- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:103-107
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节讨论了为何私生子被称为斯普里乌斯、狄俄倪索斯为何被称为利伯尔·帕特尔、为何节日里出嫁的是寡妇而非处女、普里米革尼亚福尔图娜崇拜的起源,以及戏剧演员被称为希斯特里奥内斯的缘由。
διὰ τί τοὺς ἀπάτορας σπορίους υἱοὺς καλοῦσιν; οὐ γάρ, ὡς Ἕλληνες νομίζουσι, καὶ λέγουσιν οἱ ῥήτορες ἐν ταῖς δίκαις, συμφορητοῦ τινος καὶ κοινοῦ σπέρματος γεγόνασιν, ἀλλʼ ἔστιν ὁ Σπόριος τῶν πρώτων ὀνομάτων, ὡς ὁ Σέξτος καὶ ὁ Δέκιμος καὶ ὁ Γάιος. τὰ δὲ πρῶτα τῶν ὀνομάτων οὐχ ὁλογραφοῦσιν ἀλλʼ ἢ1 διʼ ἑνὸς γράμματος, ὡς τὸν Τίτον καὶ τὸν Λούκιον καὶ τὸν Μᾶρκον, ἢ διὰ δυοῖν, ὡς τὸν Τιβέριον καὶ τὸν Γναῖον, ἢ διὰ τριῶν, ὡς τὸν Σέξτον καὶ τὸν Σερούιον. ἔστιν οὖν καὶ ὁ Σπόριος τῶν διὰ δυοῖν γραφομένων, τοῦ ς καὶ τοῦ π. γράφουσι δὲ διὰ τούτων καὶ τοὺς ἀπάτορας σίνε πάτρε οἷον ἄνευ πατρός, τῷ μὲν ς τὸ σίνε τῷ δὲ π τὸ πάτρε σημαίνοντες. τοῦτʼ οὖν τὴν πλάνην ἐποίησε, τὸ διὰ τῶν αὐτῶν γραμμάτων τὸ σίνε πάτρε καὶ τὸν Σπόριον γράφεσθαι. λεκτέον δὲ καὶ τὸν ἕτερον λόγον, ἔστι δʼ ἀτοπώτερος· τοὺς γὰρ Σαβίνους φασὶ τὸ τῆς γυναικὸς αἰδοῖον ὀνομάζειν σπόριον, εἶθʼ οἷον ἐφυβρίζοντας οὕτω προσαγορεύειν τὸν ἐκ γυναικὸς ἀγάμου καὶ ἀνεγγύου γεγενημένον.
为什么他们把无父之子称为斯普里乌斯之子? 因为这并非如希腊人所认为、演说家们在法庭上所说的那样,是由于他们出自某种杂凑而共通的精种,而是因为斯普里乌斯乃是本名之一,正如塞克斯图斯、德基穆斯和盖乌斯一样。他们并不完整书写本名,而是或用单个字母(如提图斯、卢基乌斯和马尔库斯),或用两个字母(如提贝里乌斯和格奈乌斯),或用三个字母(如塞克斯图斯和塞尔维乌斯)。因此,斯普里乌斯也是用两个字母(即S和P)书写的那一类。而他们也用这两个字母书写无父之子,即sine patre,意为“无父”,用S表示sine,用P表示patre。因此,正是用相同的字母书写sine patre和斯普里乌斯这一点造成了误解。 但也必须提及另一种说法,尽管它更为荒诞不经:因为他们说萨宾人将女性私处称为sporion,随后便借此含着侮辱意味,把未婚且未定婚配的女子所生之人如此称呼。
διὰ τί τὸν Διόνυσον Λίβερουμ Πάτρεμ καλοῦσι; πότερον ὡς ἐλευθερίας πατέρα τοῖς πιοῦσι γιγνόμενον; γίγνονται γὰρ οἱ πολλοὶ θρασεῖς καὶ παρρησίας ὑποπιμπλῶνται περὶ τὰς μέθας· ἢ ὅτι τὴν λοιβὴν παρέσχεν; ἤ, ὡς Ἀλέξανδρός φησιν, ἀπὸ τοῦ περὶ Ἐλευθερὰς τῆς Βοιωτίας Ἐλευθερέως Διονύσου προσαγορευομένου;
为什么他们把狄俄倪索斯称为利伯尔·帕特尔? 难道是因为对于饮酒者而言,他成了自由之父?因为多数人在醉酒时会变得大胆并充满直言之气。抑或因为他赐予了奠酒?还是如亚历山大所说,源于玻俄提亚埃琉忒赖附近被称为埃琉忒柔斯的狄俄倪索斯?
