- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:10-12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
萨尔曼提卡居民依靠妇人们藏匿的兵刃在汉尼拔的包围下成功突围;米利都少女的自杀狂潮因一项施以死后羞辱的法令而平息;凯奥斯少女则在求婚与守贞方面保持了历经数百年的良好风尚。
Σαλματίδες Ἀννίβα δὲ τοῦ Βάρκα, πρὶν ἐπὶ Ῥωμαίους στρατεύειν, ἐν Ἰβηρίᾳ πόλει μεγάλῃ Σαλματικῇ προσμαχομένου, πρῶτον μὲν ἔδεισαν οἱ πολιορκούμενοι καὶ συνέθεντο ποιήσειν τὸ προσταττόμενον, Ἀννίβᾳ τριακόσια δόντες ἀργυρίου τάλαντα καὶ τριακοσίους ὁμήρους. ἀνέντος δὲ τὴν πολιορκίαν ἐκείνου, μεταγνόντες οὐδὲν ἔπραττον ὧν ὡμολόγησαν . αὖθις οὖν ἐπιστρέψαντος αὐτοῦ καὶ τοὺς στρατιώτας ἐπὶ διαρπαγῇ χρημάτων κελεύσαντος ἐπιχειρεῖν τῇ πόλει, παντάπασι καταπλαγέντες οἱ βάρβαροι συνεχώρησαν ἐξελθεῖν ἐν ἱματίῳ τοὺς ἐλευθέρους, ὅπλα καὶ χρήματα καὶ ἀνδράποδα καὶ τὴν πόλιν καταλιπόντας, αἱ δὲ γυναῖκες οἰόμεναι τῶν μὲν ἀνδρῶν φωράσειν ἕκαστον ἐξιόντα τοὺς πολεμίους, αὐτῶν δʼ οὐκ ἂν ἅψασθαι,1 ξίφη λαβοῦσαι καὶ ἀποκρύψασαι συνεξέπιπτον τοῖς ἀνδράσιν. ἐξελθόντων δὲ πάντων ὁ Ἀννίβας φρουρὰν Μασαισυλίων ἐπιστήσας ἐν τῷ προαστείῳ συνεῖχεν αὐτούς, οἱ δʼ ἄλλοι τὴν πόλιν ἀτάκτως ἐμπεσόντες διήρπαζον. πολλῶν δʼ ἀγομένων, οἱ Μασαισύλιοι καρτερεῖν οὐκ ἐδύναντο βλέποντες οὐδὲ τῇ φυλακῇ τὸν νοῦν προσεῖχον, ἀλλʼ ἠγανάκτουν καὶ ἀπεχώρουν ὡς μεθέξοντες τῆς ὠφελείας. ἐν τούτῳ δʼ αἱ γυναῖκες ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδοσαν, ἔνιαι δὲ καὶ διʼ ἑαυτῶν ἐπετίθεντο τοῖς φρουροῦσι· μία δὲ καὶ λόγχην ἐξαρπάσασα Βάνωνος τοῦ ἑρμηνέως αὐτὸν ἐκεῖνον ἔπαισεν ἔτυχε δὲ τεθωρακισμένος· τῶν δʼ ἄλλων τοὺς μὲν καταβαλόντες, τοὺς δὲ τρεψάμενοι, διεξέπεσον ἀθρόοι μετὰ τῶν γυναικῶν. πυθόμενος δʼ ὁ Ἀννίβας καὶ διώξας τοὺς μὲν καταλειφθέντας εἷλεν· οἱ δὲ τῶν ὀρῶν ἐπιλαβόμενοι παραχρῆμα μὲν διέφυγον, ὕστερον δὲ πέμψαντες ἱκετηρίαν εἰς τὴν πόλιν ὑπʼ αὐτοῦ κατήχθησαν, ἀδείας καὶ φιλανθρωπίας τυχόντες.
