- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:7-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了米洛斯妇人怀揣短剑赴宴粉碎卡里亚人的屠杀阴谋,以及在斯巴达被囚的第勒尼安后裔之妻如何通过互换衣物助夫越狱,并最终促成其定居克里特的故事。
Μήλιαι Μήλιοι γῆς χρῄζοντες ἀμφιλαφοῦς Νυμφαῖον ἡγεμόνα τῆς ἀποικίας ἐποιήσαντο, νέον ἄνδρα καὶ κάλλει διαφέροντα· τοῦ δὲ θεοῦ πλεῖν κελεύσαντος αὐτούς, ὅπου δʼ ἂν ἀποβάλωσι τοὺς κομιστῆρας,1 ἐκεῖ κατοικεῖν, συνέπεσε τῇ Καρίᾳ προσβαλοῦσιν αὐτοῖς καὶ ἀποβᾶσι τὰς ναῦς ὑπὸ χειμῶνος διαφθαρῆναι. τῶν δὲ Καρῶν οἱ Κρύασσον οἰκοῦντες, εἴτε τὴν ἀπορίαν οἰκτίραντες εἴτε δείσαντες αὐτῶν τὴν τόλμαν, ἐκέλευον οἰκεῖν παρʼ αὐτοῖς καὶ τῆς χώρας μετέδωκαν· εἶτα πολλὴν ἐν ὀλίγῳ χρόνῳ λαμβάνοντας αὔξησιν ὁρῶντες, ἐπεβούλευον ἀνελεῖν εὐωχίαν τινὰ καὶ θοίνην παρασκευάσαντες. ἔτυχε δὲ Καρίνη παρθένος ἐρῶσα τοῦ Νυμφαίου καὶ λανθάνουσα τοὺς ἄλλους· ἐκαλεῖτο δὲ Καφένη· πραττομένων δὲ τούτων οὐ δυναμένη τὸν Νυμφαῖον περιορᾶν ἀπολλύμενον, ἐξήγγειλε τὴν διάνοιαν αὐτῷ τῶν πολιτῶν. ὡς οὖν ἧκον οἱ Κρυασσεῖς καλοῦντες αὐτούς, οὐκ ἔφη νόμον ὁ Νυμφαῖος Ἕλλησιν εἶναι βαδίζειν ἐπὶ δεῖπνον ἄνευ γυναικῶν ἀκούσαντες δὲ οἱ Κᾶρες ἐκέλευον ἄγειν καὶ τὰς γυναῖκας. οὕτω δὴ φράσας τὰ πεπραγμένα Μηλίοις ἐκέλευσεν αὐτοὺς μὲν ἀνόπλους ἐν ἱματίοις βαδίζειν, τῶν δὲ γυναικῶν ἑκάστην ξίφος ἐν τῷ κόλπῳ κομίζειν καὶ καθέζεσθαι παρὰ τὸν αὑτῆς. ἐπεὶ δὲ τοῦ δείπνου μεσοῦντος ἐδόθη τὸ σύνθημα τοῖς Καρσὶ καὶ συνῄσθοντο τὸν καιρὸν οἱ Ἕλληνες, αἱ μὲν γυναῖκες ἅμα πᾶσαι τοὺς κόλπους διέσχον, οἱ δὲ τὰ ξίφη λαβόντες ἐπέθεντο τοῖς βαρβάροις καὶ διέφθειραν αὐτοὺς ἅμα πάντας· κτησάμενοι δὲ τὴν χώραν καὶ τὴν πόλιν ἐκείνην καταβαλόντες, ᾤκισαν ἑτέραν, ἣν Νέαν Κρύασσον ὠνόμασαν. ἡ δὲ Καφένη τῷ Νυμφαίῳ γαμηθεῖσα τιμὴν καὶ χάριν ἔσχε ταῖς εὐεργεσίαις πρέπουσαν. ἄξιον οὖν ἄγασθαι τῶν γυναικῶν καὶ τὴν σιωπὴν καὶ τὸ θάρσος, καὶ τὸ μηδεμίαν ἐν πολλαῖς μηδʼ ἄκουσαν ὑπὸ δειλίας κακὴν γενέσθαι.2
