- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:108-111
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段探讨了罗马人避忌近亲通婚的缘由(第108问),狄阿利斯祭司被禁止接触面粉、面酵(第109问)及生肉(第110问)的禁忌,以及禁止该祭司接触与称呼犬和山羊的原因(第111问)。
διὰ τί δὲ τὰς ἐγγὺς γένους οὐ γαμοῦσι; πότερον αὔξειν τοῖς γάμοις βουλόμενοι τὰς οἰκειότητας καὶ συγγενεῖς πολλοὺς ἐπικτᾶσθαι, διδόντες ἑτέροις καὶ λαμβάνοντες παρʼ ἑτέρων γυναῖκας; ἢ φοβούμενοι τὰς ἐν τοῖς γάμοις τῶν συγγενῶν διαφορὰς ὡς τὰ φύσει δίκαια προσαπολλυούσας; ἢ πολλῶν βοηθῶν τὰς γυναῖκας ὁρῶντες διʼ ἀσθένειαν δεομένας, οὐκ ἐβούλοντο τὰς ἐγγὺς γένους συνοικίζειν, ὅπως, ἂν οἱ ἄνδρες ἀδικῶσιν αὐτάς, οἱ συγγενεῖς βοηθῶσιν;
为什么他们不迎娶近亲女性? 难道是因为他们希望通过婚姻扩大姻亲关系,通过把女子嫁与他人并从他人处迎娶女子来获得众多亲族? 抑或是因为害怕亲族在婚姻中产生的龃龉,认为这会进一步破坏基于自然的正义? 还是因为他们看到妇女因柔弱而需要诸多援助者,便不愿让近亲女性嫁于同一家族之内,以便在丈夫侵害她们时,亲族能够施以援手?
διὰ τί τῷ ἱερεῖ τοῦ Διός, ὃν Φλάμινα Διᾶλιν καλοῦσιν, οὐκ ἐξῆν ἀλεύρου θιγεῖν, οὐδὲ ζύμης; ἢ τὸ μὲν ἄλευρον ἀτελὴς τροφὴ καὶ ἄπεπτός ἐστιν; οὔτε γὰρ ὃ ἦν μεμένηκεν ὁ πυρὸς οὔθʼ ὅ δεῖ γενέσθαι γέγονεν ὁ ἄρτος, ἀλλὰ καὶ τὴν σπέρματος δύναμιν ἀπολώλεκεν ἅμα καὶ τὴν σιτίου χρείαν οὐκ ἔσχηκε. διὸ καὶ μυλήφατον ὁ ποιητὴς ἄλφιτον ἐκ μεταφορᾶς ὠνόμασεν ὥσπερ φονευόμενον ἐν τῷ ἀλέτῳ καὶ φθειρόμενον. ἡ δὲ ζύμη καὶ γέγονεν ἐκ φθορᾶς αὐτὴ καὶ φθείρει τὸ φύραμα μειγνυμένη· γίγνεται γὰρ ἄτονον καὶ ἀδρανὲς καὶ ὅλως ἔοικε σῆψις ἡ ζύμωσις εἶναι· πλεονάσασα γοῦν ἀποξύνει παντάπασι καὶ φθείρει τὸ ἄλευρον.
为什么被称为狄阿利斯祭司的朱庇特祭司不被允许触碰面粉和面酵? 难道是因为面粉是一种未完备且未熟的食物?因为小麦既未保留原样,也未成为应当成为的面包,反而在丧失种子的力量的同时,亦未具备食物的效用。因此诗人亦以隐喻称大麦粉为“被石磨杀戮之物”,如同在磨碾之中被宰杀毁坏一般。 至于面酵,其本身既出于腐烂,混合之后又腐蚀面团;因为面团会变得松弛无力,而发酵全然类似腐败;若是过多,则会使面粉完全酸坏败坏。
διὰ τί καὶ σαρκὸς ὠμῆς ἀπείρηται τῷ ἱερεῖ ψαύειν; πότερον ὠμοφαγίας πάνυ πόρρωθεν ἀποτρέπει τὸ ἔθος, ἢ διʼ ἣν τὸ ἄλευρον αἰτίαν ἀφοσιοῦνται καὶ τὸ κρέας; οὔτε γάρ ἐστι ζῷον οὔτε ὄψον ἤδη γέγονεν. ἡ γὰρ ἕψησις καὶ ὄπτησις ἀλλοίωσις οὖσα καὶ μετακόσμησις ἐξίστησι τὴν μορφήν, τὸ δὲ πρόσφατον καὶ ὠμὸν οὐδὲ τὴν ὄψιν ἔχει καθαρὰν καὶ ἀμίαντον, ἀλλʼ εἰδεχθῆ καὶ ἑλκώδη.
