- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:4-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节讲述了特勒西拉率领阿尔戈斯妇人保卫城邦及相关习俗的渊源,波斯妇人掀裙斥责溃军反败为胜的功绩,以及凯尔特妇人调解内战并享有政治仲裁权的事迹。
Ἀργεῖαι οὐδενὸς δʼ ἧττον ἔνδοξόν ἐστι τῶν κοινῇ διαπεπραγμένων γυναιξὶν ἔργων ὁ πρὸς Κλεομένη περὶ Ἄργους ἀγών, ὃν ἠγωνίσαντο, Τελεσίλλης τῆς ποιητρίας προτρεψαμένης. ταύτην δέ φασιν οἰκίας οὖσαν ἐνδόξου τῷ δὲ σώματι νοσηματικὴν εἰς θεοῦ πέμψαι περὶ ὑγιείας· καὶ χρησθὲν αὐτῇ Μούσας θεραπεύειν,1 πειθομένην τῷ θεῷ καὶ ἐπιθεμένην ἐν ᾠδῇ καὶ ἁρμονίᾳ τοῦ τε πάθους ἀπαλλαγῆναι ταχὺ καὶ θαυμάζεσθαι διὰ ποιητικὴν ὑπὸ τῶν γυναικῶν. ἐπεὶ δὲ Κλεομένης ὁ βασιλεὺς τῶν Σπαρτιατῶν πολλοὺς ἀποκτείνας οὐ μήν, ὡς ἔνιοι μυθολογοῦσιν, ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑπτακοσίους πρὸς ἑπτακισχιλίοις ἐβάδιζε πρὸς τὴν πόλιν, ὁρμὴ καὶ τόλμα δαιμόνιος παρέστη ταῖς ἀκμαζούσαις τῶν γυναικῶν ἀμύνεσθαι τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος. ἡγουμένης δὲ τῆς Τελεσίλλης, ὅπλα λαμβάνουσι καὶ παρʼ ἔπαλξιν ἱστάμεναι κύκλῳ τὰ τείχη περιέστεψαν, ὥστε θαυμάζειν τοὺς πολεμίους. τὸν μὲν οὖν Κλεομένη πολλῶν πεσόντων ἀπεκρούσαντο· τὸν δʼ ἕτερον βασιλέα Δημάρατον, ὡς Σωκράτης φησίν, ἐντὸς γενόμενον καὶ κατασχόντα τὸ Παμφυλιακὸν ἐξέωσαν, οὕτω δὲ τῆς πόλεως περιγενομένης, τὰς μὲν πεσούσας ἐν τῇ μάχῃ τῶν γυναικῶν ἐπὶ τῆς ὁδοῦ τῆς Ἀργείας ἔθαψαν, ταῖς δὲ σωθείσαις ὑπόμνημα τῆς ἀριστείας ἔδοσαν ἱδρύσασθαι τὸν Ἐνυάλιον. τὴν δὲ μάχην οἱ μὲν ἑβδόμῃ λέγουσιν ἱσταμένου μηνός, οἱ δὲ νουμηνίᾳ γενέσθαι τοῦ νῦν μὲν τετάρτου, πάλαι δὲ Ἑρμαίου παρʼ Ἀργείοις, καθʼ ἣν μέχρι νῦν τὰ Ὑβριστικὰ τελοῦσι, γυναῖκας μὲν ἀνδρείοις χιτῶσι καὶ χλαμύσιν, ἄνδρας δὲ πέπλοις γυναικῶν καὶ καλύπτραις ἀμφιεννύντες. ἐπανορθούμενοι δὲ τὴν ὀλιγανδρίαν, οὐχ ὡς Ἡρόδοτος