- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为了拯救在金矿苦役中受难的民众,皮忒斯的妻子以全金制成的筵席劝谏丈夫,使其减轻了徭役;后来皮忒斯因痛失诸子而绝望避世遁入陵墓,妻子代为执掌国政,使百姓免于灾祸。
Πύθεω Γυνὴ λέγεται δὲ καὶ τὴν Πύθεω τοῦ κατὰ Ξέρξην γυναῖκα σοφὴν γενέσθαι καὶ χρηστήν. αὐτὸς μὲν γὰρ ὁ Πύθης ὡς ἔοικε χρυσείοις.ς ἐντυχὼν μετάλλοις καὶ ἀγαπήσας τὸν ἐξ αὐτῶν πλοῦτον οὐ μετρίως ἀλλʼ ἀπλήστως καὶ περιττῶς, αὐτός τε περὶ ταῦτα διέτριβε καὶ τοὺς πολίτας καταβιβάζων ἅπαντας ὁμαλῶς ὀρύττειν ἢ φορεῖν ἢ καθαίρειν ἠνάγκαζε τὸ χρυσίον, ἄλλο μηδὲν ἐργαζομένους τὸ παράπαν μηδὲ πράττοντας. ἀπολλυμένων δὲ πολλῶν πάντων δʼ ἀπαγορευόντων, αἱ γυναῖκες ἱκετηρίαν ἔθεσαν ἐπὶ τὰς θύρας ἐλθοῦσαι τῆς τοῦ Πύθεω γυναικός. ἡ δʼ ἐκείνας μὲν ἀπιέναι καὶ θαρρεῖν ἐκέλευσεν, αὐτὴ δὲ τῶν περὶ τὸ χρυσίον τεχνιτῶν οἷς ἐπίστευε μάλιστα καλέσασα καὶ καθείρξασα, ποιεῖν ἐκέλευεν ἄρτους τε χρυσοῦς καὶ πέμματα παντοδαπὰ καὶ ὀπώρας, καὶ ὅσοις δὴ μάλιστα τὸν Πύθην ἐγίγνωσκεν ἡδόμενον ὄψοις καὶ βρώμασι.1 ποιηθέντων δὲ πάντων, ὁ μὲν Πύθης ἧκεν ἀπὸ τῆς ξένης· ἐτύγχανε γὰρ ἀποδημῶν· ἡ δὲ γυνὴ δεῖπνον αἰτοῦντι παρέθηκε χρυσῆν τράπεζαν οὐδὲν ἐδώδιμον ἔχουσαν ἀλλὰ πάντα χρυσᾶ. τὸ μὲν οὖν πρῶτον ἔχαιρε Πύθης τοῖς μιμήμασιν, ἐμπλησθεὶς δὲ τῆς ὄψεως ᾔτει φαγεῖν ἡ δὲ χρυσοῦν ὅ τι τύχοι ποθήσας προσέφερε. δυσχεραίνοντος δʼ αὐτοῦ καὶ πεινῆν βοῶντος, ἀλλὰ σύ γε τούτων, εἶπεν, ἄλλου δʼ οὐδενὸς εὐπορίαν πεποίηκας ἡμῖν· καὶ γὰρ ἐμπειρία καὶ τέχνη πᾶσα φροῦδος, γεωργεῖ δʼ οὐδείς, ἀλλὰ τὰ σπειρόμενα καὶ φυτευόμενα καὶ τρέφοντα τῆς γῆς ὀπίσω καταλιπόντες ὀρύττομεν ἄχρηστα καὶ ζητοῦμεν, ἀποκναίοντες αὑτοὺς καὶ τοὺς πολίτας. ἐκίνησε ταῦτα τὸν Πύθην, καὶ πᾶσαν μὲν οὐ κατέλυσε τὴν περὶ τὰ μέταλλα πραγματείαν, ἀνὰ μέρος δὲ τὸ πέμπτον ἐργάζεσθαι κελεύσας τῶν πολιτῶν, τοὺς λοιποὺς ἐπὶ γεωργίαν καὶ τὰς τέχνας ἔτρεψε. Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα, λαμπρότατος ἐν ταῖς ὑποδοχαῖς καὶ ταῖς δωρεαῖς γενόμενος χάριν ᾐτήσατο παρὰ τοῦ βασιλέως, πλειόνων αὐτῷ παίδων ὄντων, ἕνα παρεῖναι τῆς στρατείας καὶ καταλιπεῖν αὐτῷ γηροβοσκεῖν. ὁ δὲ Ξέρξης ὑπʼ ὀργῆς τοῦτον μόνον, ὃν ἐξῃτήσατο, σφάξας καὶ διατεμὼν ἐκέλευσε τὸν στρατὸν διελθεῖν,2 τοὺς δʼ ἄλλους ἐπηγάγετο, καὶ ʼπάντες ἀπώλοντο κατὰ τὰς μάχας. ἐφʼ οἷς ὁ Πύθης ἀθυμήσας ἔπαθεν ὅμοια πολλοῖς τῶν κακῶν καὶ ἀνοήτων· τὸν μὲν γὰρ θάνατον ἐφοβεῖτο, τῷ βίῳ δʼ ἤχθετο. βουλόμενος δὲ μὴ ζῆν, προέσθαι δὲ τὸ ζῆν μὴ δυνάμενος, χώματος ὄντος ἐν τῇ πόλει μεγάλου καὶ ποταμοῦ διαρρέοντος, ὃν Πυθοπολίτην ὠνόμαζον, ἐν μὲν τῷ χώματι κατεσκεύασε μνημεῖον, ἐκτρέψας δὲ τὸ ῥεῖθρον, ὥστε διὰ τοῦ χώματος φέρεσθαι ψαύοντα τοῦ τάφου τὸν ποταμὸν ἐπὶ τούτοις συντελεσθεῖσιν αὐτὸς μὲν εἰς τὸ μνημεῖον κατῆλθε, τῇ δὲ γυναικὶ τὴν ἀρχὴν καὶ τὴν πόλιν ἀναθεὶς ἅπασαν ἐκέλευσε μὴ προσιέναι, πέμπειν δὲ τὸ δεῖπνον αὐτῷ καθʼ ἑκάστην ἡμέραν εἰς βᾶριν ἐντιθεῖσαν, ἄχρι οὗ τὸν τάφον ἡ βᾶρις παρέλθῃ τὸ δεῖπνον ἀκέραιον ἔχουσα, τότε δὲ παύσασθαι πέμπουσαν,3 ὡς αὐτοῦ τεθνηκότος, ἐκεῖνος μὲν οὕτω τὸν λοιπὸν βίον διῆγεν, ἡ δὲ γυνὴ τῆς ἀρχῆς καλῶς ἐπεμελήθη καὶ μεταβολὴν κακῶν τοῖς ἀνθρώποις παρέσχε.
