← 普鲁塔克

罗马问题

§26-28

服丧白衣与城墙的神圣性及指赫拉克勒斯起誓

本节探讨了三项罗马习俗:为何妇女在服丧期间着白衣,为何城墙被视为神圣而城门则不然,以及为何男童指着赫拉克勒斯起誓时必须在露天进行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

διὰ τί λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν αἱ γυναῖκες ἱμάτια καὶ λευκοὺς κεκρυφάλους; πότερον ὡς τοὺς μάγους φασὶν πρὸς τὸν Ἅιδην καὶ τὸ σκότος ἀντιταττομένους, τῷ δὲ φωτεινῷ καὶ λαμπρῷ συνεξομοιοῦντας ἑαυτοὺς τοῦτο ποιεῖν;1 ἤ, καθάπερ τὸ σῶμα τοῦ τεθνηκότος ἀμφιεννύουσι λευκοῖς, καὶ τοὺς προσήκοντας ἀξιοῦσι; τὸ δὲ σῶμα κοσμοῦσιν οὕτως, ἐπεὶ μὴ δύνανται τὴν ψυχήν· βούλονται δʼ ἐκείνην λαμπρὰν καὶ καθαρὰν προπέμπειν, ὡς ἀφειμένην ἤδη καὶ διηγωνισμένην μέγαν ἀγῶνα καὶ ποικίλον. ἢ τὸ μὲν λιτὸν ἐν τούτοις μάλιστα καὶ τὸ ἁπλοῦν πρέπει; τῶν δὲ βαπτῶν τὰ μὲν καὶ πολυτέλειαν ἐμφαίνει τὰ δὲ περιεργίαν· οὐ γὰρ ἧττον ἔστι πρὸς τὸ μέλαν ἢ τὸ ἁλουργὸν εἰπεῖν, δολερὰ μὲν τὰ εἵματα, δολερὰ δὲ τὰ χρώματα. τὸ δʼ αὐτόχρουν μέλαν οὐχ ὑπὸ τέχνης ἀλλὰ φύσει, βαπτόν ἐστι, καὶ μεμειγμένον τῷ σκιώδει κεκράτηται. μόνον οὖν τὸ λευκὸν εἰλικρινὲς καὶ ἀμιγὲς καὶ ἀμίαντόν ἐστι βαφῇ καὶ ἀμίμητον, οἰκειότατον οὖν τοῖς θαπτομένοις. καὶ γὰρ ὁ τεθνηκὼς ἁπλοῦν τι γέγονε καὶ ἀμιγὲς καὶ καθαρὸν, ἀτεχνῶς οὐδὲν ἀλλʼ ἢ φαρμάκου δευσοποιοῦ τοῦ σώματος ἀπηλλαγμένος.2 ἐν δʼ Ἄργει λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν, ὡς Σωκράτης φησίν, ὑδατόκλυστα.

为什么妇女在服丧期间要穿着白衣并佩戴白色发带? 是因为正如人们传说麦琪僧侣那样,他们与哈得斯及黑暗相对立,使自己同明亮与光辉之物相齐同,她们才这样做? 抑或正如人们用白衣包裹死者的遗体那样,也要求亲属同样如此?他们如此装点身体,是因为无法装点灵魂;而他们希望将灵魂明亮且纯洁地送走,视其为已经获得解脱,并完成了一场伟大而多样的搏斗。 或者说,在这些场合中简朴与纯真最为相称?而在染色的织物中,有的显露奢华,有的显露浮饰;因为无论是针对黑色还是针对紫红色,人们都可以同样说道: “服饰是虚妄的,色彩也是虚妄的。” 至于本色即为黑之物,并非出于人工而是出于自然,也是被染了色的,混杂着阴暗并受其支配。因此唯有白色纯粹而无杂质,未受染色玷污且不可仿制,故而最适于下葬者。因为死者确实已化为单纯、未混杂且纯洁之物,全然只是从肉体这一固着难除的染料中解脱出来而已。在阿耳戈斯,正如苏格拉底所说,人们在服丧时穿着经水洗涤的白衣。

§27

διὰ τί πᾶν τεῖχος ἀβέβηλον καὶ ἱερὸν νομίζουσι, τὰς δὲ πύλας οὐ νομίζουσιν; ἦ καθάπερ ἔγραψε Βάρρων τὸ μὲν τεῖχος ἱερὸν δεῖ νομίζειν, ὅπως ὑπὲρ αὐτοῦ μάχωνται προθύμως καὶ ἀποθνήσκωσιν; οὕτω γὰρ δοκεῖ καὶ Ῥωμύλος ἀποκτεῖναι τὸν ἀδελφὸν ὡς ἄβατον καὶ ἱερὸν τόπον ἐπιχειροῦντα διαπηδᾶν καὶ ποιεῖν ὑπερβατὸν καὶ βέβηλον. τὰς δὲ πύλας οὐχ οἷόν τʼ ἦν ἀφιερῶσαι, διʼ ὧν ἄλλα τε πολλὰ τῶν ἀναγκαίων καὶ τοὺς νεκροὺς ἐκκομίζουσιν. ὅθεν οἱ πόλιν ἀπʼ ἀρχῆς κτίζοντες ὅσον ἂν μέλλωσι τόπον ἀνοικοδομεῖν ἐπίασιν ἀρότρῳ, βοῦν ἄρρενα καὶ θήλειαν ὑποζεύξαντες· ὅταν δὲ τὰ τείχη περιορίζωσι, τὰς τῶν πυλῶν χώρας διαμετροῦντες τὴν ὕνιν ὑφαιροῦσι, καὶ μεταφέρουσιν οὕτω τὸ ἄροτρον, ὡς τὴν ἀρουμένην πᾶσαν ἱερὰν καὶ ἄσυλον ἐσομένην.3

为什么人们将所有城墙都视为不可亵渎的圣物,却不如此看待城门? 难道真如瓦罗所写的那样,必须将城墙视为圣物,以便人们能奋勇为之战斗乃至牺牲?因为罗穆卢斯似乎也是以此种理由杀死了他的兄弟,因其企图跃过禁行且神圣之地,使其成为可逾越且凡俗之地。 然而城门却不可能被奉献为圣,因为人们要通过城门运送许多其他必需品以及死者的尸体。因此,从最初建立城邦的人们,无论打算在多大地方筑墙,都会套上一雄一雌两头牛用犁耕行;但当他们划定城墙界限时,在丈量出城门的位置处,便取下犁铧并将犁抬起移过去,其根据是所有被犁耕过的土地都将成为神圣不可侵犯之地。

§28

διὰ τί τοὺς παῖδας, ὅταν ὀμνύωσι τὸν Ἡρακλέα, κωλύουσιν ὑπὸ στέγῃ τοῦτο ποιεῖν καὶ κελεύουσιν εἰς ὕπαιθρον προϊέναι; πότερον, ὡς ἔνιοι λέγουσιν, οὐκ οἰκουρίᾳ τὸν Ἡρακλέα χαίρειν ἀλλʼ ὑπαίθρῳ βίῳ καὶ θυραυλίαις νομίζοντες; ἢ μᾶλλον, ὅτι τῶν θεῶν οὐκ ἐπιχώριος οὗτος ἀλλὰ πόρρωθεν καὶ ξένος; οὐδὲ γὰρ τὸν Διόνυσον ὀμνύουσιν ὑπὸ στέγῃ, ξένον ὄντα καὶ αὐτόν, εἴπερ ἐστὶ ἀπὸ Νύσης. ἢ ταῦτα μὲν λέγεται, καὶ παίζεται πρὸς τοὺς παῖδας, ἄλλως δʼ ἐπίσχεσίς ἐστι τῆς πρὸς τὸν ὅρκον εὐχερείας καὶ ταχύτητος τὸ γιγνόμενον, ὡς Φαβωρῖνος ἔλεγε; τὸ γὰρ ὥσπερ ἐκ παρασκευῆς μέλλησιν ἐμποιεῖ καὶ βουλεύσασθαι δίδωσι. συμβάλοιτο δʼ ἄν τις τῷ Φαβωρίνῳ πρὸς τὸ μὴ κοινὸν ἀλλʼ ἴδιον εἶναι τοῦ θεοῦ τούτου τὸ γιγνόμενον ἐκ τῶν περὶ Ἡρακλέους λεγομένων.4 ἱστορεῖται γὰρ οὕτως εὐλαβὴς γεγονέναι πρὸς ὅρκον, ὥσθʼ ἅπαξ ὀμόσαι καὶ μόνῳ Φυλεῖ τῷ Αὐγέου· διὸ καὶ τὴν Πυθίαν προφέρειν τὰ ὅρκια πάντα Λακεδαιμονίοις ὡς ἐμπεδοῦσι λῷον εἴη καὶ ἄμεινον.

