- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
昔兰尼的僭主莱阿尔科斯毒杀国王阿尔克西拉奥斯并篡权,寡后埃律克索以假意应婚诱其入室,与长兄波吕阿尔科斯等人将其诛杀,并在随后赴埃及向阿玛西斯王申辩时赢得了极高的赞赏。
Ερυξώ Βάττου τοῦ ἐπικληθέντος Εὐδαίμονος υἱὸς Ἀρκεσίλαος · ἦν οὐδὲν ὅμοιος τῷ πατρὶ τοὺς τρόπους ʼ καὶ γὰρ ζῶντος ἔτι περὶ τὴν οἰκίαν περιθεὶς ἐπάλξεις ὑπὸ τοῦ πατρὸς ἐζημιώθη ταλάντῳ· καὶ τελευτήσαντος ἐκείνου, τοῦτο μὲν φύσει χαλεπὸς ὤν ὅπερ καὶ ἐπεκλήθη, τοῦτο δὲ1 φίλῳ πονηρῷ, Λαάρχῳ, χρώμενος ἀντὶ βασιλέως ἐγεγόνει τύραννος. ὁ δὲ Λάαρχος ἐπιβουλεύων τῇ τυραννίδι καὶ τοὺς ἀρίστους τῶν Κυρηναίων ἐξελαύνων ἢ φονεύων, ἐπὶ τὸν Ἀρκεσίλαον τὰς αἰτίας ἔτρεπε· καὶ τέλος ἐκεῖνον μὲν εἰς νόσον ἐμβαλὼν φθινάδα καὶ χαλεπήν, λαγὼν πιόντα θαλάσσιον, διέφθειρεν, αὐτὸς δὲ τὴν ἀρχὴν ἔσχεν ὡς τῷ παιδὶ τῷ ἐκείνου Βάττῳ διαφυλάττων. ὁ μὲν οὖν παῖς καὶ διὰ τὴν χωλότητα καὶ διὰ τὴν ἡλικίαν κατεφρονεῖτο, τῇ δὲ μητρὶ πολλοὶ προσεῖχον αὐτοῦ· σώφρων τε γὰρ ἦν καὶ φιλάνθρωπος οἰκείους τε πολλοὺς καὶ δυνατοὺς εἶχε. διὸ καὶ θεραπεύων αὐτὴν ὁ Λάαρχος ἐμνηστεύετο, καὶ τὸν Βάττον ἠξίου παῖδα θέσθαι γήμας ἐκείνην, καὶ κοινωνὸν ἀποδεῖξαι τῆς ἀρχῆς· ἡ δʼ Ἐρυξὼ τοῦτο γὰρ ἦν ὄνομα τῇ γυναικὶ βουλευσαμένη μετὰ τῶν ἀδελφῶν, ἐκέλευε τὸν Λάαρχον ἐντυγχάνειν ἐκείνοις, ὡς αὐτῆς προσιεμένης τὸν γάμον. ἐπεὶ δʼ ὁ Λάαρχος ἐνετύγχανε τοῖς ἀδελφοῖς, ἐκεῖνοι δʼ ἐπίτηδες παρῆγον καὶ ἀνεβάλλοντο, πέμπει πρὸς αὐτὸν ἡ Ἐρυξὼ θεραπαινίδα παρʼ αὑτῆς παραγγέλλουσαν, ὅτι νῦν μὲν ἀντιλέγουσιν οἱ ἀδελφοί, γενομένης δὲ τῆς συνόδου παύσονται διαφερόμενοι καὶ συγχωρήσουσι· δεῖν οὖν αὐτόν, εἰ βούλεται, νύκτωρ ἀφικέσθαι πρὸς αὐτήν· καλῶς γὰρ ἕξειν καὶ τὰ λοιπὰ τῆς ἀρχῆς γενομένης. ἦν οὖν ταῦτα καθʼ ἡδονὴν τῷ Λαάρχῳ, καὶ παντάπασιν ἀναπτοηθεὶς πρὸς τὴν φιλοφροσύνην τῆς γυναικὸς ὡμολόγησεν ἥξειν, ὅταν ἐκείνη κελεύῃ. ταῦτα δʼ ἔπραττεν ἡ Ἐρυξὼ μετὰ Πολυάρχου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν. ὁρισθέντος δὲ καιροῦ πρὸς τὴν σύνοδον, ὁ Πολύαρχος εἰς τὸ δωμάτιον τῆς ἀδελφῆς παρεισήχθη κρύφα, νεανίσκους ἔχων δύο σὺν αὑτῷ ξιφήρεις, φόνῳ πατρὸς ἐπεξιόντας,2 ὃν ὁ Λάαρχος ἐτύγχανεν ἀπεκτονὼς νεωστί. μεταπεμψαμένης δὲ τῆς Ἐρυξοῦς αὐτὸν, ἄνευ δορυφόρων εἰσῆλθε, καὶ τῶν νεανίσκων αὐτῷ προσπεσόντων τυπτόμενος τοῖς ξίφεσιν ἀπέθανε. τὸν μὲν οὖν νεκρὸν ἔρριψαν ὑπὲρ τὸ τεῖχος, τὸν δὲ Βάττον προαγαγόντες ἀνέδειξαν ἐπὶ τοῖς πατρίοις βασιλέα, καὶ τὴν ἀπʼ ἀρχῆς πολιτείαν ὁ Πολύαρχος ἀπέδωκε τοῖς Κυρηναίοις. ἐτύγχανον δʼ Ἀμάσιδος τοῦ Αἰγυπτίων βασιλέως στρατιῶται συχνοὶ παρόντες, οἷς ὁ Λάαρχος ἐχρῆτο πιστοῖς, καὶ φοβερὸς ἦν οὐχ ἥκιστα διʼ ἐκείνων τοῖς πολίταις. οὗτοι πρὸς Ἄμασιν ἔπεμψαν τοὺς κατηγορήσοντας τοῦ τε Πολυάρχου καὶ τῆς Ἐρυξοῦς. χαλεπαίνοντος δʼ ἐκείνου καὶ διανοουμένου πολεμεῖν τοῖς Κυρηναίοις, συνέβη τὴν μητέρα τελευτῆσαι, καὶ ταφὰς αὐτῆς ἐπιτελοῦντος, ἀναγγέλλοντας ἐλθεῖν3 παρὰ τοῦ Ἀμάσιδος, ἔδοξεν οὖν τῷ Πολυάρχῳ βαδίζειν ἀπολογησομένῳ· τῆς δʼ Ἐρυξοῦς μὴ ἀπολειπομένης, ἀλλʼ ἕπεσθαι καὶ συγκινδυνεύειν βουλομένης, οὐδʼ ἡ μήτηρ Κριτόλα, καίπερ οὖσα πρεσβῦτις, ἀπελείπετο. μέγιστον δʼ αὐτῆς ἦν ἀξίωμα, Βάττου γεγενημένης ἀδελφῆς τοῦ Εὐδαίμονος. ὡς οὖν ἦλθον εἰς Αἴγυπτον, οἵ τʼ ἄλλοι θαυμαστῶς ἀπεδέξαντο τὴν πρᾶξιν αὐτῶν, καὶ ὁ Ἄμασις οὐ μετρίως ἀπεδέξατο τήν τε σωφροσύνην καὶ τὴν ἀνδρείαν τῆς γυναικός· δώροις δὲ τιμήσας καὶ θεραπείᾳ βασιλικῇ τόν τε Πολύαρχον καὶ τὰς γυναῖκας εἰς Κυρήνην ἀπέστειλεν.
