← 普鲁塔克

烈女传

§2-3

福喀斯与希俄斯妇女的勇气

记述福喀斯妇女支持玉石俱焚的决议从而促成绝境中的胜利,以及希俄斯妇女以智勇激励男人们免于屈辱,并在后来的围城战中激励家奴共御外敌的事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2

Φωκίδες τὸ δὲ τῶν Φωκίδων ἐνδόξου μὲν οὐ τετύχηκε συγγραφέως, οὐδενὸς δὲ τῶν γυναικείων ἔλαττον εἰς ἀρετήν ἐστι, μαρτυρούμενον ἱεροῖς τε μεγάλοις, ἃ δρῶσι Φωκεῖς ἔτι νῦν περὶ Ὑάμπολιν, καὶ δόγμασι παλαιοῖς, ὧν τὸ μὲν καθʼ ἕκαστον τῆς πράξεως ἐν τῷ Δαϊφάντου βίῳ γέγραπται, τὸ δὲ τῶν γυναικῶν τοιοῦτόν ἐστιν. ἄσπονδος ἦν Θετταλοῖς πρὸς Φωκέας πόλεμος· οἱ μὲν γὰρ ἄρχοντας αὐτῶν καὶ τυράννους ἐν ταῖς Φωκικαῖς πόλεσιν ἡμέρᾳ μιᾷ πάντας ἀπέκτειναν, οἱ δὲ πεντήκοντα καὶ διακοσίους ἐκείνων ὁμήρους κατηλόησαν εἶτα πανστρατιᾷ διὰ Λοκρῶν ἐνέβαλον, δόγμα θέμενοι μηδενὸς φείδεσθαι τῶν ἐν ἡλικίᾳ, παῖδας δὲ καὶ γυναῖκας ἀνδραποδίσασθαι. Δαΐφαντος οὖν ὁ Βαθυλλίου, τρίτος αὐτὸς ἄρχων,1 ἔπεισε τοὺς Φωκεῖς μὲν αὐτοὺς ἀπαντήσαντας τοῖς Θετταλοῖς μάχεσθαι, τὰς δὲ γυναῖκας ἅμα τοῖς τέκνοις εἰς ἕνα που τόπον συναγαγόντας ἐξ ἁπάσης τῆς Φωκίδος, ὕλην τε περινῆσαι ξύλων καὶ φυλακὰς καταλιπεῖν, πρόσταγμα δόντας, ἂν αἴσθωνται νικωμένους αὐτούς, κατὰ τάχος τὴν ὕλην ἀνάψαι καὶ καταπρῆσαι τὰ σώματα. ψηφισαμένων δὲ ταῦτα τῶν ἄλλων, εἷς ἐξαναστὰς ἔφη δίκαιον εἶναι ταῦτα συνδοκεῖν καὶ ταῖς γυναιξίν· εἰ δὲ μή, χαίρειν ἐᾶν καὶ μὴ προσβιάζεσθαι.2 τούτου τοῦ λόγου διελθόντος εἰς τὰς γυναῖκας, αὐταὶ καθʼ ἑαυτὰς συνελθοῦσαι ταὐτὰ ἐψηφίσαντο καὶ τὸν Δαΐφαντον ἀνέδησαν, ὡς τὰ ἄριστα τῇ Φωκίδι βεβουλευμένον τὰ δʼ αὐτὰ καὶ τοὺς παῖδας ἰδίᾳ φασὶν ἐκκλησιάσαντας ἐπιψηφίσασθαι. πραχθέντων δὲ τούτων, συμβαλόντες οἱ Φωκεῖς περὶ Κλεωνὰς τῆς Ὑαμπόλιδος ἐνίκησαν. τὸ μὲν οὖν ψήφισμα Φωκέων Ἀπόνοιαν οἱ Ἕλληνες ὠνόμασαν ἑορτὴν δʼ ἐκ πασῶν μεγίστην τὰ Ἐλαφηβόλια μέχρι νῦν τῇ Ἀρτέμιδι τῆς νίκης ἐκείνης ἐν Ὑαμπόλιδι τελοῦσιν.

