← 普鲁塔克

烈女传

§26

克塞诺克丽特与诛灭僭主阿里斯托德谟斯

库迈僭主阿里斯托德谟斯因暴政与倒行逆施招致怨恨,最终在一妇人的辛辣讽刺与被迫同居的克塞诺克丽特的内应下被起义者诛杀,城邦重获自由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

Ξενοκπίτη οὐχ ἧττον δʼ ἄν τις ἀγάσαιτο τὴν Κυμαίαν Ξενοκρίτην ἐπὶ τοῖς πραχθεῖσι περὶ Ἀριστόδημον τὸν τύραννον, ᾧ τινες Μαλακὸν ἐπίκλησιν οἴονται γεγονέναι, τὸ ἀληθὲς ἀγνοοῦντες. ἐπεκλήθη γὰρ ὑπὸ τῶν βαρβάρων Μαλακός, ὅπερ ἐστὶν ἀντίπαις, ὅτι μειράκιον ὢν παντάπασι μετὰ τῶν ἡλίκων ἔτι κομώντων οὓς κορωνιστὰς ὡς ἔοικεν ἀπὸ τῆς κόμης ὠνόμαζον ἐν τοῖς πρὸς τοὺς βαρβάρους πολέμοις ἐπιφανὴς ἦν καὶ λαμπρὸς οὐ τόλμῃ μόνον οὐδὲ χειρὸς ἔργοις, ἀλλὰ καὶ συνέσει καὶ προνοίᾳ φανεὶς περιττός. ὅθεν εἰς τὰς μεγίστας προῆλθεν ἀρχὰς θαυμαζόμενος ὑπὸ τῶν πολιτῶν, καὶ Ῥωμαίοις ἐπικουρίαν ἄγων ἐπέμφθη πολεμουμένοις ὑπὸ τῶν Τυρρηνῶν Ταρκύνιον Σούπερβον ἐπὶ τὴν βασιλείαν καταγόντων. ἐν ταύτῃ δὲ τῇ στρατείᾳ μακρᾷ γενομένῃ πάντῃ πρὸς χάριν ἐνδιδοὺς τοῖς στρατευομένοις τῶν πολιτῶν καὶ δημαγωγῶν μᾶλλον ἢ στρατηγῶν ἔπεισεν αὐτοὺς συνεπιθέσθαι τῇ βουλῇ καὶ συνεκβαλεῖν τοὺς ἀρίστους καὶ δυνατωτάτους. ἐκ δὲ τούτου γενόμενος τύραννος ἦν μὲν ἐν ταῖς περὶ γυναῖκας καὶ παῖδας ἐλευθέρους ἀδικίαις αὐτὸς ἑαυτοῦ μοχθηρότερος.1 ἱστόρηται γὰρ ὅτι τοὺς μὲν ἄρρενας παῖδας ἤσκει κομᾶν καὶ χρυσοφορεῖν, τὰς δὲ θηλείας ἠνάγκαζε περιτρόχαλα κείρεσθαι καὶ φορεῖν ἐφηβικὰς χλαμύδας καὶ τῶν ἀνακώλων χιτωνίσκων.2 οὐ μὴν ἀλλʼ ἐξαιρέτως ἐρασθεὶς τῆς Ξενοκρίτης εἶχεν αὐτὴν φυγάδος οὖσαν πατρός, οὐ καταγαγὼν οὐδὲ πείσας ἐκεῖνον, ἀλλʼ ὁπωσοῦν ἡγούμενος ἀγαπᾶν συνοῦσαν αὐτῷ τὴν κόρην, ἅτε δὴ ζηλουμένην καὶ μακαριζομένην ὑπὸ τῶν πολιτῶν. τὴν δὲ ταῦτα μὲν οὐκ ἐξέπληττεν ἀχθομένη δʼ ἐπὶ τῷ συνοικεῖν ἀνέκδοτος καὶ ἀνέγγυος3 οὐδὲν ἧττον ἐπόθει τῶν μισουμένων ὑπὸ τοῦ τυράννου τὴν τῆς πατρίδος ἐλευθερίαν. ἔτυχε δὲ κατʼ ἐκεῖνο καιροῦ τάφρον ἄγων ʼκύκλῳ περὶ τὴν χώραν ὁ Ἀριστόδημος, οὔτʼ ἀναγκαῖον ἔργον οὔτε χρήσιμον, ἄλλως δὲ τρίβειν καὶ ἀποκναίειν πόνοις καὶ ἀσχολίαις τοὺς πολίτας βουλόμενος ἦν γὰρ προστεταγμένον ἑκάστῳ μέτρων τινῶν ἀριθμὸν ἐκφέρειν τῆς γῆς. γυνὴ δέ τις ὡς εἶδεν ἐπιόντα τὸν Ἀριστόδημον, ἐξέκλινε καὶ παρεκαλύψατο τῷ χιτωνίσκῳ τὸ πρόσωπον. ἀπελθόντος οὖν τοῦ Ἀριστοδήμου, σκώπτοντες οἱ νεανίσκοι καὶ παίζοντες ἠρώτων ὅ τι δὴ μόνον ὑπʼ αἰδοῦς φύγοι τὸν Ἀριστόδημον, πρὸς δὲ τοὺς ἄλλους οὐδὲν πάθοι τοιοῦτον· ἡ δὲ καὶ μάλα μετὰ σπουδῆς ἀπεκρίνατο, μόνος γάρ, ἔφη, Κυμαίων Ἀριστόδημος ἀνήρ ἐστι. τοῦτο γὰρ λεχθὲν τὸ ῥῆμα πάντων μὲν ἥψατο, τοὺς δὲ γενναίους καὶ παρώξυνεν αἰσχύνῃ τῆς ἐλευθερίας ἀντέχεσθαι. λέγεται δὲ καὶ Ξενοκρίτην ἀκούσασαν εἰπεῖν, ὡς ἐβούλετʼ ἂν4 καὶ αὐτὴ γῆν ὑπὲρ τοῦ πατρὸς φέρειν παρόντος ἢ τρυφῆς συμμετέχειν Ἀριστοδήμῳ καὶ δυνάμεως τοσαύτης. ἐπέρρωσεν οὖν ταῦτα τοὺς συνισταμένους ἐπὶ τὸν Ἀριστόδημον, ὧν ἡγεῖτο Θυμοτέλης· καὶ τῆς Ξενοκρίτης εἰσόδου παρεχούσης αὐτοῖς ἄδειαν καὶ τὸν Ἀριστόδημον ἄνοπλον καὶ ἀφύλακτον, οὐ χαλεπῶς παρεισπεσόντες διαφθείρουσιν αὐτόν. οὕτω μὲν ἡ Κυμαίων πόλις ἠλευθερώθη δυοῖν ἀρετῇ γυναικῶν, τῆς μὲν ἐπίνοιαν αὐτοῖς καὶ ὁρμὴν ἐμβαλούσης τοῦ ἔργου, τῆς δὲ πρὸς τὸ τέλος συλλαβομένης. τιμῶν δὲ καὶ δωρεῶν μεγάλων τῇ Ξενοκρίτῃ προτεινομένων ἐάσασα πάσας ἓν ᾐτήσατο, θάψαι τὸ σῶμα τοῦ Ἀριστοδήμου καὶ τοῦτʼ οὖν ἔδοσαν αὐτῇ καὶ Δήμητρος ἱέρειαν αὐτὴν εἵλοντο, οὐχ ἧττον οἰόμενοι τῇ θεῷ κεχαρισμένην ἢ πρέπουσαν ἐκείνῃ τιμὴν ἔσεσθαι.

