← 普鲁塔克

罗马问题

§21-24

啄木鸟的圣别与双面雅努斯及历法期日

本节讨论了拉丁人尊崇啄木鸟的传统、雅努斯被塑造成双面神的渊源、在利比蒂娜圣所贩售丧葬用品的哲学考量,以及罗马历法中三个特定日期(卡兰代、诺奈、伊杜斯)的起源及其与月相运动的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

διὰ τί τὸν δρυοκολάπτην οἱ Λατῖνοι σέβονται καὶ ἀπέχονται πάντες ἰσχυρῶς τοῦ ὄρνιθος; πότερον ὅτι τὸν Πῖκον λέγουσιν ὑπὸ φαρμάκων τῆς γυναικὸς μεταβαλεῖν τὴν φύσιν καὶ γενόμενον δρυοκολάπτην ἀποφθέγγεσθαι λόγια καὶ χρησμῳδεῖν τοῖς ἐρωτῶσιν; ἤ τοῦτο μὲν ἄπιστόν ἐστιν ὅλως καὶ τερατῶδες, ἅτερος δὲ τῶν μύθων πιθανώτερος, ὡς ἄρα τοῖς περὶ Ῥωμύλον καὶ Ῥῶμον ἐκτεθεῖσιν1 οὐ μόνον λύκαινα θηλὴν ἐπεῖχεν, ἀλλὰ καὶ δρυοκολάπτης τις ἐπιφοιτῶν ἐψώμιζεν; ἐπιεικῶς γὰρ ἔτι καὶ νῦν ἐν τοῖς ὑπωρείοις καὶ δρυμώδεσι τόποις ὅπου φαίνεται δρυοκολάπτης, ἐκεῖ καὶ λύκος, ὡς Νιγίδιος ἱστορεῖ. ἢ μᾶλλον, ὡς ἄλλον ἄλλου θεοῦ, καὶ τοῦτον Ἄρεος ἱερὸν νομίζουσι τὸν ὄρνιν; καὶ γὰρ εὐθαρσὴς καὶ γαῦρός ἐστι καὶ τὸ ῥύγχος οὕτως ἔχει κραταιόν, ὥστε δρῦς ἀνατρέπειν, ὅταν κόπτων πρὸς τὴν ἐντεριώνην ἐξίκηται.

为什么拉丁人尊崇啄木鸟,并且全都严格地不伤害这种鸟? 是因为据说皮库斯因妻子的药物改变了天性,变成啄木鸟,发出神谕并向求问者预言? 抑或这全然难以置信且荒诞不经,而另一个神话更为可信:在罗穆路斯与雷穆斯及其同伴被遗弃时,不仅有一只母狼向他们提供乳头,还有一只啄木鸟也常来探访,一口一口喂食他们?因为通常直到现在,在山脚和林木茂密之地,只要有啄木鸟出现,那里便也有狼,正如尼吉迪乌斯所记载的那样。 或者说,正如不同的鸟归属于不同的神,他们也认为这种鸟是阿瑞斯的圣鸟?因为它勇悍而自豪,喙部极为坚固,以至于当它啄凿达到树木的核心时,足以使橡树倾倒。

§22

διὰ τί τὸν Ἰανὸν διπρόσωπον οἴονται γεγονέναι καὶ γράφουσιν οὕτω καὶ πλάττουσιν; πότερον ὅτι τῷ μὲν γένει Ἕλλην ἐκ Περραιβίας ἦν, ὡς ἱστοροῦσιν, διαβὰς δʼ εἰς Ἰταλίαν καὶ συνοικήσας τοῖς αὐτόθι βαρβάροις μετέβαλε καὶ γλῶτταν καὶ δίαιταν ἢ μᾶλλον ὅτι τοὺς περὶ τὴν Ἰταλίαν φυτοῖς ἀγρίοις καὶ ἀνόμοις χρωμένους ἔθεσιν2 εἰς ἕτερον βίου σχῆμα, πείσας γεωργεῖν καὶ πολιτεύεσθαι, μετέβαλε καὶ μετεκόσμησεν;

为什么人们认为雅努斯生有双面,并如此绘制与塑造他? 是因为如人们所记载的,他血统上是来自佩赖比亚的希腊人,渡海前往意大利并与当地的野蛮人共同生活,改变了语言与生活方式?抑或更因为他劝导意大利周围那些以野生植物为食、遵行无法习俗的人从事农耕并实行城邦治理,从而将他们改变并重塑为另一种生活形态?