福喀斯妇人 福喀斯妇人的作为虽未得遇著名史家的记述,但在美德上却不亚于任何妇人的事迹;福喀斯人至今在许安波利斯一带举行的大祭,以及古老的法令,都为此作证。关于这一行动的各项细节已记载于《代凡图斯传》中,而关乎妇人们的情形则是如此。 色萨利人与福喀斯人之间曾有一场不可媾和的战争。因为福喀斯人在一日之内杀尽了色萨利人在福喀斯各城邦的长官与僭主,而色萨利人则将福喀斯人的二百五十名人质活活打死。随后,色萨利人全军经由洛克里斯入侵,立下法令,凡成年男子一概不留,妇孺则贬为奴隶。于是,巴堤利乌斯之子代凡图斯作为三位最高执政官之一,说服福喀斯人自己出迎色萨利人决战,而将全福喀斯的妇孺聚集到一处,并在周围堆满柴木,留下守卫,下达命令:若察觉己方战败,便迅速点燃木柴,将其身体焚尽。当其他人对此表决通过时,有一人起立说道,让妇人们也赞同这些决定才合乎正义;若不然,就应当放弃此案,切勿强加于人。当这番话传到妇人们耳中时,她们自行聚集,表决通过了同样的决议,并为代凡图斯戴上花冠,颂扬他为福喀斯筹划了最善之策;据说孩子们亦各自集会,投票赞成了同样的决定。 这些事情办妥后,福喀斯人在许安波利斯的克莱奥奈附近交战并大获全胜。希腊人便将福喀斯人的这项决议称为“绝望之举”;直到如今,为了纪念那场胜利,他们在许安波利斯为阿耳忒弥斯举行最盛大的节日鹿节。

§3

Χῖαι Χῖοι Λευκωνίαν ἐπῴκισαν ἐκ τοιαύτης αἰτίας. ἐγάμει τις ἐν Χίῳ τῶν δοκούντων γνωρίμων εἶναι ἀγομένης δὲ τῆς νύμφης ἐπὶ ζεύγους, ὁ βασιλεὺς Ἵπποκλος, ἐπιτήδειος ὢν τῷ γαμοῦντι καὶ παρὼν ὥσπερ οἱ λοιποί, μέθης οὔσης καὶ γέλωτος, ἀνεπήδησεν ἐπὶ τὸ ζεῦγος, οὐδὲν ὑβριστικὸν πράξων, ἀλλʼ ἔθει κοινῷ καὶ παιδιᾷ χρώμενος· οἱ δὲ φίλοι τοῦ γαμοῦντος ἀπέκτειναν αὐτόν. μηνιμάτων δὲ τοῖς Χίοις προφαινομένων καὶ τοῦ θεοῦ κελεύσαντος τοὺς Ἵπποκλον ἀνελόντας ἀνελεῖν, ἅπαντες ἔφασαν Ἵπποκλον ἀνῃρηκέναι. πάντας οὖν αὖθις ὁ θεὸς ἐκέλευσε τὴν πόλιν ἐκλιπεῖν, εἰ πᾶσι τοῦ ἄγους μέτεστιν. οὕτω δὴ τοὺς αἰτίους καὶ μετασχόντας τοῦ φόνου καὶ συνεπαινέσαντας ἁμωσγέπως, οὐκ ὀλίγους γενομένους οὐδʼ ἀδυνάτους ὄντας, ἀπῴκισαν εἰς Λευκωνίαν, ἣν Κορωνεῖς ἀφελόμενοι πρότερον ἐκτήσαντο μετʼ Ἐρυθραίων. ὕστερον δὲ πολέμου πρὸς τοὺς Ἐρυθραίους αὐτοῖς γενομένου, μέγιστον Ἰώνων δυναμένους τότε, κἀκείνων ἐπὶ τὴν Λευκωνίαν στρατευσάντων ἀντέχειν μὴ δυνάμενοι, συνεχώρησαν ἐξελθεῖν ὑπόσπονδοι, χλαῖναν μίαν ἑκάστου καὶ ἱμάτιον ἄλλο δὲ μηδὲν ἔχοντος. αἱ δὲ γυναῖκες ἐκάκιζον αὐτούς, εἰ προέμενοι τὰ ὅπλα γυμνοὶ διὰ τῶν πολεμίων ἐξίασιν· ὀμωμοκέναι δὲ φασκόντων, ἐκέλευον αὐτοὺς τὰ μὲν ὅπλα μὴ καταλιπεῖν, λέγειν δὲ πρὸς τοὺς πολεμίους ὅτι χλαῖνα μέν ἐστι τὸ ξυστόν, χιτὼν δʼ ἡ ἀσπὶς, ἀνδρὶ θυμὸν ἔχοντι. πεισθέντων δὲ ταῦτα τῶν Χίων καὶ πρὸς τοὺς Ἐρυθραίους παρρησιαζομένων καὶ τὰ ὅπλα δεικνυόντων, ἐφοβήθησαν οἱ Ἐρυθραῖοι τὴν τόλμαν αὐτῶν καὶ οὐδεὶς προσῆλθεν οὐδʼ ἐκώλυσεν, ἀλλʼ ἠγάπησαν ἀπαλλαγέντων.3 οὗτοι μὲν οὖν θαρρεῖν διδαχθέντες ὑπὸ τῶν γυναικῶν οὕτως ἐσώθησαν. τούτου δʼ οὐδέν τι λειπόμενον ἔργον ἀρετῇ καὶ χρόνοις ὕστερον πολλοῖς ἐπράχθη ταῖς Χίων γυναιξίν, ὁπηνίκα Φίλιππος ὁ Δημητρίου πολιορκῶν τὴν πόλιν ἐκήρυξε κήρυγμα βάρβαρον καὶ ὑπερήφανον, ἀφίστασθαι τοὺς οἰκέτας πρὸς ἑαυτὸν ἐπʼ ἐλευθερίᾳ καὶ γάμῳ τῆς κεκτημένης,4 ὡς συνοικιῶν αὐτοὺς ταῖς τῶν δεσποτῶν γυναιξί. δεινὸν δʼ αἱ γυναῖκες καὶ ἄγριον θυμὸν λαβοῦσαι, μετὰ τῶν οἰκετῶν καὶ αὐτῶν συναγανακτούντων καὶ συμπαρόντων ὥρμησαν ἀναβαίνειν ἐπὶ τὰ τείχη, καὶ λίθους καὶ βέλη προσφέρουσαι καὶ παρακελευόμεναι καὶ προσλιπαροῦσαι τοῖς μαχομένοις, τέλος δʼ ἀμυνόμεναι καὶ βάλλουσαι τοὺς πολεμίους, ἀπεώσαντο τὸν Φίλιππον, οὐδενὸς δούλου τὸ παράπαν ἀποστάντος πρὸς αὐτόν.

