- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:18-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
探讨富人为何向赫拉克勒斯奉献十分之一财产、一月被确立为新年开端的历法演变与天文象征原因,以及妇女在敬奉“好女神”的祭礼中为何禁用香桃木。
διὰ τί τῷ Ἡρακλεῖ πολλοὶ τῶν πλουσίων ἐδεκάτευον τὰς οὐσίας; πότερον ὅτι κἀκεῖνος ἐν Ῥώμῃ τῶν Γηρυόνου βοῶν ἀπέθυσε τὴν δεκάτην, ἢ ὅτι Ῥωμαίους ὑπὸ Τυρρηνῶν δεκατευομένους ἀπήλλαξεν; ἢ ταῦτα μὲν οὐκ ἔχει τὴν ἱστορίαν ἀξιόπιστον, ὡς δʼ ἀδηφάγῳ τινὶ τῷ Ἡρακλεῖ καὶ εὐθοίνῳ δαψιλῶς καὶ ἀφθόνως ἀπέθυον; ἢ μᾶλλον ὡς ἐπαχθῆ τοῖς πολίταις τὸν ὑπερβάλλοντα πλοῦτον κολούοντες καὶ καθάπερ εὐεξίας ἐπʼ ἄκρον εὐσωματούσης ἀφαιροῦντες, ᾤοντο μάλιστα τιμᾶσθαι τὸν Ἡρακλέα καὶ χαίρειν ταῖς τοιαύταις ἀποχρήσεσι καὶ συστολαῖς τῶν περιττῶν, εὐτελῆ καὶ αὐτάρκη καὶ ἀπέριττον τῷ βίῳ γενόμενον;1
为什么许多富人将自己财产的十分之一献给赫拉克勒斯? 是因为他本人也在罗马将革律翁的牛群的十分之一献作祭品,还是因为他解救了正被提尔塞尼亚人征收什一税的罗马人? 抑或这些说法并没有可信的历史依据,人们只是将赫拉克勒斯视作饕餮善食且喜爱宴飨的神,才向他丰厚且慷慨地献祭? 还是说,由于过剩的财富对公民而言是沉重的负担,人们削减财富,正如削损处于巅峰而过分健壮的体魄的过剩机能一样,认为赫拉克勒斯生前生活节俭、自足且质朴,必会因人们如此耗尽并紧缩多余之物而受到最高的尊崇并感到欣悦?
διὰ τί τὸν Ἰανουάριον μῆνα νέου ἔτους ἀρχὴν λαμβάνουσι; τὸ γὰρ παλαιὸν ὁ Μάρτιος ἠριθμεῖτο πρότερος, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι τεκμηρίοις καὶ μάλιστα τῷ τὸν πέμπτον ἀπὸ τοῦ Μαρτίου Πέμπτον καὶ τὸν ἕκτον Ἕκτον ὀνομάζεσθαι, καὶ τοὺς ἄλλους ἐφεξῆς ἄχρι τοῦ τελευταίου, ὃν Δεκέμβριον καλοῦσιν ἀπὸ τοῦ Μαρτίου δέκατον ἀριθμούμενον. ἐξ οὗ δὴ καὶ παρέστη τισὶν οἴεσθαι καὶ λέγειν ὡς οὐ δώδεκα μησὶν ἀλλὰ δέκα συνεπλήρουν οἱ τότε Ῥωμαῖοι τὸν ἐνιαυτὸν ἐνίοις τῶν μηνῶν ἡμέρας πλείονας τῶν τριάκοντα προστιθέντες. ἄλλοι δʼ ἱστοροῦσι τὸν μὲν Δεκέμβριον ἀπὸ τοῦ Μαρτίου δέκατον εἶναι, τὸν δʼ Ἰανουάριον ἑνδέκατον, τὸν δὲ Φεβρουάριον δωδέκατον, ἐν ᾧ καθαρμοῖς τε χρῶνται καὶ τοῖς φθιμένοις ἐναγίζουσι τοῦ ἐνιαυτοῦ τελευτῶντος. μετατεθῆναι δὲ τούτους καὶ γενέσθαι τὸν Ἰανουάριον πρῶτον, ὅτι τῇ νουμηνίᾳ τούτου τοῦ μηνός, ἣν ἡμέραν καλάνδας Ἰανουαρίας καλοῦσιν, οἱ πρῶτοι κατεστάθησαν ὕπατοι, τῶν βασιλέων ἐκπεσόντων. πιθανώτεροι δʼ εἰσὶν οἱ λέγοντες ὅτι τὸν μὲν Μάρτιον ὁ Ῥωμύλος πολεμικὸς καὶ ἀρειμάνιος ὢν καὶ δοκῶν ἐξ Ἄρεος γεγονέναι προέταξε τῶν μηνῶν ἐπώνυμον ὄντα τοῦ Ἄρεος· Νομᾶς δʼ αὖθις εἰρηνικὸς γενόμενος καὶ πρὸς ἔργα τῆς γῆς φιλοτιμούμενος τρέψαι τὴν πόλιν ἀποστῆσαι δὲ τῶν πολεμικῶν, τῷ Ἰανουαρίῳ τὴν ἡγεμονίαν ἔδωκε καὶ τὸν Ἰανὸν εἰς τιμὰς προήγαγε μεγάλας, ὡς πολιτικὸν καὶ γεωργικὸν μᾶλλον ἢ πολεμικὸν γενόμενον. ὅρα δὲ μὴ μᾶλλον ὁ Νομᾶς τῇ φύσει προσήκουσαν ἀρχὴν ἔλαβε τοῦ ἔτους ὡς πρὸς ἡμᾶς.2 καθόλου μὲν γὰρ οὐδέν ἐστι φύσει τῶν ἐν κύκλῳ περιφερομένων οὔτʼ ἔσχατον οὔτε πρῶτον, νόμῳ δʼ ἄλλην ἄλλοι τοῦ χρόνου λαμβάνουσιν ἀρχὴν ἄριστα δʼ οἱ τὴν μετὰ τροπὰς χειμερινὰς λαμβάνοντες, ὁπηνίκα τοῦ πρόσω βαδίζειν πεπαυμένος ὁ ἥλιος ἐπιστρέφει καὶ ἀνακάμπτει πάλιν πρὸς ἡμᾶς· γίγνεται γὰρ ἀνθρώποις τρόπον τινὰ κατὰ φύσιν τὸν μὲν τοῦ φωτὸς αὔξουσα χρόνον ἡμῖν, μειοῦσα δὲ τὸν τοῦ σκότους,3 ἐγγυτέρω δὲ ποιοῦσα τὸν κύριον καὶ ἡγεμόνα τῆς ῥευστῆς οὐσίας ἁπάσης.
为什么人们将一月视作新一年的开端? 因为古时候三月被算作首月,这从许多其他证据中都可以看出来,尤其是从三月算起的第五个月被称为“第五月”(奎因提利斯),第六个月被称为“第六月”(塞克斯提利斯),其余月份依序顺延,直至从三月算起排在第十、被称为德肯贝尔(十二月)的最后一个月。正因如此,有些人便以为并声称当时的罗马人不是用十二个月而是用十个月来填满一整年,并在某些月份上添加了超过三十天的时间。然而另一些人记载,十二月是从三月算起的第十个月,一月是第十一个月,二月是第十二个月,在二月岁末之际人们举行洁净仪式并祭悼亡者;而这些月份被调动位置、一月成为首月,是因为在国王被逐之后,最初的执政官正是在这一月的新月之日就职的,那一天被称为“一月的卡兰代”。 但那些说下述缘由的人更为可信:罗穆路斯好战且尚武,被视作阿瑞斯之子,因而将以阿瑞斯之名命名的三月置于诸月之首;而努马为人和平,一心渴望将城邦引导向农耕劳作并远离战事,遂将首位赋予一月,并将雅努斯推崇至极高的荣光,因为雅努斯偏于城邦治理与农耕而非偏于战争。然而,试看努马是否更是采纳了一个就我们而言与自然相合的一年开端。因为总的来说,在作圆周运动的事物中,依自然本性并无终末亦无初始,人们只是依循习俗各自采用不同的时间起点;而最善者则是那些采纳冬至之后开端的人,彼时太阳不再继续前行,而是折返并重新朝向我们;因为这一开端在某种意义上顺应了人类的自然天性,它为我们增加了光明的时间,减少了黑暗的时间,并使一切流动物质的主宰与先导者距我们更近。
