入内时,人们要她说道:“你在哪里是盖乌斯,我便在哪里是盖娅”? 难道是如同依照既定协定,她通过共享一切并共同执掌家庭而立即走入其中,而其所表达的乃是: “你在哪里是主人与一家之长,我也在哪里是女主人与一家之主”? 而人们采用这些名字,仅仅是因为它们十分普通,正如法学学者用盖乌斯·塞伊乌斯与卢基乌斯·提提乌斯,哲学家们用狄翁与塞翁一样? 还是因为盖娅·凯基利亚这位嫁给塔克文之子之一的端庄贤淑女子?在桑库斯的圣所中立有她的青铜雕像。古时那里还放有凉鞋与纺锤,前者象征她安于家室,后者象征她的辛勤勤勉。

§31

διὰ τί ὁ πολυθρύλητος ᾄδεται Ταλάσιος ἐν τοῖς γάμοις; πότερον ἀπὸ τῆς ταλασίας; καὶ γὰρ τὸν τάλαρον τάλασον ὀνομάζουσι· καὶ τὴν νύμφην εἰσάγοντες νάκος ὑποστρωννύασιν· αὐτὴ δʼ εἰσφέρει μὲν ἠλακάτην καὶ τὴν ἄτρακτον, ἐρίῳ δὲ τὴν θύραν περιστέφει, τοῦ ἀνδρός. ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἱστορικῶν ἀληθές, ὅτι νεανίας ἦν τις λαμπρὸς ἐν τοῖς πολεμικοῖς καὶ τἄλλα χρηστὸς ὄνομα Ταλάσιος; ἐπεὶ δʼ ἥρπαζον οἱ Ῥωμαῖοι τὰς τῶν Σαβίνων θυγατέρας ἐλθούσας ἐπὶ θέαν, ἐκομίζετο τῷ Ταλασίῳ παρθένος ἐκπρεπὴς τὴν ὄψιν ὑπὸ δημοτικῶν τινων καὶ πελατῶν τοῦ Ταλασίου, βοώντων ὑπὲρ ἀσφαλείας καὶ τοῦ μηδένα πελάζειν μηδʼ ἀντιλαμβάνεσθαι τῆς παιδός, ὡς Ταλασίῳ γυνὴ φέροιτο. τιμῶντες οὖν οἱ λοιποὶ τὸν Ταλάσιον καὶ συνευχόμενοι καὶ συνευφημοῦντες εἵποντο καὶ παρέπεμπον· ὅθεν, εὐτυχοῦς γάμου γενομένου, καὶ τοῖς ἄλλοις εἰθίσθησαν ἐπιφωνεῖν τὸν Ταλάσιον, ὥσπερ Ἕλληνες τὸν Ὑμέναιον.

为什么在婚礼上要歌唱那妇孺皆知的塔拉西乌斯? 是因为源于纺毛之事吗?因为人们确实将羊毛篮称为塔拉索斯;且迎新娘入内时会在其身下铺上羊皮,她自己则带入纺杆与纺锤,并用羊毛装饰丈夫家的门户。 抑或历史学家所言属实,即曾有一位战功赫赫且在其他方面亦极优秀的名叫塔拉西乌斯的青年?当罗马人掠夺前去观礼的萨宾少女时,一位容貌绝伦的处女被一些平民及塔拉西乌斯的庇护民为他劫走,他们为了安全起见并防止任何人接近或争夺这名少女,便高呼她是作为妻子送给塔拉西乌斯的。于是其他人出于对塔拉西乌斯的敬重,亦一同祝祷欢呼着跟随护送;自此,因该场联姻美满幸福,人们遂习惯在其他婚礼上也呼喊“塔拉西乌斯”,正如希腊人呼喊“许墨奈俄斯”一样。