为什么当男童指着赫拉克勒斯起誓时,人们禁止他们在屋顶下这样做,而命令他们走到露天之处? 是因为正如某些人所言,他们认为赫拉克勒斯不喜居于家中,而喜露天生活和露宿旷野? 抑或更是因为在诸神之中,这位神并非本地之神,而是来自远方的外来者?因为人们在屋顶下也不指着狄俄尼索斯起誓,若他确是来自尼萨,那么他本人也是一位外邦之神。 或者说,这些说法只是对孩童的戏言,而实际所做之事乃如法沃里努斯所言,是对起誓时的草率与轻疾的一种抑制?因为这如同做出准备一般的举动造成了耽搁,并给予人们深思熟虑的机会。不过,人们或许也可以从关于赫拉克勒斯的传说中,为法沃里努斯补充一条论据,以证明此种做法并非普遍适用,而是专属于这位神明。因为据记载,他对誓言极为审慎,以至于一生中仅起誓过一次,且唯独对奥革阿斯之子菲琉斯起誓;因此皮提亚也向斯巴达人提出所有誓言,说明坚守誓言者将更为顺遂有益。

语法注4 条
  1. 26πότερον ὡς τοὺς μάγους φασὶν πρὸς τὸν Ἅιδην καὶ τὸ σκότος ἀντιταττομένους, τῷ δὲ φωτεινῷ καὶ λαμπρῷ συνεξομοιοῦντας ἑαυτοὺς τοῦτο ποιεῖν;

    从句 πότερον ὡς... τοῦτο ποιεῖν 采用由插入成分 φασίν 所统摄的“宾格加不定式”结构(τοὺς μάγους... τοῦτο ποιεῖν),以此为前文疑问提出解释。句意为:“是否正如人们传说麦琪僧侣那样(对抗冥府与黑暗并使自己同光明相齐同)去行事,她们才这样做?”

  2. 270eἀτεχνῶς οὐδὲν ἀλλʼ ἢ φαρμάκου δευσοποιοῦ τοῦ σώματος ἀπηλλαγμένος

    短语 ἀτεχνῶς οὐδὲν ἀλλʼ ἤ 是表示“全然只是……而已/无非是……”的习用表达。属格短语 φαρμάκου δευσοποιοῦ τοῦ σώματος 作为分离属格受 ἀπηλλαγμένος 统辖,其中 τοῦ σώματος 作为同位语修饰 φαρμάκου δευσοποιοῦ(“身体这一难褪色的染料”)。

  3. 271bὡς τὴν ἀρουμένην πᾶσαν ἱερὰν καὶ ἄσυλον ἐσομένην

    连词 ὡς 连同未来分词宾格结构(τὴν ἀρουμένην πᾶσαν... ἐσομένην),构成表达主观意图或根据的分词独立宾格/附带从句,意为“基于所有被耕之地都将成为神圣不可侵犯之所这一前提/意图”。

  4. 271cσυμβάλοιτο δʼ ἄν τις τῷ Φαβωρίνῳ πρὸς τὸ μὴ κοινὸν ἀλλʼ ἴδιον εἶναι τοῦ θεοῦ τούτου τὸ γιγνόμενον ἐκ τῶν περὶ Ἡρακλέους λεγομένων

    主句使用 ἄν 搭配希求语气(συμβάλοιτο δʼ ἄν τις)表示潜在可能。动词 συμβάλλομαι 后接与格(τῷ Φαβωρίνῳ)及 πρός 引出的带冠词不定式(πρὸς τὸ... εἶναι),意为“向法沃里努斯补充一则论据以证明……”。不定式 εἶναι 的逻辑主语为 τὸ γιγνόμενον,表语为 μὴ κοινὸν ἀλλʼ ἴδιον,论据来源由 ἐκ τῶν περὶ Ἡρακλέους λεγομένων 标明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:26-28