克塞诺克丽特 对于围绕僭主阿里斯托德谟斯所成就之事,人们同样应当对库迈女子克塞诺克丽特赞叹不已。某些不知真相的人以为他获得的绰号是“马拉科斯(柔弱者)”。然而,蛮族人之所以称他为“马拉科斯”,其意为“少年般健勇者”,乃是因为他在全然年少之时,与其同龄蓄发结伴之辈——由于其发式,人们似乎称这些人为“科罗尼斯特”——在抵抗蛮族的战事中,不仅在英勇和武艺上赫赫有名、光彩耀人,更在机智与远见上显露出超凡卓越。因此,他深受公民爱戴,升任至最高官职,并被派遣率军援助正在抵抗企图让高傲者塔克文复位的伊特鲁里亚人的罗马人。在那次漫长的远征中,他处处曲意迎合参军的公民,所作所为与其说是统帅,毋宁说是民粹煽动家,并说服他们一同袭击议事会,驱逐了最优秀和最具权势的人士。由此窃据僭主之位后,他在凌辱自由民妇孺的恶行上更是变本加厉。据记载,他训练男童留长发、佩戴黄金首饰,却强令女童剪短发,身穿青年短披风与露腿短袍。不仅如此,他特别迷恋克塞诺克丽特,将她占为己有,尽管她的父亲是个流亡者,他既未召回其父,亦未征得其许可,反倒以为无论如何,这少女受到城中公民的艳羡与祝赞,必定乐意与他同居。然而她并未被眼前荣华所眩惑,因未经聘定亦无正式婚仪便遭同居而深感悲愤,她对祖国自由的渴求丝毫不少于那些被僭主深恶痛绝之人。 适逢彼时阿里斯托德谟斯正在领地四周开挖堑壕——这既非必要亦非有用之工,纯粹是为了以繁重的劳苦和役使来消磨与耗竭公民们的精力;因为每个人都被分派了必须运送出一定数量的泥土。有一名妇人见阿里斯托德谟斯走来,便避到一旁,用短袍遮掩住脸面。待阿里斯托德谟斯离去后,青年们便戏谑调侃地问她,究竟为何唯独因羞耻而躲避阿里斯托德谟斯,对其他人却无此举动。她极其庄重地回答道: “因为在库迈人当中,唯有阿里斯托德谟斯一人是真正的男子。”她说。 这番话深深触动了所有人,并以羞耻之心激励那些有气节之人去追求自由。据说克塞诺克丽特听闻此事后亦言,若父亲能回乡在旁,自己宁愿替父亲运土劳作,也不愿与阿里斯托德谟斯共享这般奢华与重权。这些言语大大鼓舞了由西莫特勒斯统领的密谋诛灭阿里斯托德谟斯的人士;克塞诺克丽特为他们提供了潜入的通道,并使阿里斯托德谟斯处于赤手空拳且毫无防备的状态,密谋者得以轻而易举地闯入将其诛杀。库迈城邦就这样凭借两位女性的德行重获自由:一人激发了此事的念头与斗志,另一人则协助促成了最终的大功。 城邦向克塞诺克丽特奉上了巨大的荣誉与厚礼,她推辞了所有赏赐,唯独请求一事:安葬阿里斯托德谟斯的遗体。众人应允了她的请求,并选立她为得墨忒耳的女祭司,他们深信这份殊荣既能取悦女神,又与克塞诺克丽特当之相配。

语法注4 条
  1. 261eαὐτὸς ἑαυτοῦ μοχθηρότερος

    比较级形容词(μοχθηρότερος)与指代主语自身的反身代词属格(ἑαυτοῦ)连用的句式,意为“比过去的自己更加恶劣”,即“变本加厉”、“恶毒到了极点”。

  2. 261eκαὶ τῶν ἀνακώλων χιτωνίσκων

    由动词 φορεῖν 支配的属格,与前项宾格名词(ἐφηβικὰς χλαμύδας)相并列,充当部分属格,意为“穿着(短款的)露腿短袍”。

  3. 262aἀνέκδοτος καὶ ἀνέγγυος

    包含希腊正式婚姻法律程序的否定复合形容词:既无正式订婚(ἐγγύη),亦未由尊长依礼出嫁移交(ἔκδοσις)。此语强调克塞诺克丽特在没有合法正妻身份的情况下被迫同居的耻辱。

  4. 262cὡς ἐβούλετʼ ἂν

    由未完成过去时直陈式(ἐβούλετο)加 ἄν 构成的反事实虚拟语气结构,表达基于与现实相反前提的强烈愿望:“(倘若父亲在旁,)她宁愿去……”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:26