希俄斯妇人 希俄斯人由于如下缘故殖民了琉科尼亚。希俄斯有一位显要人物成婚;当新娘乘着双马车被迎娶时,国王希波克洛斯乃新郎的挚友且如其他人一样在场,在沉醉与欢笑之中跳上了马车,本无侮慢之意,不过依循寻常风俗戏谑一番;然而新郎的朋友们却杀害了他。 当希俄斯人身上显现出神谴之兆,神谕命他们处死杀害希波克洛斯的人时,所有人皆声称自己杀死了希波克洛斯。于是神再次命全城之人离境,若众人都分有此等罪愆。于是,他们便将杀人的罪责者、参与其事者以及曾以某种方式赞同者——其人数既不少,亦非无能之辈——迁往琉科尼亚殖民;该地是他们早先与厄律特赖人共同从科罗内亚人手中夺取并占有的。 后来,他们与当时在爱奥尼亚人中最为强盛的厄律特赖人爆发战争,敌军进攻琉科尼亚,他们无法抵抗,遂同意订约撤离,条件是每人仅携一件大氅和一件内衫,不得携带其他任何物品。然而妇人们责备他们,责问他们交出武器后赤手空拳穿过敌阵而出吗?当男人们声称已经起誓时,妇人们命他们不可丢弃武器,而当对敌人说:对于有气概的男子而言,长矛即是大氅,盾牌即是内衫。希俄斯人信服了这些话,在厄律特赖人面前侃侃而谈并亮出武器;厄律特赖人畏惧他们的胆量,无人上前,亦无人阻拦,反倒因他们离去而感到庆幸。这些人因受妇人们教导而鼓起勇气,便如此得救了。 多年之后,希俄斯妇人又做出了在美德上毫不逊色于此的壮举:当时德米特里之子腓力围攻该城,发出野蛮而傲慢的宣告,号召家奴叛投到他身边,条件是获得自由并娶其女主人为妻,意图让他们与主人的妻子婚配。然而妇人们怀着可怕而狂烈的怒火,与同样义愤填膺并留在身旁的家奴一起,冲上城墙;她们搬运石块和箭矢,激励并恳求作战的人们,最后甚至亲自抵御并投掷击打敌军,击退了腓力,竟无一个奴隶投向腓力一方。

语法注4 条
  1. 244cτρίτος αὐτὸς ἄρχων

    αὐτός 与序数词连用的固定用法(τρίτος αὐτός),表示“包括其自身在内的三位长官之一”或“与另两名同僚一起”,而非按时间顺序就任的第三任长官。

  2. 244dχαίρειν ἐᾶν καὶ μὴ προσβιάζεσθαι

    成语 χαίρειν ἐᾶν 意为“放手”、“置之不理”或“作罢、放弃”,此处指若妇人们不同意,便应放弃该决议方案,与后文的 καὶ μὴ προσβιάζεσθαι(而不予强加)相并列。

  3. 245bἠγάπησαν ἀπαλλαγέντων

    ἀπαλλαγέντων 是省略了逻辑主语(Χίων 或 αὐτῶν)的属格独立结构。动词 ἀγαπάω 接分词或属格独立成分,表示对某种结果感到庆幸或满足(“因他们离去而感到知足/万幸”)。

  4. 245bἐπʼ ἐλευθερίᾳ καὶ γάμῳ τῆς κεκτημένης

    介词 ἐπί 表示条件(“以……为条件”)。τῆς κεκτημένης 为完成时中被动态分词名词化,在此作为 γάμῳ(婚姻)的宾格性属格,意为“与其女主人成婚”,紧随其后的 ὡς συνοικιῶν αὐτοὺς ταῖς τῶν δεσποτῶν γυναιξί 对此进行了进一步说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:2-3