萨尔曼提卡妇人 巴尔卡之子汉尼拔在进军罗马人之前,围攻伊比利亚的大城萨尔曼提卡时,起初被围困者心生恐惧,答应执行所命令的事项,向汉尼拔交付了三百塔兰特银子和三百名人质。然而在他解除围困之后,他们反悔了,对所约定之事一件也未履行。于是当他再次回师,并命令士兵攻打该城以掠夺财物时,蛮族人全然陷入恐慌,同意自由人仅着一件外衣撤出,而将武器、财产、奴隶以及城市留置在后。但妇人们料想敌人虽会搜查出城的每一个男人,却绝不会触碰她们自己,便拿取短剑藏匿起来,随同男人们一同冲出。在所有人撤出之后,汉尼拔在城郊派驻了一支马赛叙利人卫队来看管他们,其余士兵则无秩序地冲入城内进行洗劫。当看到大量财物被搬运时,马赛叙利人无法忍耐旁观,也不再将心思放在守卫上,反而愤愤不平地离开,意欲去分取战利品。就在此时,妇人们向男人们大声呼喊并递上短剑,有些人甚至亲自向守卫发起攻击;有一名妇人更夺下翻译巴农的长矛,刺向他本人,恰巧他身披铠甲。男人们将其余守卫或击杀或击溃,与妇人们成群结队突围而去。汉尼拔得知并追击,捕获了落后的人;但那些逃入山林的人暂时逃脱了,后来他们派遣使者手执祈求枝前去,在获得赦免与仁慈待遇后,被他接回了城内。
Μιλήσιαι τὰς Μιλησίων ποτὲ παρθένους δεινὸν πάθος καὶ ἀλλόκοτον κατέσχεν, ἐκ δή τινος αἰτίας ἀδήλου· μάλιστα δʼ εἰκάζετο κρᾶσιν ἐκστατικὴν καὶ φαρμακώδη λαβὼν ὁ ἀὴρ τροπὴν αὐταῖς καὶ παραφορὰν τῆς διανοίας ἐνεργάσασθαι. πάσαις μὲν γὰρ ἐξαίφνης ἐπιθυμία θανάτου καὶ πρὸς ἀγχόνην ὁρμὴ περιμανὴς ἐνέπιπτε, πολλαὶ δʼ ἀπήγχοντο λανθάνουσαι· · λόγοι δὲ καὶ δάκρυα γονέων καὶ παρηγορίαι φίλων οὐδὲν ἐπέραινον, ἀλλὰ περιῆσαν ἐπινοίας καὶ πανουργίας ἁπάσης τῶν φυλαττόντων, ἑαυτὰς διαχρώμεναι. καὶ τὸ κακὸν ἐδόκει δαιμόνιον εἶναι καὶ κρεῖττον ἀνθρωπίνης βοηθείας, ἄχρι οὗ γνώμῃ νοῦν ἔχοντος ἀνδρὸς ἐγράφη προβούλευμα τὰς ἀπαγχομένας γυμνὰς ἐκκομίζεσθαι διὰ τῆς ἀγορᾶς· καὶ τοῦτο κυρωθὲν οὐ μόνον ἐπέσχεν, ἀλλὰ καὶ παντελῶς ἔπαυσε θανατώσας τὰς παρθένους. μέγα δὴ τεκμήριον εὐφυΐας καὶ ἀρετῆς ἡ τῆς ἀδοξίας εὐλάβεια καὶ τὸ πρὸς τὰ δεινότατα τῶν ὄντων, θάνατον καὶ πόνον, ἀδεῶς ἐχούσας αἰσχροῦ φαντασίαν μὴ ὑπομεῖναι2 μηδʼ ἐνεγκεῖν αἰσχύνης μετὰ θάνατον ἐσομένης,, Κεῖαι ταῖς Κείων παρθένοις ἔθος ἦν εἰς ἱερὰ δημόσια συμπορεύεσθαι καὶ διημερεύειν μετʼ ἀλλήλων, οἱ δὲ μνηστῆρες ἐθεῶντο παιζούσας καὶ χορευούσας· ἑσπέρας δὲ πρὸς ἑκάστην ἀνὰ μέρος βαδίζουσαι διηκονοῦντο τοῖς ἀλλήλων γονεῦσι καὶ ἀδελφοῖς ἄχρι τοῦ καὶ τοὺς πόδας ἀπονίζειν. ἤρων πολλάκις μιᾶς πλείονες οὕτω κόσμιον ἔρωτα καὶ νόμιμον, ὥστε τῆς κόρης ἐγγυηθείσης ἑνὶ τοὺς ἄλλους εὐθὺς πεπαῦσθαι. κεφάλαιον δὲ τῆς εὐταξίας τῶν γυναικῶν, τὸ μήτε μοιχείαν μήτε φθορὰν ἀνέγγυον ἐτῶν ἑπτακοσίων μνημονεύεσθαι παρʼ αὐτοῖς γενομένην.3
米利都妇人 曾有一时,一种可怕而怪异的情状出于某种不明的原因席卷了米利都的少女们;人们尤其推测,乃是大气质地变得迷狂而如毒药,导致她们的思想发生了混乱与疯狂。因为所有少女忽然之间陷入了对死亡的渴望以及狂乱自缢的冲动,许多人背着人自缢身亡;父母的言语和眼泪、朋友的劝慰都无济于事,她们反而巧妙地避开看守者的一切谋划与防范,自行了断生命。这灾祸似乎具有神怪性质,非人力所能解救,直到由一名明达之士动议,起草了一项法令:凡自缢身亡者,皆须赤身露体经由广场抬出安葬;这一法令通过后,不仅遏止而且彻底终结了少女们的求死行为。对不名誉的顾忌,以及她们虽对万物中最可怕的死亡和痛苦毫无畏惧,却无法忍受丑陋的形象、无法承受死后蒙受耻辱的事实,实乃其良好天资与美德的绝大明证。凯奥斯妇人 凯奥斯岛的少女们素有结伴前往公共圣所并彼此共度白昼的习俗,求婚者们则观赏她们游乐与起舞;傍晚时分,她们轮流走向各家,服侍彼此的父母与兄弟,甚至为其濯足。往往数人同时爱恋一个少女,其爱慕如此合乎礼节与法度,以至于一旦少女与其中一人定婚,其他人便立即止歇。而这群妇女端方有序的极致表现,乃是长达七百年之久,在他们之间从未有过通奸或无婚约而失贞的记录。
- 248eαὐτῶν δʼ οὐκ ἂν ἅψασθαι
从属于分词 οἰόμεναι 的间接引语中的 ἄν 搭配不定式,在直接引语中对应表示潜力的希求语气(οὐκ ἂν ἅψαιντο)。中动体不定式 ἅψασθαι 支配属格宾语(αὐτῶν),而其逻辑主语(敌兵)则承接前文的 τοὺς πολεμίους。
- 249cτὸ πρὸς τὰ δεινότατα τῶν ὄντων, θάνατον καὶ πόνον, ἀδεῶς ἐχούσας αἰσχροῦ φαντασίαν μὴ ὑπομεῖναι
带冠词不定式短语(τὸ ... μὴ ὑπομεῖναι),与前文的 ἡ ... εὐλάβεια 并列,作为句首 μέγα δὴ τεκμήριον 的主语(或同位语)。宾格分词短语 ἀδεῶς ἐχούσας 修饰不定式未明示的逻辑主语(少女们),副词 ἀδεῶς 与 ἔχω 连用表示“对……毫无畏惧”的状态。
- 249eἐτῶν ἑπτακοσίων μνημονεύεσθαι παρʼ αὐτοῖς γενομένην
ἐτῶν ἑπτακοσίων 是表示时间的属格(“在七百年之间”)。被动语态不定式 μνημονεύεσθαι 搭配补充成分分词 γενομένην(与主语宾格 μοιχείαν ... φθορὰν 一致),构成“被记得曾发生……”的句式。
