- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
探讨罗马人为何将卡兰代、诺奈和伊杜斯的次日视为不利出游与行事的凶日,并列举了阿利亚之战的历史教训、奇数与偶数的数论及神学区分、节日后需重新筹备事务的实际需要,以及圣俗交替间的缓冲习惯等解释。
διὰ τί τὴν μετὰ καλάνδας ἡμέραν καὶ νώνας καὶ εἰδοὺς ἀνέξοδον καὶ ἀνεκδήμητον τίθενται; πότερον, ὡς οἱ πλεῖστοι νομίζουσι καὶ Λίβιος ἱστορεῖ, ὅτι μετὰ τὰς Κυιντιλίας εἰδούς, ἃς νῦν Ἰουλίας καλοῦσιν, ἐξάγοντες οἱ χιλίαρχοι τὸ στράτευμα περὶ τὸν Ἀλίαν ποταμὸν ἐκρατήθησαν ὑπὸ Κελτῶν μάχῃ καὶ τὴν πόλιν ἀπώλεσαν; νομισθείσης δὲ τῆς μετὰ τὰς εἰδοὺς ἀποφράδος προήγαγεν ὥσπερ φιλεῖ πορρωτέρω τὸ ἔθος ἡ δεισιδαιμονία καὶ κατέστησεν εἰς τὴν αὐτὴν εὐλάβειαν τήν τε μετὰ νώνας καὶ τὴν μετὰ καλάνδας; ἤ τοῦτο μὲν ἔχει πολλὰς ἀλογίας; ἄλλῃ τε γὰρ ἡμέρᾳ τὴν μάχην ἡττήθησαν, ἣν Ἀλιάδα διὰ τὸν ποταμὸν καλοῦντες ἀφοσιοῦνται, καὶ πολλῶν ἀποφράδων οὐσῶν οὐκ ἐν παντὶ μηνὶ τὰς ὁμωνύμους παραφυλάττουσιν, ἀλλʼ ἑκάστην ἐν ᾧ συνέτυχε, τὸ τε ταῖς μετὰ νώνας καὶ καλάνδας ἁπλῶς ἁπάσαις προστρίψασθαι τὴν δεισιδαιμονίαν ἀπιθανώτατον. ὅρα δὴ μή,1 καθάπερ τῶν μηνῶν τὸν μὲν πρῶτον ὀλυμπίοις θεοῖς ἱέρωσαν, τὸν δὲ δεύτερον χθονίοις ἐν ᾧ καὶ καθαρμούς τινας τελοῦσι καὶ τοῖς κατοιχομένοις ἐναγίζουσιν, οὕτω καὶ τῶν ἡμερῶν τὰς μὲν οἷον ἀρχὰς καὶ κυρίας ὥσπερ εἴρηται τρεῖς οὔσας ἑορτασίμους καὶ ἱερὰς ἔθεντο, τὰς δʼ ἐφεξῆς δαίμοσι καὶ φθιτοῖς ἐπιφημίσαντες ἀποφράδας καὶ ἀπράκτους ἐνόμισαν. καὶ γὰρ Ἕλληνες ἐν τῇ νουμηνίᾳ τοὺς θεοὺς σεβόμενοι, τὴν δευτέραν ἥρωσι καὶ δαίμοσιν ἀποδεδώκασι καὶ τῶν κρατήρων ὁ δεύτερος ἥρωσιν ἐπικίρναται καὶ ἡρωίσι. καὶ ὅλως ἀριθμός τις ὁ χρόνος, ἀριθμοῦ δὲ θεῖον ἡ ἀρχή μονὰς γάρ ἐστιν. ἡ δὲ μετʼ αὐτὴν δυὰς ἀντίπαλος τῇ ἀρχῇ καὶ ἀρτίων πρώτη. τὸ δʼ ἄρτιον ἐνδεὲς καὶ ἀτελὲς καὶ ἀόριστον, ὥσπερ αὖ τὸ περιττὸν ὥρισται καὶ περαίνει καὶ τέλειόν ἐστι. διὸ καὶ νῶναι μὲν ἐπιβάλλουσι διὰ πέμπτης καλάνδαις, νώναις δʼ εἰδοὶ διʼ ἐνάτης.2 ὁρίζουσι γὰρ οἱ περιττοὶ τὰς ἀρχάς· οἱ δὲ μετὰ τὰς ἀρχὰς ἄρτιοι ὄντες οὐκ ἔχουσι τάξιν οὐδὲ δύναμιν, ὅθεν οὐκ ἄρχονται πράξεως οὐδʼ ἀποδημίας ἐν ταύταις. ἢ καὶ τὸ τοῦ Θεμιστοκλέους ἔχει λόγον, ἐρίσαι ποτὲ τὴν ὑστεραίαν πρὸς τὴν ἑορτήν,3 ἐκείνης μὲν ἀσχολίαν καὶ κόπον ἐχούσης πολύν, αὐτὴν δὲ παρέχουσαν μετὰ σχολῆς καὶ ἡσυχίας ἀπολαῦσαι τῶν παρεσκευασμένων πρὸς τὴν ἑορτὴν ἀποκρίνασθαι δὲ πρὸς ταῦτα τὴν ἑορτὴν ἀληθῆ λέγεις, ἀλλʼ ἐμοῦ μὴ γενομένης οὐδʼ ἂν σὺ ἦσθα; ταῦτα δʼ ὁ Θεμιστοκλῆς πρὸς τοὺς αὖθις ἔλεγε στρατηγοὺς τῶν Ἀθηναίων ὡς οὐκ ἂν οὐδαμοῦ φανέντας, εἰ μὴ τὴν πόλιν αὐτὸς ἔσῳσεν. ἐπεὶ τοίνυν πᾶσα μὲν ἀξία σπουδῆς ἀποδημία καὶ πρᾶξις οἰκονομίας δεῖται καὶ παρασκευῆς, Ῥωμαῖοι δὲ τὸ παλαιὸν ἐν ταῖς ἑορταῖς οὐδὲν ᾠκονόμουν οὐδʼ ἐφρόντιζον ἀλλʼ ἢ4 περὶ τοὺς θεοὺς ἠσχολοῦντο καὶ τοῦτʼ ἔπραττον, ὥσπερ ἔτι νῦν προκηρύττουσιν οἱ ἱερεῖς ἐπὶ τὰς θυσίας βαδίζοντες, εἰκότως εὐθὺς οὐκ ἐξεδήμουν μετὰ τὰς ἑορτὰς οὐδʼ ἔπραττον ἀπαράσκευοι γὰρ ἦσαν, ἀλλʼ ἐκφροντίζοντες οἴκοι καὶ παρασκευαζόμενοι τὴν ἡμέραν ἐκείνην διετέλουν. ἢ καθάπερ ἔτι νῦν προσευξάμενοι καὶ προσκυνήσαντες ἐν τοῖς ἱεροῖς ἐπιμένειν καὶ καθίζειν εἰώθασιν, οὕτως οὐκ εὐθὺς ἐπέβαλλον ταῖς ἱεραῖς ἡμέραις τὰς ἐνεργούς, ἀλλʼ ἐποίουν τι διάλειμμα καὶ διάστημα, πολλὰ τῶν πραγμάτων δυσχερῆ καὶ ἀβούλητα φερόντων;