§23

διὰ τί τὰ πρὸς τὰς ταφὰς πιπράσκουσιν ἐν τῷ τεμένει τῷ Λιβιτίνης νομίζοντες Ἀφροδίτην εἶναι τὴν Λιβιτίνην; πότερον καὶ τοῦτο τῶν Νομᾶ τοῦ βασιλέως φιλοσοφημάτων ἕν ἐστιν, ὅπως μανθάνωσι μὴ δυσχεραίνειν τὰ τοιαῦτα μηδὲ φεύγειν ὡς μιασμόν; ἢ μᾶλλον ὑπόμνησίς ἐστι τοῦ φθαρτὸν εἶναι τὸ γεννητόν,3 ὡς μιᾶς θεοῦ τὰς γενέσεις καὶ τὰς τελευτὰς ἐπισκοπούσης; καὶ γὰρ ἐν Δελφοῖς Ἀφροδίτης ἐπιτυμβίας ἀγαλμάτιόν ἐστι πρὸς ὃ τοὺς κατοιχομένους ἐπὶ τὰς χοὰς ἀνακαλοῦνται.

为什么人们在利比蒂娜的圣所中售卖丧葬用品,并认为利比蒂娜就是阿佛洛狄忒? 这难道也是努马国王的哲学智虑之一,旨在让人们学会不对这类事情感到厌恶,也不将其作为污秽而避之不及? 还是说,这是为了提醒人们凡受生者必会朽坏,因为是同一位女神在掌管着降生与终亡?事实上,在德尔斐也有一尊“墓上阿佛洛狄忒”的小雕像,人们在该像前呼唤死者前来接受奠酒。

§24

διὰ τί τρεῖς τοῦ μηνὸς ἀρχὰς καὶ προθεσμίας ἔχουσιν, οὐ ταὐτὸ διάστημα τῶν ἡμερῶν μεταξὺ λαμβάνοντες; πότερον, ὡς οἱ περὶ τὸν Ἰόβαν ἱστοροῦσιν, ὅτι ταῖς καλάνδαις ἐκάλουν τὸν δῆμον οἱ ἄρχοντες καὶ κατήγγελλον εἰς πέμπτην τὰς νώνας, εἰδοὺς δʼ ἡμέραν ἱερὰν ἐνόμιζον; ἢ μᾶλλον ὅτι ταῖς τῆς σελήνης διαφοραῖς ὁρίζοντες τὸν χρόνον, ἑώρων ἐν τρισὶ γιγνομένην διαφοραῖς τὴν σελήνην κατὰ μῆνα ταῖς μεγίσταις, πρώτῃ μὲν ὅτε κρύπτεται σύνοδον ποιησαμένη πρὸς ἥλιον, δευτέρᾳ δʼ ὅταν ἐκφυγοῦσα τὰς αὐγὰς τοῦ ἡλίου καταφανὴς πρῶτον ἐπὶ δυσμῶν γένηται, τρίτῃ δὲ τῇ περὶ τὴν πλήρωσιν αὐτῆς πανσελήνου γενομένης; ὀνομάζουσι δὲ τὸν μὲν ἀφανισμὸν αὐτῆς καὶ τὴν κρύψιν καλάνδας, ὅτι πᾶν τὸ κρύφα καὶ λάθρα κλάμ καὶ κηλάρι τὸ λανθάνειν· τὴν δὲ πρώτην φάσιν νώνας τῷ δικαιοτάτῳ τῶν ὀνομάτων, νουμηνίαν οὖσαν· καὶ γὰρ αὐτοὶ τὸ νέον καὶ καινὸν ὥσπερ ἡμεῖς προσαγορεύουσι· τὰς δʼ εἰδοὺς ἢ διὰ τὸ κάλλος καὶ τὸ εἶδος ὁλοκλήρου καθισταμένης τῆς σελήνης ἢ τῷ Διὶ τὴν ἐπωνυμίαν ἀποδιδόντες. οὐ δεῖ δὲ τῶν ἡμερῶν τὸν ἀκριβέστατον ἀριθμὸν διώκειν οὐδὲ τὸ παρʼ ὀλίγον συκοφαντεῖν, ὅπου καὶ νῦν ἐπίδοσιν τοσαύτην ἀστρολογίας ἐχούσης,4 περιγίγνεται τῆς ἐμπειρίας τῶν μαθηματικῶν ἡ τῆς κινήσεως ἀνωμαλία διαφεύγουσα τὸν λόγον.