διὰ τίνα αἰτίαν ἐν ταῖς δημοσίαις ἑορταῖς ἔθος οὐκ ἔστι γαμεῖσθαι παρθένους, αἱ δὲ χῆραι γαμοῦνται; πότερον, ὡς ὁ Βάρρων εἴρηκεν, ὅτι λυπούμεναι μὲν αἱ παρθένοι γαμοῦνται, χαίρουσαι δʼ αἱ γυναῖκες, ἑορτῇ δὲ δεῖ μηδὲν λυπουμένους ποιεῖν μηδὲ πρὸς ἀνάγκην; ἢ μᾶλλον ὅτι ταῖς μὲν παρθένοις καλὸν μὴ ὀλίγων ταῖς δὲ χήραις αἰσχρὸν πολλῶν παρόντων γαμεῖσθαι; ζηλωτὸς γὰρ ὁ πρῶτος γάμος ὁ δὲ δεύτερος ἀπευκταῖος· αἰσχύνονται γάρ, ἂν ζώντων τῶν προτέρων ἑτέρους λαμβάνωσιν, ὀδύρονται δέ, ἂν ἀποθανόντων. ὅθεν ἡσυχίᾳ χαίρουσι μᾶλλον ἢ θορύβοις καὶ προπομπαῖς. αἱ δʼ ἑορταὶ περισπῶσι τοὺς πολλούς, ὥστε τοῖς τοιούτοις μὴ σχολάζειν. ἢ ὅτι καὶ τὰς Σαβίνων θυγατέρας ἁρπάσαντες ἐν ἑορτῇ παρθένους οὔσας εἰς πόλεμον κατέστησαν, ἐξοιωνίσαντο τὸ γαμεῖν2 παρθένους ἐν ἱεραῖς ἡμέραις;
究竟出于什么原因,在公共节日里没有处女出嫁的习俗,而寡妇却在这时出嫁? 难道是如瓦罗所说,因为处女是在悲伤中出嫁,而成熟妇女则在欣喜中出嫁,但在节日里不应怀着悲伤或出于被迫做任何事? 抑或宁可说,对于处女而言在不少人面前出嫁是光彩的,而对于寡妇而言在众人面前出嫁则是羞耻的?因为初婚令人艳羡,再婚却当避忌;若前夫尚在而改嫁他人,她们感到羞惭,若前夫已死,她们则悲泣。因此她们喜爱平静,而不喜喧闹与送亲行列。此外,节日吸引了大多数人,使他们无暇顾及此类事务。 还是因为他们曾在节日中掳掠了尚为处女的萨宾女子而引发战争,因而把在神圣之日迎娶处女视为凶兆而加以避忌?