米洛斯妇人 米洛斯人因需要广袤的土地,推选了年轻且容貌出众的纽姆派奥斯作为殖民领袖。由于神谕命他们扬帆航行,并在失去运载者的所在定居,当他们抵达卡里亚并登岸时,船队恰逢被风暴摧毁。居住在克律阿索斯的卡里亚人,或是怜悯他们的困境,或是畏惧他们的胆识,邀请他们与自己同住,并分给他们土地。后来,见他们在短时间内大为壮大,卡里亚人便设下酒席盛宴,图谋将他们除尽。适逢有一位卡里亚少女爱慕纽姆派奥斯,且瞒着众人;她名叫卡芬妮。在此事筹划之际,她不忍看着纽姆派奥斯丧生,便将同胞的图谋告知了他。当克律阿索斯人前来相邀时,纽姆派奥斯推托说,希腊人的习俗是从不抛下妻子赴宴。卡里亚人闻言,便让他们将妇人们也一同带来。于是纽姆派奥斯将实情告知米洛斯人,命男子们不携武器、身披外袍赴席,而命妇人们每人怀揣一把短剑,坐在各自丈夫身旁。到了宴饮中途,信号向卡里亚人发出,希腊人也察觉到了时机,妇人们便一齐敞开怀襟,男子们夺过短剑扑向蛮族,将他们一并尽诛。他们夺取了这片土地,摧毁了那座城,另建了一座新城,命名为新克律阿索斯。卡芬妮嫁给了纽姆派奥斯,得到了与她的恩德相称的尊荣与感谢。因此,妇人们的守口如瓶与英勇果敢,以及在人数众多之中竟无一人因怯懦而哪怕无意中露出退缩,皆是极值得称赞的。
Τυρρηνίδες Τυρρηνῶν τοίνυν τῶν Λῆμνον καὶ Ἴμβρον κατασχόντων, ἁρπασάντων δὲ Βραυρωνόθεν τὰς Ἀθηναίων γυναῖκας, ἐγένοντο παῖδες, οὓς ἐξήλασαν Ἀθηναῖοι μιξοβαρβάρους ὄντας ἐκ τῶν νήσων. οἱ δʼ εἰς Ταίναρον κατάραντες ἐγένοντο χρήσιμοι Σπαρτιάταις περὶ τὸν εἱλωτικὸν πόλεμον, καὶ διὰ τοῦτο πολιτείας καὶ γάμων τυχόντες, οὐκ ἀξιούμενοι δὲ ἀρχείων καὶ βουλῆς, ὑπόνοιαν ἔσχον ὡς ἐπὶ νεωτερισμῷ συνερχόμενοι καὶ διανοούμενοι τὰ καθεστῶτα κινεῖν. συλλαβόντες οὖν αὐτοὺς οἱ Λακεδαιμόνιοι καὶ καθείρξαντες ἐφύλαττον ἰσχυρῶς, ζητοῦντες ἑλεῖν σαφέσι καὶ βεβαίοις ἐλέγχοις· αἱ δὲ τῶν καθειργμένων γυναῖκες ἐπὶ τὴν εἱρκτὴν παραγενόμεναι, πολλαῖς ἱκεσίαις.