为什么祭司亦被禁止触摸生肉? 难道这一习俗是为了极力使人远离生食,抑或是出于厌弃面粉的同一原因而忌避生肉?因为它既不再是活物,又尚未成为熟食。因为煮熟与烤炙乃是改变与转化,能改换其形态,然而新鲜生肉的外观甚至毫无洁净无暇之处,反显丑陋如溃疡。
διὰ τί δὲ κυνὸς καὶ αἰγὸς ἐκέλευον ἀπέχεσθαι τὸν ἱερέα, μήθʼ ἁπτόμενον μήτʼ ὀνομάζοντα; πότερον τῆς μὲν αἰγὸς βδελυττόμενοι τὸ ἀκόλαστον καὶ δυσῶδες, ἢ φοβούμενοι τὸ νοσηματικόν; δοκεῖ γὰρ ἐπιληψίᾳ καταλαμβάνεσθαι μάλιστα τῶν ζῴων καὶ προσαναχρώννυσθαι τοῖς φαγοῦσιν ἢ θιγοῦσιν ὑπὸ τοῦ πάθους ἐχομένης.1 αἰτίαν δὲ λέγουσι τὴν στενότητα τῶν πνευματικῶν πόρων πολλάκις ἐπιλαμβανομένων, τεκμαιρόμενοι τῇ λεπτότητι τῆς φωνῆς. καὶ γὰρ ἀνθρώπων ὅσοις ἐπιληπτίζουσι συμβαίνει φθέγγεσθαι, μηκασμῷ παραπλησίαν φωνὴν ἀφιᾶσι. τῷ δὲ κυνὶ τοῦ μὲν ἀκολάστου καὶ δυσώδους ἧττον ἴσως μέτεστι· καίτοι φασὶν ἔνιοι μήτε τῆς Ἀθηναίων ἀκροπόλεως ἐπιβαίνειν κύνα μήτε τῆς Δηλίων νήσου διὰ τὴν ἐμφανῆ μεῖξιν, ὥσπερ βοῶν καὶ συῶν καὶ ἵππων ἐν θαλάμοις ἀλλʼ οὐκ ἐμφανῶς καὶ ἀνέδην ὀχευόντων. τὴν γὰρ ἀληθινὴν αἰτίαν ἀγνοοῦσιν ὅτι μάχιμον ὄντα τὸν κύνα τῶν ἀσύλων καὶ ἁγίων ἐξείργουσιν ἱερῶν, ἀσφαλῆ καταφυγὴν τοῖς ἱκέταις διδόντες. εἰκὸς μὲν οὖν ἐστι καὶ τὸν ἱερέα τοῦ Διὸς ὥσπερ ἔμψυχον καὶ ἱερὸν ἄγαλμα καταφύξιμον ἀνεῖσθαι τοῖς δεομένοις καὶ ἱκετεύουσι, μηδενὸς ἀπείργοντος μηδʼ ἐκφοβοῦντος. διὸ κλινίδιον μὲν ἦν αὐτοῦ κείμενον ἐν τῷ θυρῶνι τῆς οἰκίας ὁ δὲ προσπεσὼν τοῖς γόνασι τὴν ἡμέραν ἐκείνην ἄδειαν εἶχε πληγῶν καὶ κολάσεως· εἰ δὲ δεσμώτης φθαίη προσελθών,2 ἐλύετο· τοὺς δὲ δεσμοὺς ἐκτὸς οὐ κατὰ θύρας ἀλλʼ ὑπὲρ τοῦ στέγους ἀπερρίπτουν. οὐδὲν οὖν ὄφελος ἦν οὕτως αὑτὸν ἥμερον παρέχειν καὶ φιλάνθρωπον, εἰ κύων προειστήκει δεδιττόμενος καὶ ἀπερύκων τοὺς προσφυγεῖν δεομένους. οὐ μὴν οὐδὲ καθαρεύειν ᾤοντο παντάπασιν οἱ παλαιοὶ τὸ ζῷον καὶ γὰρ Ὀλυμπίων μὲν οὐδενὶ θεῶν καθιέρωται, χθονίᾳ δὲ δεῖπνον Ἑκάτῃ πεμπόμενος εἰς τριόδους ἀποτροπαίων καὶ καθαρσίων ἐπέχει μοῖραν. ἐν δὲ Λακεδαίμονι τῷ φονικωτάτῳ θεῶν Ἐνυαλίῳ σκύλακας ἐντέμνουσι· Βοιωτοῖς δὲ δημοσίᾳ καθαρμός ἐστι κυνὸς διχοτομηθέντος τῶν μερῶν διεξελθεῖν3 αὐτοὶ δὲ Ῥωμαῖοι τοῖς Λυκαίοις, ἃ Λουπερκάλια καλοῦσιν, ἐν τῷ καθαρσίῳ μηνὶ κύνα θύουσιν. ὅθεν οὐκ ἀπὸ τρόπου τοῖς τὸν ὑπέρτατον καὶ καθαρώτατον εἰληφόσι θεραπεύειν θεὸν ἀπειρῆσθαι κύνα ποιεῖσθαι συνήθη καὶ σύνοικον.