为什么人们为一个月设立三个起点与规定之日,彼此之间并不采取相同的天数间隔? 是因为正如尤巴的记述那样,执政官们在卡兰代召集民众,并宣布第五天的诺奈,而视伊杜斯为圣日? 还是更因为他们根据月相的变化来划分时间,观察到月亮每月经历三种最大的变化:第一种是当它与太阳会合而隐藏时;第二种是当它脱离太阳的光芒、首次于日落时显现时;第三种是在满月时分它变得圆满之际?他们将月亮的隐匿与隐藏称为卡兰代,因为一切暗中与隐秘的事物被称为克兰,隐藏被称为凯拉雷;而将其初现以最恰当的名字称为诺奈,因为那是新月,因为他们自己也如我们一样称呼新的与新奇的事物;而称之为伊杜斯,或是因为月亮变得完满时的美丽与形态,或是将这一名称归于朱庇特。人们不应当苛求最精确的天数,也不应为微小的误差而百般挑剔,因为即便在今天天文学取得如此大发展的背景下,运动的不规则性依然逃过了计算,超出了数学家的经验。

语法注4 条
  1. 21τοῖς περὶ Ῥωμύλον καὶ Ῥῶμον ἐκτεθεῖσιν

    词组 οἱ περὶ 加宾格在惯用法中常指代核心人物及其同行者,此处即指代被遗弃的罗穆路斯与雷穆斯两兄弟。与格分词 ἐκτεθεῖσιν(被遗弃的)作为后续动词 ἐπεῖχεν 与 ἐψώμιζεν 的间接宾语(利益/关系与格)。

  2. 269aφυτοῖς ἀγρίοις καὶ ἀνόμοις χρωμένους ἔθεσιν

    分词 χρωμένους 支配两组呈交错对称结构(名词+形容词 φυτοῖς ἀγρίοις 与形容词+名词 ἀνόμοις... ἔθεσιν)的与格宾语。动词 χράομαι 一语兼摄两层涵义:一方面指以野生植物为食,另一方面指遵循野蛮习俗。

  3. 269bτοῦ φθαρτὸν εἶναι τὸ γεννητόν

    带冠词的不定式短语,充当名词 ὑπόμνησις(提醒、纪念)的同位语/解释性属格。在该不定式结构中,τὸ γεννητόν(凡受生者)是不定式 εἶναι 的宾格主语,φθαρτόν(必朽坏的)作表语形容词。

  4. 269dὅπου καὶ νῦν ἐπίδοσιν τοσαύτην ἀστρολογίας ἐχούσης

    连词 ὅπου 在此并非表示处所,而是引导一个带有对照或让步意味的背景原因状语(“在……的情形下”)。其后紧随属格独立结构 ἐπίδοσιν ... ἐχούσης,意为“即便在天文学取得如此大发展的背景下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:21-24