ἱστορεῖ τοῖς δούλοις, ἀλλὰ τῶν περιοίκων ποιησάμενοι πολίτας τοὺς ἀρίστους, συνῴκισαν τὰς γυναῖκας· ἐδόκουν δὲ καὶ τούτους ἀτιμάζειν καὶ περιορᾶν ἐν τῷ συγκαθεύδειν ὡς χείρονας. ὅθεν ἔθεντο νόμον τὸν κελεύοντα πώγωνα δεῖν ἐχούσας συναναπαύεσθαι τοῖς ἀνδράσι τὰς γεγαμημένας.2
阿尔戈斯妇人 在妇人们共同完成的事迹中,没有哪一件比围绕阿尔戈斯抗击克里昂米尼的斗争更为著名;她们是在女诗人特勒西拉的激励下进行这场战斗的。据说她出身名门,但体弱多病,因而派人向神询问健康之事;在得到“当侍奉缪斯”的神谕后,她听从神明,致力于歌唱与音律,很快摆脱了疾病,并因其诗艺而受到妇人们的钦佩。 当斯巴达国王克里昂米尼杀戮了许多人——固然不像某些人编造的那样有七千七百七十七人之众——进军逼近这座城市时,正值壮年的妇人们心中升起一股神圣的冲动与胆量,要为祖国抵御敌人。在特勒西拉的率领下,她们拿起武器,列队在城垛旁,环绕城墙,使敌人惊骇不已。她们在杀伤许多人之后击退了克里昂米尼;至于另一位国王德玛拉托斯,正如苏格拉底所言,虽已突入城内并占领了潘菲利亚库姆,也被她们逐出。城市因此得以幸免,他们将阵亡的妇人埋葬在阿尔戈斯大道旁,并准许幸存者设立厄纽阿里奥斯的雕像以纪念她们的英勇。关于这场战斗,有人说发生在该月上旬的第七天,有人则说发生在新月那天,即如今阿尔戈斯人的第四个月、古称赫耳迈奥斯月的朔日;直到如今,人们仍在那一天庆祝狂欢节,让妇人穿上男子的短袍与斗篷,让男子穿上妇人的长袍、戴上面纱。 为了补救人丁稀缺的局面,他们并非如希罗多德所记载的那样让妇人们与奴隶成婚,而是从邻近住民中选拔最优秀者授予公民权,让妇人们与他们成婚;然而妇人们在同宿时似乎仍轻视他们,将其视为下等人而加以鄙夷。因此,他们立下法律,命令已婚妇人必须佩戴胡须与丈夫共眠。
Περσίδες Πέρσας Ἀστυάγου βασιλέως καὶ Μήδων ἀποστήσας Κῦρος ἡττήθη μάχῃ φεύγουσι δὲ τοῖς Πέρσαις εἰς τὴν πόλιν, ὀλίγον ἀπεχόντων συνεισπεσεῖν τῶν πολεμίων,3 ἀπήντησαν αἱ γυναῖκες πρὸ τῆς πόλεως καὶ τοὺς πέπλους ἐκ τῶν κάτω μερῶν ἐπάρασαι, ποῖ φέρεσθε, εἶπον, ὦ κάκιστοι πάντων ἀνθρώπων; οὐ γὰρ ἐνταῦθά γε δύνασθε καταδῦναι φεύγοντες, ὅθεν ἐξεγένεσθε, ταύτην τὴν ὄψιν ἅμα καὶ τὴν φωνὴν αἰδεσθέντες οἱ Πέρσαι καὶ κακίσαντες ἑαυτοὺς ἀνέστρεψάν τε καὶ συμβαλόντες ἐξ ἀρχῆς ἐτρέψαντο τοὺς πολεμίους. ἐκ τούτου κατέστη νόμος, εἰσελάσαντος βασιλέως εἰς τὴν πόλιν ἑκάστην γυναῖκα χρυσοῦν λαμβάνειν, Κύρου νομοθετήσαντος. Ὦχον δέ φασι, τὰ τʼ ἄλλα μοχθηρὸν καὶ φιλοκερδέστατον βασιλέων ὄντα, περικάμψαι τὴν πόλιν ἀεὶ καὶ μὴ παρελθεῖν ἀλλʼ ἀποστερῆσαι τῆς δωρεᾶς τὰς γυναῖκας. Ἀλέξανδρος δὲ καὶ δὶς εἰσῆλθε καὶ ταῖς κυούσαις διπλοῦν ἔδωκε.
