← 普鲁塔克

罗马问题

§112-113

朱庇特祭司的植物禁忌与公职特权

探讨朱庇特祭司为何被禁止触摸常春藤及从葡萄架下走过,以及为何他被禁止担任公职却享有长官级别的崇高特权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§112

διὰ τίνα δʼ αἰτίαν οὐδὲ κιττοῦ θιγεῖν ἐφεῖτο τῷ ἱερεῖ τοῦ Διός, οὐδʼ ὁδὸν διελθεῖν ἀναδενδράδος ἄνωθεν διατεταμένης; ἢ τοῦτο μὲν ὅμοιόν ἐστι τῷ μὴ ἐσθίειν ἐπὶ δίφρου, μηδʼ ἐπὶ χοίνικος καθῆσθαι, μηδὲ σάρον ὑπερβαίνειν, οὐ ταῦτα τῶν Πυθαγορικῶν δεδιότων καὶ φυλαττομένων ἀλλʼ ἕτερα τούτοις ἀπαγορευόντων;1 καὶ γὰρ τὸ ὑπʼ ἄμπελον ὑποπορεύεσθαι τὴν ἀναφορὰν ἐπὶ τὸν οἶνον εἶχεν, ὡς οὐ θεμιτὸν τῷ ἱερεῖ μεθύσκεσθαι. τῶν γὰρ μεθυσκομένων ὑπὲρ κεφαλῆς ὁ οἶνός ἐστι καὶ πιέζονται καὶ ταπεινοῦνται, δέον ὑπερτέρους εἶναι2 καὶ κρατεῖν ἀεὶ τῆς ἡδονῆς ταύτης ἀλλὰ μὴ κρατεῖσθαι. τὸν δὲ κιττὸν πότερον ὡς ἄκαρπον καὶ ἄχρηστον ἀνθρώποις, ἀδρανῆ δὲ καὶ διʼ ἀσθένειαν ἑτέρων ὀχούντων δεόμενον, σκιᾷ δὲ καὶ χλωρότητος ὄψει γοητεύοντα τοὺς πολλούς, οὐκ ᾤοντο δεῖν3 ἀσύμβολον ἐν ταῖς οἰκίαις μάτην ἐντρέφεσθαι καὶ περιπλέκεσθαι, βλαβερὸν ὄντα τοῖς προσδεχομένοις φυτοῖς; ἢ ὡς τῆς γῆς ἐχόμενον; διὸ τῶν μὲν ὀλυμπίων ἱερῶν εἴργεται, καὶ οὔτʼ ἐν Ἥρας Ἀθήνησιν οὔτε Θήβησιν ἐν Ἀφροδίτης ἴδοι τις ἂν κιττόν· Ἀγριωνίοις δὲ καὶ Νυκτελίοις, ὧν τὰ πολλὰ διὰ σκότους δρᾶται, πάρεστιν. ἢ καὶ τοῦτο συμβολικὴ θιάσων καὶ βακχευμάτων ἀπαγόρευσις ἦν; αἱ γὰρ ἔνοχοι τοῖς βακχικοῖς πάθεσι γυναῖκες εὐθὺς ἐπὶ τὸν κιττὸν φέρονται, καὶ σπαράττουσι δραττόμεναι ταῖς χερσὶ καὶ διεσθίουσαι τοῖς στόμασιν ὥστε μὴ παντελῶς ἀπιθάνους εἶναι τοὺς λέγοντας ὅτι καὶ πνεῦμα μανίας ἔχων ἐγερτικὸν καὶ παρακινητικὸν ἐξίστησι καὶ ταράττει, καὶ ὅλως ἄοινον ἐπάγει μέθην καὶ χαρὰν τοῖς ἐπισφαλῶς πρὸς ἐνθουσιασμὸν ἔχουσι.

究竟出于什么原因,朱庇特祭司既不被允许触摸常春藤,亦不被允许走过头顶上方蔓延着葡萄架的道路? 抑或这类似于以下训诫: 不可在凳上进食,不可坐在量斗之上,不可跨过扫帚;毕达哥拉斯学派的人并非因害怕并戒备这些事物本身,而是通过这些事物来禁止另外的事理?因为在葡萄架下走过象征着饮酒,盖因祭司醉酒是不合礼法的。对于酩酊大醉之人,酒已凌驾于其头颅之上,他们因而受到压制与贬低;然而他们本应凌驾其上,始终掌控此种欢愉,而不应被其掌控。 至于常春藤,难道是因为它于人不结果实且毫无用处,本身软弱无力,因羸弱而需其他支撑,却以绿荫与青翠的外观蛊惑大众,对接纳它的植物有害,人们因而认为不该让它在宅第中白白受到滋养与缠绕而毫无回报?抑或是因为它紧贴地面?因此它被摒除在奥林匹斯诸神的圣所之外,无论在雅典的赫拉神庙还是在底比斯的阿佛洛狄忒神庙,人们都见不到常春藤;然而在阿格里奥尼亚节和纽克忒利亚节这些大多在黑暗中举行的仪式上,它却赫然在列。 抑或这亦是对狂欢神会与巴克科斯狂乱的象征性禁令?因为那些易染巴克科斯狂热的妇女,会立刻扑向常春藤,动手撕扯并用口咀嚼,以至于那些声称它蕴含激发与鼓动狂乱的气息、能使人心神失常与震荡,并在容易陷入狂迷之人身上引发毫无酒气的大醉与狂喜的人,其言论并非完全不可信。

