- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述柏勒洛丰在斩怪克敌后因未蒙善待而祈求波塞冬以洪水与荒芜报复吕基亚,最终因妇人出面说情而平息怒火的传说,并列举了数种理性化解释。
Λύκιαι τὸ δʼ ἐν Λυκίᾳ γενέσθαι λεγόμενον μυθῶδες μέν ἐστιν, ἔχει δέ τινα φήμην ὁμοῦ μαρτυροῦσαν. Ἀμισώδαρος γάρ, ὥς φασιν, ὃν Ἰσάραν Λύκιοι καλοῦσιν, ἧκεν ἐκ τῆς περὶ Ζέλειαν ἀποικίας Λυκίων, λῃστρίδας ἄγων ναῦς, ὧν Χίμαρρος ἡγεῖτο, πολεμιστὴς μὲν ἀνὴρ ὠμὸς δὲ καὶ θηριώδης. ἔπλει δὲ πλοίῳ λέοντα μὲν ἔχοντι πρῴραθεν ἐπίσημον, ἐκ δὲ πρύμνης δράκοντα, καὶ πολλὰ κακὰ τοὺς Λυκίους ἐποίει, καὶ πλεῦσαι τὴν θάλατταν οὐκ ἦν οὐδὲ τὰς ἐγγὺς θαλάττης πόλεις οἰκεῖν. τοῦτον οὖν ἀποκτείνας ὁ Βελλεροφόντης φεύγοντα τῷ Πηγάσῳ διώξας, ἐκβαλὼν δὲ καὶ τὰς Ἀμαζόνας, οὐδενὸς ἐτύγχανε τῶν δικαίων, ἀλλʼ ἦν ἀδικώτατος περὶ αὐτὸν Ἰοβάτης· ὅθεν εἰς τὴν θάλατταν ἐμβὰς εὔξατο κατʼ αὐτοῦ τῷ Ποσειδῶνι τὴν χώραν ἄκαρπον γενέσθαι καὶ ἀνόνητον. εἶθʼ ὁ μὲν ἀπῄει κατευξάμενος, κῦμα δὲ διαρθὲν ἐπέκλυζε τὴν γῆν· καὶ θέαμα δεινὸν ἦν, ἑπομένης μετεώρου τῆς θαλάττης καὶ ἀποκρυπτούσης τὸ πεδίον. ἐπεὶ δέ, τῶν ἀνδρῶν δεομένων τὸν Βελλεροφόντην ἐπισχεῖν, οὐδὲν ἔπειθον,1 αἱ γυναῖκες ἀνασυράμεναι τοὺς χιτωνίσκους ἀπήντησαν αὐτῷ· πάλιν οὖν ὑπʼ αἰσχύνης ἀναχωροῦντος ὀπίσω καὶ τὸ κῦμα λέγεται συνυποχωρῆσαι. τινὲς δὲ τοῦ λόγου τούτου παραμυθούμενοι τὸ μυθῶδες2 οὔ φασι κατάραις ὑπαγαγέσθαι τὴν θάλατταν αὐτόν, ἀλλὰ τοῦ πεδίου τὸ πιότατον ὑποκεῖσθαι τῇ θαλάττῃ ταπεινότερον· ὀφρὺν δὲ παρατείνουσαν ἀκτῆς, ἣ διεῖργε τὴν θάλατταν, ἐκρῆξαι τὸν Βελλεροφόντην, καὶ βίᾳ τοῦ πελάγους ἐπιφερομένου καὶ κατακλύζοντος τὸ πεδίον, τοὺς μὲν ἄνδρας οὐδὲν περαίνειν δεομένους αὐτοῦ, τὰς δὲ γυναῖκας ἀθρόας περιχυθείσας αἰδοῦς τυχεῖν καὶ ἀποπαῦσαι τὴν ὀργήν. οἱ δʼ ὅλως τὴν λεγομένην Χίμαιραν ὄρος ἀντήλιον γεγονέναι φασὶ καὶ ποιεῖν ἀνακλάσεις ἐν τῷ θέρει χαλεπὰς καὶ πυρώδεις, ὑφʼ ὧν ἀνὰ τὸ πεδίον σκεδαννυμένων μαραίνεσθαι τοὺς καρπούς. τὸν δὲ Βελλεροφόντην συμφρονήσαντα διακόψαι τοῦ κρημνοῦ τὸ λειότατον καὶ μάλιστα τὰς ἀνακλάσεις ἀνταποστέλλον ἐπεὶ δʼ οὐκ ἐτύγχανε χάριτος, ὀργῇ πρὸς ἄμυναν τραπέσθαι τῶν Λυκίων, πεισθῆναι δʼ ὑπὸ τῶν γυναικῶν. ἣν δὲ Νύμφις ἐν τῷ τετάρτῳ περὶ Ἡρακλείας αἰτίαν εἴρηκεν, ἥκιστα μυθώδης ἐστί· λέγει γάρ, ὅτι σῦν ἄγριον ἐν τῇ Ξανθίων χώρᾳ καὶ ζῷα καὶ καρποὺς λυμαινόμενον ἀνελὼν ὁ Βελλεροφόντης οὐδεμιᾶς ἐτύγχανεν ἀμοιβῆς· καταρασαμένου δὲ τῶν Ξανθίων αὐτοῦ πρὸς τὸν Ποσειδῶνα, πᾶν τὸ πεδίον ἐξήνθησεν ἁλμυρίδα καὶ διέφθαρτο παντάπασι, τῆς γῆς πικρᾶς γενομένης· μέχρι οὗ τὰς γυναῖκας αἰδεσθεὶς δεομένας εὔξατο τῷ Ποσειδῶνι τὴν ὀργὴν ἀφεῖναι. διὸ καὶ νόμος ἦν τοῖς Ξανθίοις μὴ πατρόθεν ἀλλʼ ἀπὸ μητέρων χρηματίζειν.3
吕基亚妇人 据传在吕基亚发生之事固然近乎神话,却兼有一同为此作证的传闻。盖据传吕基亚人称作伊萨拉斯的阿米索达罗斯,从泽勒亚一带的吕基亚殖民地前来,率领着由希玛鲁斯掌管的盗匪船队;此人是名战士,却残忍而野兽成性。他所乘之船船首有狮子饰标,船尾有巨蟒饰标,曾向吕基亚人多施侵害,致使人们既无法航行于海上,亦无法定居于靠近海岸的城邦。 其后,柏勒洛丰骑着珀伽索斯追赶并杀死了逃窜的此人,又驱逐了亚马孙人,却未获得应有的任何公正待遇,约巴忒斯对他极尽不公。于是他步入海中,针对约巴忒斯向波塞冬祈求,使这片土地变得不毛且毫无所出。随后他在诅咒之后离去,巨浪拔地而起淹没了陆地;海面耸起追随在后、吞没平原,实为骇人之景象。当男人们恳求柏勒洛丰住手却丝毫无法说服他时,妇人们提起短袍迎上前去;于是〔他〕因羞惭而后退时,据说巨浪亦随之退却。 然而有些人为缓和此传说的神话色彩,声称并非他以咒语引来了海水,而是由于该平原最肥沃之处地势较海面为低;柏勒洛丰凿穿了沿岸延展而阻隔海水的悬崖护堤,当怒海汹涌扑来、淹没平原时,男人们虽加恳请却一无所成,而妇人们成群环绕聚来,博得了他的顾惜并平息了他的愤怒。 另有人说,所谓的喀迈拉全然是一座朝向日光的山峰,在夏季产生剧烈而如火的反射光,这些反射光散布在平原上,使农作物枯萎;而柏勒洛丰洞悉此理,凿断了崖壁上最光滑且尤为反射光芒的部分,但因未蒙谢意,便忿而转图报复吕基亚人,后为妇人们所劝服。 至于纽姆菲斯在《赫拉克勒亚纪》第四卷中所述的起因,则最无神话色彩。他述说道,柏勒洛丰在珊索斯人的领地上除掉了残害牲畜与庄稼的野猪,却未获任何酬报;在他针对珊索斯人向波塞冬诅咒后,整个平原泛出盐碱,土地化为苦涩而彻底荒废;直到他因顾惜前来恳求的妇人们,才向波塞冬祈求收回狂怒。因此珊索斯人亦有一项习俗,不以父系而以母系确立家名身份。
- 248aτῶν ἀνδρῶν δεομένων τὸν Βελλεροφόντην ἐπισχεῖν, οὐδὲν ἔπειθον
分词短语 τῶν ἀνδρῶν δεομένων 虽为属格独立结构,但紧随其后的限定动词 ἔπειθον 的主语依然是这群男人。此句展现了古典希腊语中常见的破格现象,即主句的逻辑主语首先在属格独立结构中出现,随后直接承接人称动词。
- 248bπαραμυθούμενοι τὸ μυθῶδες
动词 παραμυθέομαι 通常意为“安慰”或“劝解”,在此处以中性单数形容词 τὸ μυθῶδες 作直接宾语,表示“缓和”、“减轻”或“理性化解释”故事中的神话成分。
- 248dμὴ πατρόθεν ἀλλʼ ἀπὸ μητέρων χρηματίζειν
动词 χρηματίζειν 在此处取其在政制惯例中的特殊涵义,意为“定名”、“自称名号”或“以此种家系行事”,与副词 πατρόθεν(源于父系)及介词短语 ἀπὸ μητέρων(源于母亲)连用,指代吕基亚人以母系确立家名和身份的习俗。