波斯妇人 居鲁士使波斯人反叛阿斯提阿格斯王和米底人,却在战斗中败北。当波斯人向城中溃逃、敌军差一点就要随之冲入时,妇人们迎出城外,掀起下身的裙袍说道: “你们要逃往何方, 普天下最可耻的男人?你们溃逃之时,绝不可能潜入你们当年出生的这处地方啊。” 波斯人对这副景象及其言辞深感羞愧,自责不已,于是掉头迎敌,重新交战,击溃了敌人。由此确立了一条法律,由居鲁士立法,规定凡国王驾临该城,每位妇人皆可得一枚金币。据说俄科斯在其他方面既卑劣又是诸王中最贪财的,总是绕城而行,从不入内,以此剥夺妇人们的赏金。而亚历山大甚至两次入城,并给孕妇发双倍赏赐。
Κελταί Κελτοῖς, πρὶν ὑπερβαλεῖν Ἄλπεις καὶ κατοικῆσαι τῆς Ἰταλίας ἣν νῦν νέμονται χώραν, στάσις ἐμπεσοῦσα δεινὴ καὶ δυσκατάπαυστος εἰς πόλεμον ἐμφύλιον προῆλθεν. αἱ δὲ γυναῖκες ἐν μέσῳ τῶν ὅπλων γενόμεναι καὶ παραλαβοῦσαι τὰ νείκη διῄτησαν οὕτως ἀμέμπτως καὶ διέκριναν, ὥστε φιλίαν πᾶσι θαυμαστὴν καὶ κατὰ πόλεις καὶ κατʼ οἴκους γενέσθαι πρὸς πάντας. ἐκ τούτου διετέλουν περὶ τε πολέμου καὶ εἰρήνης βουλευόμενοι μετὰ τῶν γυναικῶν καὶ τὰ πρὸς τοὺς συμμάχους ἀμφίβολα διʼ ἐκείνων βραβεύοντες. ἐν γοῦν ταῖς πρὸς Ἀννίβαν συνθήκαις ἐγράψαντο, Κελτῶν μὲν ἐγκαλούντων Καρχηδονίοις, τοὺς ἐν Ἰβηρίᾳ Καρχηδονίων ἐπάρχους καὶ στρατηγοὺς εἶναι δικαστάς· ἂν δὲ Καρχηδόνιοι Κελτοῖς ἐγκαλῶσι, τὰς Κελτῶν γυναῖκας.
凯尔特妇人 在凯尔特人跨越阿尔卑斯山并定居于现今居住的意大利土地之前,爆发了一场可怕且难以平息的党争,演变成了内战。妇人们挺身于兵刃之中,接手了这些争端,其调解与裁决如此无可指摘,以致在所有城邦与家庭中,人人彼此结下了惊人的情谊。从此以后,他们始终与妇人们共同商议战争与和平之事,并通过她们裁决与盟友的纷争。至少在与汉尼拔订立的条约中,他们写明:若凯尔特人指控迦太基人,则由迦太基在伊比利亚的长官与将领担任裁判官;若迦太基人指控凯尔特人,则由凯尔特妇人担任裁判官。
- 245dχρησθὲν αὐτῇ Μούσας θεραπεύειν
动词 χράω(降下神谕)作非人称用法的不定过去被动分词中性单数形式构成的绝对宾格(accusative absolute)结构,意为“当有神谕命她侍奉缪斯时”,作为时间状语从句。它为后文主干间接引语(ταύτην δέ φασιν ... ἀπαλλαγῆναι)中与宾格主语 ταύτην 一致的分词 πειθομένην 和 ἐπιθεμένην 提供了前置前提。
- 245eπώγωνα δεῖν ἐχούσας συναναπαύεσθαι τοῖς ἀνδράσι τὰς γεγαμημένας
由 κελεύοντα 引出不定式 δεῖν,再由 δεῖν 统辖补充不定式 συναναπαύεσθαι,构成双重命令/义务表达。宾格短语 τὰς γεγαμημένας(已婚妇人)为不定式的逻辑主语,分词 ἐχούσας(佩戴胡须)在性、数、格上与之保持一致,作状语分词修饰。
- 246aὀλίγον ἀπεχόντων συνεισπεσεῖν τῶν πολεμίων
属格绝对独立结构。动词 ἀπέχω(相距、相差)的现在分词 ἀπεχόντων 统领补足不定式 συνεισπεσεῖν,字面意为“当敌人距离一同冲入城内仅差一点时”,即“当敌军几乎就要随之杀入城中之际”。