为什么人们将卡兰代、诺奈和伊杜斯的次日定为不利出行与远游之日? 是因为正如多数人认为且李维所记载的那样,在如今称为七月的屈恩蒂利斯月伊杜斯的次日,军事保民官率军出征,在阿利亚河畔被凯尔特人击败并丢失了城池?而当伊杜斯的次日被视为凶日之后,迷信便如往常那样将这一习俗推得更远,把诺奈的次日和卡兰代的次日也置于同样的戒惧之中? 抑或这种解释包含诸多不合理之处?因为他们在战斗中溃败是在另一天,他们因那条河而将该日称为阿利亚之日并予以忌避;而且尽管凶日众多,他们并不在每一个月中都防备同名之日,而仅在事情发生的那一月中防备;此外,将这种迷信一概加于所有诺奈与卡兰代的次日也是极其难以置信的。 倒不如考虑这是否正如各月份中他们将第一个月奉献给奥林匹斯诸神,而将第二个月奉献给冥界诸神——在其中他们举行某些洁净礼并向亡者献祭——那样,在各个日子中,他们也将作为起点且具有主导地位的三日(如前所述)定为节日与圣日,而将紧随其后的各日归属于神灵与亡者,视其为凶日且不宜行事之日?事实上,希腊人在新月初一日敬拜诸神,却将初二日分配给英雄与神灵,而第二座调酒缸也是为英雄与女英雄调和的。总的来说,时间是一种数,而数的起点是神圣的,因为它是单子;紧随其后的双子则与起点相对立,并且是偶数的开端。偶数是有所欠缺、不完满且不确定的,正如奇数则是确定的、赋予界限且完满的。因此,诺奈落在自卡兰代起的第五日,而伊杜斯落在自诺奈起的第九日;因为奇数划定了诸起点。然而紧随起点之后的诸日因其为偶数,既无秩序亦无力量,所以人们在这些日子里既不开创事业,亦不启程远游。 或者地米斯托克利所说的话也言之成理:据说次日曾与节日争辩,声称节日伴随着繁忙与重负,而自己却能让人在闲暇与安宁中享用为节日所准备的物品;而节日对此回答道: “你说得对,但若没有我,你也根本不会存在。” 地米斯托克利曾对后来的雅典将军们讲过这番话,意指若不是他自己拯救了城邦,他们根本不会出现在任何地方。 既然一切值得认真对待的出行与事务都需要筹划与准备,而古时的罗马人在节日期间既不打理家务亦不思虑俗务,只是专心侍奉神明并专注于此——正如直到如今祭司们前往举行祭祀时仍预先宣告的那样——那么在节日之后他们理所当然不会立即启程远游或开展事务;因为他们未作准备,而是留在家里深思熟虑并进行准备,以此度过那一天。 抑或正如人们直到如今在神庙中祈祷和膜拜之后仍习惯停留并静坐那样,他们并未立即将工作之日紧接在圣日之后,而是留出一定的停顿与间隔,因为诸多事务往往带来许多令人不悦且违背心愿的后果?
- 269eὅρα δὴ μή
命令式 ὅρα 后接 μή 与不定过去时直陈式(ἔθεντο ... ἐνόμισαν)构成的句式。它并非表示戒备或担忧的虚拟式从句(“小心切莫……”),而是作为一种审慎的探询或假设性立论(“倒不如考虑是否……”)。
- 270bνῶναι μὲν ἐπιβάλλουσι διὰ πέμπτης καλάνδαις, νώναις δʼ εἰδοὶ διʼ ἐνάτης
介词 διά 接序数词属格(διὰ πέμπτης 与 διʼ ἐνάτης),反映了罗马历法中将首尾两天均计算在内的包容性计数法:诺奈落在自卡兰代起的第5日(实际间隔4天),而伊杜斯落在自诺奈起的第9日(实际间隔8天)。作者以此奇数间隔作为奇数规定起始圣日的数论依据。
- 270bἐρίσαι ποτὲ τὴν ὑστεραίαν πρὸς τὴν ἑορτήν
该宾格不定式短语由主句的 ἔχει λόγον(“言之成理”、“有其根据”)所统辖,用以具体展开地米斯托克利所引寓言的内容(τὸ τοῦ Θεμιστοκλέους),并顺延统率至下文的 ἀποκρίνασθαι,构成间接引语。
- 270cἀλλʼ ἢ
否定表达(οὐδὲν ... οὐδʼ)之后的惯用语 ἀλλʼ ἤ,意为“除……之外”。由连词 ἀλλά 与 ἤ 融合而成,在此构成排他性限定:“除了专心侍奉神明之外,什么也不曾筹划”。