ς καὶ δεήσεσι παρείθησαν ὑπὸ τῶν φυλάκων ὅσον ἀσπάσασθαι καὶ προσειπεῖν τοὺς ἄνδρας. ἐπεὶ δʼ εἰσῆλθον, ἐκέλευον αὐτοὺς μεταμφιέννυσθαι ταχὺ τὰ ἱμάτια καὶ τὰ μὲν αὑτῶν ἐκείναις ἀπολιπεῖν, τὰ δʼ ἐκείνων ἐνδύντας αὐτοὺς ἀπιέναι περικαλυψαμένους. γενομένων δὲ τούτων, αἱ μὲν ὑπέμειναν αὐτοῦ παραταξάμεναι πρὸς πάντα τὰ δεινά, τοὺς δʼ ἄνδρας ἐξαπατηθέντες οἱ φύλακες παρῆκαν ὡς δὴ γυναῖκας. ἐκ δὴ τούτου καταλαβομένων αὐτῶν τὰ Ταΰγετα, καὶ τὸ εἱλωτικὸν ἀφιστάντων καὶ προσδεχομένων, οἱ Σπαρτιᾶται εἰς πολὺν φόβον καταστάντες ἐπεκηρυκεύσαντο καὶ διηλλάγησαν ἐπὶ τῷ κομίσασθαι μὲν αὐτοὺς τὰς γυναῖκας,3 χρήματα δὲ καὶ ναῦς λαβόντας ἐκπλεῦσαι καὶ γῆς τυχόντας ἀλλαχόσε καὶ πόλεως ἀποίκους Λακεδαιμονίων καὶ συγγενεῖς νομίζεσθαι. ταῦτα ἔπραττον οἱ Πελασγοὶ Πόλλιν ἡγεμόνα καὶ Δελφὸν καὶ Κραταΐδαν Λακεδαιμονίους λαβόντες· καὶ μέρος μὲν αὐτῶν ἐν Μήλῳ κατῴκησαν τοὺς δὲ πλείστους οἱ περὶ Πόλλιν ἔχοντες εἰς Κρήτην ἔπλευσαν, ἀποπειρώμενοι τῶν λογίων. ἐχρήσθη γὰρ αὐτοῖς, ὅταν τὴν θεὸν καὶ τὴν ἄγκυραν ἀπολέσωσι, παύσασθαι πλάνης καὶ πόλιν ἐκεῖ συνοικίζειν. ὁρμισθεῖσιν οὖν πρὸς τῇ λεγομένῃ Χερρονήσῳ θόρυβοι πανικοὶ προσέπεσον νύκτωρ, ὑφʼ ὧν διαπτοηθέντες ἐνεπήδησαν εἰς τὰς ναῦς ἀκόσμως, ἀπολιπόντες ἐν τῇ γῇ ξόανον τῆς Ἀρτέμιδος, ὃ πατρῷον ἦν αὐτοῖς εἰς Λῆμνον ἐκ Βραύρωνος κομισθέν, ἐκ δὲ Λήμνου πανταχοῦ συμπεριαγόμενον. ἐπεὶ δὲ τοῦ θορύβου λήξαντος ἐπόθησαν αὐτὸ κατὰ πλοῦν, ἅμα δʼ ὁ Πόλλις κατέμαθε τῇ ἀγκύρᾳ τὸν ὄνυχα μὴ προσόντα βίᾳ γὰρ ἑλκομένης ὡς ἔοικεν ἐν τόποις ὑποπέτροις ἀποσπασθεὶς ἔλαθε,4 περαίνεσθαι τὰ πυθόχρηστα φήσας ἐσήμαινεν ἀναστρέφειν καὶ κατέσχε τὴν χώραν, καὶ μάχαις πολλαῖς τῶν ἀντιταξαμένων ἐπικρατήσας Λύκτον ᾤκησε καὶ πόλεις ἄλλας ὑποχειρίους ἔλαβε. διὸ καὶ νομίζουσιν αὑτοὺς Ἀθηναίοις τε διὰ τὰς μητέρας κατὰ γένος προσήκειν καὶ Σπαρτιατῶν ἀποίκους εἶναι.