§113

διὰ τί τοῖς ἱερεῦσι τούτοις ἀρχὴν οὐκ ἐφεῖτο λαβεῖν οὐδὲ μετελθεῖν, ἀλλὰ ῥαβδούχῳ τε χρῶνται καὶ δίφρον ἡγεμονικὸν ἐπὶ τιμῇ καὶ παραμυθίᾳ τοῦ μὴ ἄρχειν ἔχουσι; πότερον, ὡς ἐνιαχοῦ τῆς Ἑλλάδος ἀντίρροπον ἦν τὸ τῆς ἱερωσύνης ἀξίωμα πρὸς τὸ τῆς βασιλείας, καὶ μὴ τοὺς τυχόντας ἱερεῖς ἀπεδείκνυσαν; ἢ μᾶλλον ὅτι τῶν μὲν ἱερέων ὡρισμένας πράξεις ἐχόντων τῶν δʼ ἀρχόντων ἀτάκτους καὶ ἀορίστους οὐκ ἦν δυνατὸν εἰς ἓν ἅμα τῶν καιρῶν συμπεσόντων ἑκατέρῳ παρεῖναι τὸν αὐτόν, ἀλλʼ ἔδει θάτερα4 πολλάκις ἀμφοτέρων ἐπειγόντων ἀπολείποντα νῦν μὲν ἀσεβεῖν τοὺς θεούς, νῦν δὲ βλάπτειν τοὺς πολίτας; ἢ ταῖς ἀνθρωπίναις ἐνορῶντες ἀρχαῖς οὐκ ἐλάττονα τῆς ἐξουσίας τὴν ἀνάγκην προσοῦσαν, καὶ τὸν ἄρχοντα δήμου, καθάπερ Ἱπποκράτης ἔφη τὸν ἰατρόν, δεινὰ μὲν ὁρῶντα δεινῶν δʼ ἁπτόμενον, ἐπʼ ἀλλοτρίοις δὲ κακοῖς ἰδίας λύπας καρπούμενον, οὐχ ὅσιον ἡγοῦντο θύειν θεοῖς καὶ ἱερῶν κατάρχεσθαι γενόμενον ἐν καταδίκαις καὶ θανατώσεσι πολιτῶν, πολλάκις δὲ καὶ συγγενῶν καὶ οἰκείων, οἷα καὶ Βρούτῳ συνέτυχε;

为什么这些祭司不被允许担任或谋求官职,却可以使用扈从侍卫,并享有执政官级别的座椅,作为不出任长官的尊荣与慰藉? 难道是因为,正如希腊某些地方祭司的尊严与王权相匹敌一样,他们并未指定平庸之辈为祭司? 抑或更是因为,祭司有着固定的仪轨,而长官的政务则杂乱而不确定,当两者的时机同时撞在一起时,同一个人不可能兼顾两者,而必须在两者皆紧迫时常常舍弃其一,以至时而对诸神不敬,时而使公民受损? 还是因为他们看到人间官职所伴随的逼迫并不亚于其权力,而民众的统治者就如同希波克拉底谈及医生那样,“目睹可怖之事,触碰可怖之物,因他人的不幸而收获自身的悲痛”,因此他们认为,一个人若是陷入对公民的定罪与处决——且往往是其亲族和近亲,正如布鲁图斯所遭遇的那样——再去向诸神献祭并主领祭礼,是不合神圣之道的?

语法注4 条
  1. 290eοὐ ταῦτα τῶν Πυθαγορικῶν δεδιότων καὶ φυλαττομένων ἀλλʼ ἕτερα τούτοις ἀπαγορευόντων

    属格独立结构。否定词 οὐ 否定分词 δεδιότων,并与后文的 ἀλλʼ ἕτερα... ἀπαγορευόντων 相对比。τούτοις 为工具/手段与格,意为“借助这些(禁令/象征)”来禁止其他事物。

  2. 290eδέον ὑπερτέρους εἶναι

    由非人称动词 δεῖ 的中性单数宾格分词 δέον 构成的宾格独立结构,表让步或伴随义务:“他们本应当凌驾其上/更为优胜”。

  3. 290eτὸν δὲ κιττὸν πότερον ὡς ἄκαρπον καὶ ἄχρηστον ἀνθρώποις ... οὐκ ᾤοντο δεῖν

    句首的 τὸν δὲ κιττὸν 属于先取结构(prolepsis),置于主句之前,句法上充当从属于 οὐκ ᾤοντο δεῖν 的后继不定式 ἐντρέφεσθαι καὶ περιπλέκεσθαι 的逻辑主语(宾格主语)。

  4. 291cθάτερα

    τὰ ἕτερα 的混成形(crasis,中性复数宾格),意为“两者中的一方”,作分词 ἀπολείποντα 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:112-113