διὰ τί Ῥωμαῖοι Τύχην σέβονται Πριμιγένειαν, ἣν ἄν τις εἴποι πρωτογένειαν; ἆρʼ ὅτι Σερουίῳ κατὰ τύχην, ὥς φασιν, ἐκ θεραπαινίδος γενομένῳ βασιλεῦσαι τῆς Ῥώμης ἐπιφανῶς ὑπῆρξεν; οὕτω γάρ οἱ πολλοὶ Ῥωμαίων ὑπειλήφασιν. ἢ μᾶλλον ὅτι τῆς Ῥώμης ἡ τύχη παρέσχε τὴν ἀρχὴν καὶ τὴν γένεσιν; ἢ φυσικώτερον ἔχει λόγον τὸ πρᾶγμα καὶ φιλοσοφώτερον, ὡς τὴν τύχην πάντων οὖσαν ἀρχὴν καὶ τὴν φύσιν ἐκ τοῦ κατὰ τύχην συνισταμένην,3 ὅταν τισὶν ὡς ἔτυχεν ἀποκειμένοις τάξις ἐγγένηται;
为什么罗马人崇拜被人们称为“初生之运”的普里米革尼亚福尔图娜? 难道是因为塞尔维乌斯据传出于运气由女奴所生,却得以显赫地统治罗马?因为多数罗马人都是这样认为的。 抑或宁可说是因为命运赐予了罗马起源与诞生? 还是说此事具有更自然的物理学与哲学层面的理由:命运乃万物之始,当秩序进入随意堆放的事物之中时,自然便由出于命运偶然之物构成?
διὰ τί τοὺς περὶ τὸν Διόνυσον τεχνίτας ἱστρίωνας Ῥωμαῖοι, καλοῦσιν; ἢ διʼ ἣν αἰτίαν Κλούβιος Ῥοῦφος ἱστόρηκε; φησὶ γὰρ ἐν τοῖς πάνυ παλαιοῖς χρόνοις Γαΐου τε Σουλπικίου καὶ Λικινίου Στόλωνος ὑπατευόντων, λοιμώδη νόσον ἐν Ῥώμῃ γενομένην πάντας ὁμαλῶς διαφθεῖραι τοὺς ἐπὶ σκηνὴν προερχομένους· δεηθεῖσιν οὖν αὐτοῖς ἐκ Τυρρηνίας ἐλθεῖν πολλοὺς καὶ ἀγαθοὺς τεχνίτας, ὧν τὸν πρωτεύοντα δόξῃ καὶ χρόνον πλεῖστον ἐνευημεροῦντα τοῖς θεάτροις Ἵστρον ὀνομάζεσθαι· καὶ διὰ τοῦτο πάντας ἱστρίωνας ἀπʼ ἐκείνου προσαγορεύεσθαι.
为什么罗马人把狄俄倪索斯的戏剧艺人称为希斯特里奥内斯? 难道是出于克鲁维乌斯·鲁福斯所记载的原因?因为他说在极古老的时代,当盖乌斯·苏尔皮基乌斯和利基尼乌斯·斯托洛担任执政官时,罗马发生了一场瘟疫,将登台献艺者一概夺去性命;于是应他们请求,从伊特鲁里亚来了许多优秀的艺人,其中在名声上独占鳌头且在剧场中享誉最久的一人名叫希斯特尔;正因如此,所有人都因他而被冠以希斯特里奥内斯之名。
- 103ἀλλʼ ἢ
紧随否定句 οὐχ ὁλογραφοῦσιν 之后的 ἀλλʼ ἤ 是表示除外的习惯用法,意为“除了……之外”。在此处意指“除了用一个、两个或三个字母缩写之外,他们不完整拼写名字”。
- 289bἐξοιωνίσαντο τὸ γαμεῖν
动词 ἐξοιωνίζομαι 本义为“通过鸟占视作不祥之兆”,引申为“视为凶兆而避忌”,此处直接以冠词加不定式短语 τὸ γαμεῖν παρθένους 作宾语,意为“将迎娶处女视为不吉而予以忌避”。
- 289cὡς τὴν τύχην πάντων οὖσαν ἀρχὴν καὶ τὴν φύσιν ἐκ τοῦ κατὰ τύχην συνισταμένην
由 ὡς 引出的宾格分词结构(οὖσαν 和 συνισταμένην),用以补充说明前述的 λόγον,表达一种观点或哲学理据的内容:“即认为命运为万物之始,而自然乃是由依凭运气偶然生成之物所构成”。