皮忒斯的妻子 据说在薛西斯时期的皮忒斯的妻子也是一位聪慧而贤良的女子。盖因皮忒斯本人似乎在偶得金矿后,对其带来的财富产生了无节制、贪得无厌且过分的痴迷,他不仅自己全神贯注于此,还将全体公民一律驱入矿井,强迫他们开采、搬运或冶炼黄金,完全不从事任何其他劳动或行业。在许多人丧命、全体民众疲惫不堪之际,妇女们来到皮忒斯妻子的门前,放下了祈援之枝。她让她们离去并不必忧惧;自己则召集并闭门锁住最信任的黄金工匠,命他们制作金面包、各类点心糕饼、果品,以及一切她深知皮忒斯最喜爱的佳肴美食。一切齐备后,皮忒斯从异乡归来——他适逢出行在外;当他索要晚餐时,妻子为他摆上一张金桌,上面别无任何可食之物,唯有一切尽为纯金之品。起初皮忒斯因这些逼真的摹造而欣喜,但饱了眼福之后便要求进食;然而无论他碰巧想要什么,她端上来的皆为黄金之物。在他心烦意乱、叫嚷饥饿时,“然而你,”她说,“只为我们准备了这些东西的富足,此外却一无所有。因为所有的技艺与生业皆已废绝,无人务农,我们舍弃了大地上播种、栽植与滋养之物,去挖掘并找寻无用之物,从而使我们自身和城中公民精疲力竭。” 这番话触动了皮忒斯,他虽未完全废止矿场的劳作,但命全体公民轮流由五分之一的人服役,让其余的人转而从事农业与手工业。 在薛西斯进军希腊之时,皮忒斯在款待和馈赠上表现得极为慷慨显赫,遂向国王乞求一项恩典:鉴于他有多位儿子,希望能免除其中一人的兵役,将其留在身边侍奉终老。然而薛西斯勃然大怒,唯独将他求情的那名儿子宰杀并斩为两段,下令大军从中穿行而过,并带走了其余诸子;而他们尽皆阵亡于诸役之中。 为此心灰意冷的皮忒斯,陷入了许多恶劣与愚顽之人常有的境地:他既畏惧死亡,又厌弃生命。他既不愿活着,又无法自行舍弃生命,适逢城中有一处巨大的土堆,并有一条被称为皮忒波利忒斯的河流穿城而过,他便在土堆内修建了一座陵墓,并引改水流,使河水穿过土堆且拂触墓穴。待这些工事完工后,他本人下入陵墓之中,将全部权力与城邦托付给妻子,严令她不得靠近,只须每日将晚餐置于一叶小舟上漂送给他;直到小舟载着原封未动的晚餐漂过墓穴,那时方可因他已死而停止送饭。他就这样度过了余生,而其妻子则善理国政,使人们得以摆脱深重的灾难。
- 262eὅσοις δὴ μάλιστα τὸν Πύθην ἐγίγνωσκεν ἡδόμενον ὄψοις καὶ βρώμασι
先行词被吸收入关系从句的结构。本应作先行词的名词 ὄψοις καὶ βρώμασι 被纳入关系从句中,并受 ἥδεσθαι 所支配的与格(表示原因或方式的与格)同化,置于从句末尾。整句意为“凡是她深知皮忒斯最喜爱的佳肴美食”。
- 263bἐκέλευσε τὸν στρατὸν διελθεῖν
复合动词 διελθεῖν 中前缀 διά 的逻辑宾语(即被斩为两截的尸身之间)在文脉中被省略。此处简洁地指涉了广为人知的历史典故(如希罗多德《历史》7.39),即薛西斯将皮忒斯之子腰斩为二,并令大军从中穿行。
- 263cἄχρι οὗ τὸν τάφον ἡ βᾶρις παρέλθῃ τὸ δεῖπνον ἀκέραιον ἔχουσα, τότε δὲ παύσασθαι πέμπουσαν
时间连词 ἄχρι οὗ 接虚拟式 παρέλθῃ,表示未来未定的时间终点(“直到小舟漂过……”)。主节中以相应的副词 τότε 呼应,中动态不定词 παύσασθαι 带补充分词 πέμπουσαν 表示“停止送饭”,该不定词受前文 ἐκέλευσε 支配构成间接命令。