埃律克索 绰号为“幸运者”的巴图斯之子阿尔克西拉奥斯,其为人与父亲毫无相似之处。早在父亲在世时,他便在宅邸四周修筑胸墙防御,因而被父亲课以一塔兰同的罚金;待到父亲去世后,一方面由于他天性残暴——正因如此他获得了这一绰号,另一方面由于他结交恶友莱阿尔科斯,他便由国王蜕变为了僭主。莱阿尔科斯觊觎僭主之位,在驱逐或残杀昔兰尼最杰出之士的同时,将罪责全推在阿尔克西拉奥斯身上;最终,他通过让阿尔克西拉奥斯饮下海兔毒汁,致使他患上严重的消耗性疾病而亡,自己则借口为阿尔克西拉奥斯的幼子巴图斯守护权力而窃据政权。那个男童因跛脚和年幼而受人蔑视,但众人纷纷瞩目于其母;因为她为人贤淑慈和,且拥有众多权势显赫的亲戚。因此,莱阿尔科斯向她谄媚求婚,声称迎娶她后会将巴图斯立为养子,并让他共同执政。但埃律克索——这是那位夫人的名字——在与兄弟们商议后,让莱阿尔科斯去与他们交涉,假装自己已欣然同意这桩婚事。当莱阿尔科斯前去与兄弟们商谈时,他们却故意敷衍拖延,于是埃律克索从身旁派遣一名侍女告知他:兄弟们如今虽有异议,但一旦二人同房成婚,他们便会停止抗争并表示默许;因此,若他愿意,当于夜间前赴其处;因为只要开了这个头,其余诸事亦必能顺利妥善。 莱阿尔科斯对此喜出望外,完全为这夫人的情意所眩惑,答应只要她召唤便会前往。埃律克索乃是与兄弟中最年长的波吕阿尔科斯共同谋划此事。相会的时机一旦定下,波吕阿尔科斯便被暗中领入其妹的寝室,身边带着两名持剑青年,这二人意在为他们不久前遭莱阿尔科斯杀害的父亲报仇。 当埃律克索派人召他时,他未带侍从径自入内,两名青年猛扑向他,他被乱剑刺死。他们随后将尸首抛出城墙,引出少年巴图斯,依祖制立他为王,波吕阿尔科斯亦将昔兰尼人原本的政体归还给他们。 适逢埃及国王阿玛西斯的众多兵士在此驻留,莱阿尔科斯曾将他们视作心腹侍卫,主要依仗他们使城邦公民生畏。这些人遣使往见阿玛西斯,控告波吕阿尔科斯与埃律克索。正当国王勃然大怒、图谋进剿昔兰尼人之际,恰逢其母去世,在其料理丧葬之时,有来自阿玛西斯处的使节前来通报此事。因此,波吕阿尔科斯决意亲自前去申辩;而埃律克索不愿留守后方,誓欲相随共冒危难,其母克里托拉虽年事已高,亦不甘留居。克里托拉的威望极高,因她是“幸运者”巴图斯的胞妹。待他们抵达埃及,众人无不对其义举惊叹嘉许,阿玛西斯对该女子的淑德与英勇更是赞赏有加;他以厚礼和王室的尊崇礼遇款待了波吕阿尔科斯及众妇人,将他们送回昔兰尼。
- 260eτοῦτο μὲν φύσει χαλεπὸς ὤν ὅπερ καὶ ἐπεκλήθη, τοῦτο δὲ
τοῦτο μέν ... τοῦτο δέ 是相应的宾格副词用法,意为“一方面……另一方面……”或“其一是因为……其二是因为……”,在此列举了阿尔克西拉奥斯蜕化为僭主而非正统君王的两个原因:一是他生性残忍(由此获得了 Χαλεπός 的绰号),二是他与恶友莱阿尔科斯同流合污。
- 261bφόνῳ πατρὸς ἐπεξιόντας
动词 ἐπεξέρχομαι 与表示罪行的与格(φόνῳ)连用,是司法与惯用表达,意为“追究……之罪”或“为……复仇”。此处表明两名青年的动机是为不久前遭莱阿尔科斯杀害的父亲讨还血债。
- 261cκαὶ ταφὰς αὐτῆς ἐπιτελοῦντος, ἀναγγέλλοντας ἐλθεῖν
属格独立结构 ἐπιτελοῦντος 的逻辑主语承前指代阿玛西斯(即前文的 ἐκείνου)。紧随其后的是由非人称动词 συνέβη 所统辖的带不定式结构,其中宾格分词 ἀναγγέλλοντας 充当不定式 ἐλθεῖν 的逻辑主语,指代前来进行通报的使者们。