为什么他们勒令祭司远离犬与山羊,既不可触碰,亦不可称其名? 难道对于山羊,是因为厌弃其放荡与恶臭,抑或是畏惧其易患疾病?因为在各种动物之中,山羊似乎最易罹患癫痫,并在受此病折磨时将病症传染给食用或触碰之人。他们说其原因为呼吸通道狭窄且频繁闭塞,由其叫声细弱推断出此点;因为凡是在发作癫痫时发出声响的人,所发出的声音都极似羊鸣。 至于犬,其放荡与恶臭或许相对较轻;尽管有人声称犬不得踏入雅典人的卫城与提洛岛,是由于其公然交配——仿佛牛、猪与马都是在内室交配而非公开肆意的一般!因为他们不知真正原因在于:犬性好斗,故将其逐出不可侵犯的神圣庙宇,以给祈求庇护者提供安全的避难所。因此,朱庇特祭司自然亦应如同一尊活生生的神圣雕像,被奉献给有需求与祈求庇护者作为避难之所,没有任何事物阻拦或惊吓〔他们〕。为此,一张小床摆放在其门厅之中,凡伏倒在他膝前的人,在那一日便享有免受鞭笞与惩罚的豁免;若有囚徒抢先奔至他面前,便获释解;而囚犯的绳索不是经由大门,而是从屋顶抛向屋外。因此,若有一只犬守在前方恐吓并逐退那些需要前来避难之人,他使自己表现得如此温和仁爱便毫无益处。 不仅如此,古人甚至认为这种动物绝非洁净。因为犬未曾献给任何奥林匹斯诸神,而是作为冥界赫卡忒的餐食被送往三岔路口,承担着禳解与洁净的作用。在拉刻代蒙,他们把幼犬切碎祭献给诸神中最为嗜杀的厄倪阿利奥斯;而在玻俄提亚人中,有一项公同的洁净仪式,即从被切为两半的犬身部位之间穿过;罗马人自己亦在他们称为卢佩卡利亚的吕卡亚节上,于洁净之月宰杀犬只献祭。由此看来,凡承担侍奉至高至洁之神职责的人,被禁止与犬亲昵及同居一室,并非不合情理。
- 290aὑπὸ τοῦ πάθους ἐχομένης
属格绝对结构。句中省略了其逻辑主语名词(此处指前文提及的“山羊”τῆς αἰγός),意为“当山羊受到病痛折磨时”。在语境中承接上文的 τῆς αἰγός 即可明确其主语。
- 290cφθαίη προσελθών
动词 φθάνω(希求式 φθαίη)与补充助动分词(προσελθών)连用的典型句式,表达“抢先到达”或“先一步赶到”之意。
- 290dτῶν μερῶν διεξελθεῖν
复合动词 διεξέρχομαι 支配表示穿过空间的属格(τῶν μερῶν),意为“穿行于……部位之间”。前置的 κυνὸς διχοτομηθέντος 则作为修饰 τῶν μερῶν 的定语属格(“被切成两半的犬的部位”)。