§32

διὰ τί τοῦ Μαΐου μηνὸς περὶ τὴν πανσέληνον ἀπὸ τῆς ξυλίνης γεφύρας εἴδωλα ῥιπτοῦντες ἀνθρώπων εἰς τὸν ποταμὸν Ἀργείους τὰ ῥιπτούμενα καλοῦσιν; ἢ τὸ παλαιὸν οἱ περὶ τὸν τόπον οἰκοῦντες βάρβαροι τοὺς ἁλισκομένους Ἕλληνας οὕτως ἀπώλλυσαν; Ἡρακλῆς δὲ θαυμασθεὶς ὑπʼ αὐτῶν ἔπαυσε μὲν τὴν ξενοκτονίαν, ἐδίδαξε δὲ τὸ ἔθος καὶ τὴν δεισιδαιμονίαν ἀπομιμουμένους εἴδωλα ῥιπτεῖν, Ἀργείους δὲ τοὺς Ἕλληνας οἱ παλαιοὶ πάντας ὁμαλῶς προσηγόρευον. εἰ μὴ νὴ Δία τῶν Ἀρκάδων πολεμίους καὶ τοὺς Ἀργείους διὰ τὴν γειτνίασιν ἡγουμένων, οἱ περὶ Εὔανδρον ἐκ τῆς Ἑλλάδος φυγόντες καὶ κατοικήσαντες αὐτόθι τὴν μνησικακίαν καὶ τὴν ἔχθραν διεφύλαττον.

为什么在五月满月前后,人们从木桥上将人偶投入河中,并把投入之物称为阿尔戈人? 是因为古时居住在该地的异族人曾以此种方式处死被俘的希腊人;而赫拉克勒斯受到他们的钦佩,制止了杀戮异邦人之举,并教导他们仿照此习俗与敬畏之情投掷人偶,且古人一律将所有希腊人统称为阿尔戈人?抑或借宙斯之名而言,由于阿耳卡狄亚人因邻近而同样视阿尔戈人为敌,跟随埃万德罗斯逃离希腊并定居该处的人们始终保留着宿怨与敌意?

§33

διὰ τί τὸ παλαιὸν οὐκ ἐδείπνουν ἔξω χωρὶς τῶν υἱῶν ἔτι τὴν παιδικὴν ἡλικίαν ἐχόντων; ἢ τοῦτο μὲν καὶ Λυκοῦργος εἴθισε, τοὺς παῖδας ἐπεισάγων τοῖς φιδιτίοις, ὅπως ἐθίζωνται μὴ θηριωδῶς μηδʼ ἀτάκτως ἀλλὰ μετʼ εὐλαβείας ταῖς ἡδοναῖς προσφέρεσθαι, τοὺς πρεσβυτέρους οἷον ἐπισκόπους καὶ θεατὰς ἔχοντες; οὐκ ἔλαττον δὴ τοῦτο καὶ τοὺς πατέρας αὐτοὺς μᾶλλον αἰδεῖσθαι καὶ σωφρονεῖν τῶν υἱῶν παρόντων·3 ὅπου γὰρ ἀναισχυντοῦσι γέροντες, ὥς φησιν ὁ Πλάτων, ἐνταῦθʼ ἀνάγκη καὶ νέους ἀναισχυντοτάτους εἶναι.

为什么在古时,人们若不带上尚处童年期的儿子便不到外间赴宴? 难道是因为吕库古亦曾推行此种习俗,将男童引入公共会餐,使他们以长者为监察者与旁观者,习惯于不以野蛮和放纵的方式、而是以节制之心对待享乐?而且这同样使得父亲们自己在儿子在场时更加知耻和自制;因为正如柏拉图所言,在老人不知羞耻的地方,青年人也必然极不知羞耻。

语法注3 条
  1. 271dεἰ μὴ βιασθείη

    在阐述象征意图的虚拟间接引语语境(“此乃……的象征”)中,此处不带 ἄν 的希求法是由直接引语中预期的虚拟式条件从句(ἐὰν μὴ βιασθῇ,“除非受到强迫”)转变而来的间接引语希求法(oblique optative),体现了新娘不可擅自离家的规约要求。

  2. 271eτῷ κοινωνεῖν ἁπάντων καὶ συνάρχειν

    带定冠词的不定式与格在此作同位语/解释性用法(epexegetic),用于具体阐发前置短语“按既定约定”(ἐπὶ ῥητοῖς)的实际内容。虽在语法上亦可理解为手段与格(“通过共有与共治”),但其核心在于界定婚姻契约所规定的权利与地位条款。

  3. 272cοὐκ ἔλαττον δὴ τοῦτο καὶ τοὺς πατέρας αὐτοὺς μᾶλλον αἰδεῖσθαι καὶ σωφρονεῖν τῶν υἱῶν παρόντων

    在句法结构上,此处承接前句中具有致使意味的动词(承接 εἴθισε 或补出 ἐποίει 等)。指示代词 τοῦτο 作主语,统领宾格加不定式结构(τοὺς πατέρας... αἰδεῖσθαι καὶ σωφρονεῖν),表达该做法所达成的功效与结果,即“这同样使父亲们自身更为知耻并懂得自制”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:29-33