第勒尼安妇人 话说占据勒姆诺斯和因布罗斯并从布劳隆掠走雅典妇人的第勒尼安人,生下了子嗣,雅典人以他们是半蛮族为由将他们逐出了群岛。他们在泰纳隆靠岸,在黑劳士战争中为斯巴达人效力,因此获得了公民权与婚姻;但由于未能被授予执政官职与议事会席位,他们被怀疑集会图谋叛乱、蓄意颠覆现有政制。于是拉刻代蒙人将他们逮捕,关入牢狱严加看守,力求以确凿的证据定罪。被囚禁者的妻子们来到牢狱前,经过再三恳求与哀告,被看守准许去向丈夫问候寒暄。进牢房后,她们命丈夫迅速互换外袍,将男子的衣服留给妇人,穿上妇人的衣裳,遮蔽面容离去。此事做成之后,妇人们留在狱中,做好面对一切严酷后果的准备;而受骗的看守以为他们确是妇人,便放走了男子。 因此,当他们占据了泰格托斯山,策动黑劳士反叛并加以接纳时,斯巴达人陷入极大的恐慌,遂派遣使节求和,达成的条件是:男子们领回各自的妻子,获得资财和船只出航,在别处获得土地与城邦后,被视为拉刻代蒙人的殖民者与同族。佩拉斯吉人推举拉刻代蒙人波利斯、德尔福斯和克拉泰达斯为领袖,付诸施行。他们中的一部分定居在米洛斯,而随同波利斯的大多数人则航向克里特以印证神谕。因为神谕曾告诫他们,何时失去女神与船锚,便何时终止漂泊并在该处建城。当他们在所谓的切尔索内斯停泊时,夜间遭遇了惊恐混乱,受惊之下仓皇跳上船只,将阿耳忒弥斯的木雕神像遗弃在陆地上——这是他们的祖传之物,从布劳隆带到勒姆诺斯,又从勒姆诺斯随身携带到各处。当骚动平息、在航行中发现不见了该神像时,波利斯同时发觉船锚已无锚爪——看来是在多石之处强行起锚时,不觉间被折断了——他宣称皮提亚神谕正在应验,下令返航并占领了该地;在多次战斗中战胜抵抗者后,他定居于吕克托斯,并将其他城邦收归治下。因此他们也认为,自己一方面因母亲而在血缘上属于雅典人,另一方面也是斯巴达人的殖民后裔。
- 7τοὺς κομιστῆρας
名词 κομιστήρ(“运载者、输送者”)的阳性宾格复数。此处为神谕式的比喻性表达,指代运载他们渡海的船只。下文紧接着出现的 τὰς ναῦς ὑπὸ χειμῶνος διαφθαρῆναι(“船队被风暴摧毁”)明确了神谕中“失去运载者”这一谜底的应验。
- 247aκαὶ τὸ μηδεμίαν ἐν πολλαῖς μηδʼ ἄκουσαν ὑπὸ δειλίας κακὴν γενέσθαι
带冠词的不定式短语,作为 ἄξιον ἄγασθαι(“值得钦佩”)的第三个宾语,与 τὴν σιωπὴν 和 τὸ θάρσος 构成并列。μηδεμίαν 是不定式 γενέσθαι 的逻辑主语。μηδʼ ἄκουσαν 意为“哪怕是无意地”,强调在如此众多的人中,甚至没有任何一人因极度恐惧(ὑπὸ δειλίας)而在无意中表现出退缩或泄密。
- 247cἐπὶ τῷ κομίσασθαι μὲν αὐτοὺς τὰς γυναῖκας
由介词 ἐπί 加上中性与格冠词 τῷ 引导的不定式结构(ἐπὶ τῷ + 不定式),用于表达协议或和解的“条件”(“在……的条件下”)。在此结构中,三个不定式 κομίσασθαι、ἐκπλεῦσαι 和 νομίζεσθαι 并列出现,且均以 αὐτούς 作为其逻辑主语(宾格)。
- 247eἀποσπασθεὶς ἔλαθε
动词 λανθάνω 加上补充副词性分词的习惯用法,意为“不知不觉地做……”或“在未被察觉的情况下……”。语法主语为前文提及的锚爪(ὁ ὄνυξ),指强行起锚时,锚爪折断脱落一事在当时并未被任何人发觉。