διὰ τί τῇ γυναικείᾳ θεῷ, ἣν Ἀγαθὴν καλοῦσιν, κοσμοῦσαι σηκὸν αἱ γυναῖκες οἴκοι μυρσίνας οὐκ εἰσφέρουσι, καίτοι πᾶσι φιλοτιμούμεναι χρῆσθαι τοῖς βλαστάνουσι καὶ ἀνθοῦσι; πότερον, ὡς οἱ μυθολογοῦντες ἱστοροῦσι, Φαύνου μὲν ἦν γυνὴ τοῦ μάντεως, οἴνῳ δὲ χρησαμένη κρύφα καὶ μὴ λαθοῦσα ῥάβδοις ὑπὸ τοῦ ἀνδρὸς ἐκολάσθη μυρσίνης, ὅθεν μυρσίνην μὲν οὐκ εἰσφέρουσιν, οἶνον δʼ αὐτῇ σπένδουσι, γάλα προσαγορεύουσαι; ἢ πολλῶν μὲν ἁγναὶ μάλιστα δʼ ἀφροδισίων τὴν ἱερουργίαν ἐκείνην ἐπιτελοῦσιν; οὐ γὰρ μόνον ἐξοικίζουσι τοὺς ἄνδρας, ἀλλὰ καὶ πᾶν ἄρρεν ἐξελαύνουσι τῆς οἰκίας, ὅταν τὰ νενομισμένα τῇ θεῷ ποιῶσι. τὴν οὖν μυρσίνην ὡς ἱερὰν Ἀφροδίτης ἀφοσιοῦνται· καὶ γὰρ ἣν νῦν Μουρκίαν Ἀφροδίτην καλοῦσι, Μυρτίαν τὸ παλαιὸν ὡς ἔοικεν ὠνόμαζον.
为什么妇女们在家中为被称为“好女神”的女性之神装饰神龛时,尽管渴望使用一切发芽与开花之物,却不带入香桃木? 是因为如神话讲述者所记载的那样,她是预言家法乌努斯的妻子,因秘密饮酒而未能瞒过丈夫,遂被丈夫用香桃木杖责罚,所以她们不带入香桃木,却向她奠酒并称之为奶? 抑或她们主持那一祭礼时,在许多事情上保持洁净,尤其是远离房事?因为每当她们为女神举行规定之礼时,不仅将男人们遣出家门,甚至将家中所有的雄性驱逐出去。因此她们将香桃木视为阿佛洛狄忒的圣物而加以禁忌。因为如今被称为穆尔基亚的阿佛洛狄忒,古时候似乎被称为米尔蒂亚(香桃木的阿佛洛狄忒)。
- 18ᾤοντο μάλιστα τιμᾶσθαι τὸν Ἡρακλέα καὶ χαίρειν ταῖς τοιαύταις ἀποχρήσεσι καὶ συστολαῖς τῶν περιττῶν, εὐτελῆ καὶ αὐτάρκη καὶ ἀπέριττον τῷ βίῳ γενόμενον
在“宾格加不定式”结构中,宾格 τὸν Ἡρακλέα 充当不定式 τιμᾶσθαι(被动态)与 χαίρειν(主动态)的逻辑主语;句末的分词短语 εὐτελῆ καὶ αὐτάρκη καὶ ἀπέριττον τῷ βίῳ γενόμενον 亦在格(单数阳性宾格)上与赫拉克勒斯保持一致,修饰赫拉克勒斯,而非主句动词 ᾤοντο 的主语(富人们)。
- 268cὅρα δὲ μὴ μᾶλλον ὁ Νομᾶς τῇ φύσει προσήκουσαν ἀρχὴν ἔλαβε τοῦ ἔτους ὡς πρὸς ἡμᾶς
命令式 ὅρα 之后接 μή 与直陈式过去时(ἔλαβε),构成表审慎推测或立论提议的句式:“试看努马是否更是采纳了……”。此处使用直陈式而非虚拟式,表明说话者倾向于认为过去的这一事实极有可能成立。
- 268dγίγνεται γὰρ ἀνθρώποις τρόπον τινὰ κατὰ φύσιν τὸν μὲν τοῦ φωτὸς αὔξουσα χρόνον ἡμῖν, μειοῦσα δὲ τὸν τοῦ σκότους
动词 γίγνεται 的逻辑主语可由前文推断为“冬至之后的开端”(ἡ μετὰ τροπὰς χειμερινὰς ἀρχή)。句中的阴性单数现在分词 αὔξουσα、μειοῦσα 和 ποιοῦσα 与这一隐涵的阴性主语 ἀρχή 保持性数一致,充当原因或说明性的状语。
