← 普鲁塔克

烈女传

§24

蒂莫克勒亚的复仇与亚历山大的赦免

底比斯陷落时,塞阿根尼斯的妹妹蒂莫克勒亚遭傲慢的色雷斯队长凌辱,她假托藏金将对方诱至枯井并投石砸死;亚历山大感佩其尊严非凡的申辩,赦免了她及其族人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24

Τιμοκλεία Θεαγένης ὁ Θηβαῖος, Ἐπαμεινώνδᾳ καὶ Πελοπίδᾳ καὶ τοῖς ἀρίστοις ἀνδράσι τὴν αὐτὴν ὑπὲρ τῆς πόλεως λαβὼν διάνοιαν, ἔπταισε περὶ τὴν κοινὴν τύχην τῆς Ἑλλάδος ἐν Χαιρωνείᾳ, κρατῶν ἤδη καὶ διώκων τοὺς κατʼ αὐτὸν ἀντιτεταγμένους. ἐκεῖνος γὰρ ἦν ὁ πρὸς τὸν ἐμβοήσαντα, μέχρι ποῦ διώκεις; ἀποκρινάμενος, μέχρι Μακεδονίας. ἀποθανόντι δʼ αὐτῷ περιῆν ἀδελφὴ μαρτυροῦσα κἀκεῖνον ἀρετῇ γένους καὶ φύσει μέγαν ἄνδρα καὶ λαμπρὸν γενέσθαι· πλὴν ταύτῃ γε καὶ χρηστὸν ἀπολαῦσαί τι τῆς ἀρετῆς ὑπῆρξεν, ὥστε κουφότερον, ὅσον τῶν κοινῶν ἀτυχημάτων εἰς αὐτὴν ἦλθεν, ἐνεγκεῖν. ἐπεὶ γὰρ ἐκράτησε Θηβαίων Ἀλέξανδρος, ἄλλοι δʼ ἄλλα τῆς πόλεως ἐπόρθουν ἐπιόντες, ἔτυχε τὴν Τιμοκλείας οἰκίαν καταλαβὼν ἄνθρωπος οὐκ ἐπιεικὴς οὐδʼ ἥμερος ἀλλʼ ὑβριστὴς καὶ ἀνόητος ἦρχε δὲ Θρᾳκίου τινὸς ἴλης καὶ ὁμώνυμος ἦν τοῦ βασιλέως οὐδὲν δʼ ὅμοιος. οὔτε γὰρ τὸ γένος οὔτε τὸν βίον αἰδεσθεὶς τῆς γυναικός, ὡς ἐνέπλησεν ἑαυτὸν οἴνου, μετὰ δεῖπνον ἐκάλει συναναπαυσομένην. καὶ τοῦτο πέρας οὐκ ἦν ἀλλὰ καὶ χρυσὸν ἐζήτει καὶ ἄργυρον, εἴ τις εἴη κεκρυμμένος ὑπʼ αὐτῆς, τὰ μὲν ὡς ἀπολῶν τὰ δʼ ὡς ἕξων διὰ παντὸς ἐν τάξει γυναικός. ἡ δὲ δεξαμένη λαβὴν αὐτοῦ διδόντος, ὤφελον μέν, εἶπε, τεθνάναι πρὸ ταύτης ἐγὼ τῆς νυκτὸς ἢ ζῆν, ἵνα τὸ γοῦν σῶμα πάντων ἀπολλυμένων ἀπείρατον ὕβρεως διεφύλαξα1 πεπραγμένων δʼ οὕτως, εἴ σε κηδεμόνα καὶ δεσπότην καὶ ἄνδρα δεῖ νομίζειν ἐν, τοῦ δαίμονος διδόντος,2 οὐκ ἀποστερήσω σε τῶν σῶν ἐμαυτὴν γάρ ὅ τι βουλήσῃ ὁρῶ γεγενημένην. ἐμοὶ περὶ σῶμα κόσμος ἦν καὶ ἄργυρος ἐν ἐκπώμασιν, ἦν τι καὶ χρυσοῦ καὶ νομίσματος. ὡς δʼ ἡ πόλις ἡλίσκετο, πάντα συλλαβεῖν κελεύσασα τὰς θεραπαινίδας ἔρριψα, μᾶλλον δὲ κατεθέμην εἰς φρέαρ ὕδωρ οὐκ ἔχον οὐδʼ ἴσασιν αὐτὸ πολλοί· πῶμα γὰρ ἔπεστι καὶ κύκλῳ περιπέφυκεν ὕλη σύσκιος. ταῦτα σὺ μὲν εὐτυχοίης λαβών, ἐμοὶ δʼ ἔσται πρός σε μαρτύρια καὶ γνωρίσματα τῆς περὶ τὸν οἶκον εὐτυχίας καὶ λαμπρότητος. ἀκούσας οὖν ὁ Μακεδὼν οὐ περιέμεινε τὴν ἡμέραν, ἀλλʼ εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν τόπον, ἡγουμένης τῆς Τιμοκλείας· καὶ τὸν κῆπον ἀποκλεῖσαι κελεύσας, ὅπως αἴσθοιτο μηδείς, κατέβαινεν ἐν τῷ χιτῶνι. στυγερὰ δʼ ἡγεῖτο Κλωθὼ τιμωρὸς ὑπὸ τῆς Τιμοκλείας ἐφεστώσης ἄνωθεν.3 ὡς δʼ ᾔσθετο τῇ φωνῇ κάτω γεγονότος, πολλοὺς μὲν αὐτὴ τῶν λίθων ἐπέφερε πολλοὺς δὲ καὶ μεγάλους αἱ θεραπαινίδες ἐπεκυλίνδουν, ἄχρι οὗ κατέκοψαν αὐτὸν καὶ κατέχωσαν. ὡς δʼ ἔγνωσαν οἱ Μακεδόνες καὶ τὸν νεκρὸν ἀνείλοντο κηρύγματος ἤδη γεγονότος μηδένα κτείνειν Θηβαίων, ἦγον αὐτὴν συλλαβόντες ἐπὶ τὸν βασιλέα καὶ προσήγγειλαν τὸ τετολμημένον. ὁ δὲ καὶ τῇ καταστάσει τοῦ προσώπου καὶ τῷ σχολαίῳ τοῦ βαδίσματος ἀξιωματικόν τι καὶ γενναῖον ἐνιδὼν πρῶτον ἀνέκρινεν αὐτήν τίς εἴη γυναικῶν. ἡ δʼ ἀνεκπλήκτως πάνυ καὶ τεθαρρηκότως εἶπεν, ἐμοὶ Θεαγένης ἦν ἀδελφός, ὃς ἐν Χαιρωνείᾳ στρατηγῶν καὶ μαχόμενος πρὸς ὑμᾶς ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἔπεσεν, ὅπως ἡμεῖς μηδὲν τοιοῦτον πάθωμεν· ἐπεὶ δὲ πεπόνθαμεν ἀνάξια τοῦ γένους, ἀποθανεῖν οὐ φεύγομεν· οὐδὲ γὰρ ἄμεινον ἴσως ζῶσαν ἑτέρας πειρᾶσθαι νυκτός, εἰ σὺ τοῦτο μὴ κωλύσεις. οἱ μὲν οὖν ἐπιεικέστατοι τῶν παρόντων ἐδάκρυσαν, Ἀλεξάνδρῳ δʼ οἰκτίρειν μὲν οὐκ ἐπῄει τὴν ἄνθρωπον ὡς μείζονα,4 θαυμάσας δὲ τὴν ἀρετὴν καὶ τὸν λόγον εὖ μάλα καθαψάμενον αὐτοῦ, τοῖς μὲν ἡγεμόσι παρήγγειλε προσέχειν καὶ φυλάττειν, μὴ πάλιν ὕβρισμα τοιοῦτον εἰς οἰκίαν ἔνδοξον γένηται· τὴν δὲ Τιμόκλειαν ἀφῆκεν αὐτήν τε καὶ πάντας ὅσοι κατὰ γένος αὐτῇ προσήκοντες εὑρέθησαν.

蒂莫克勒亚 底比斯人塞阿根尼斯为了城邦怀有与伊帕密浓达、佩洛皮达斯及最杰出之士相同的志向,在客罗尼亚战役中,尽管他已经压倒并追击正面迎战的敌人,却依然受挫于希腊共同的厄运。因为正是他在有人高喊“你要追击到何处”时,回答道: “追击到马其顿。” 他死后留有一妹,她以家族的美德与天性证明,他同样是一位伟大而光彩照人的男子;而且,她还得以从这种美德中获得良益,从而能够更加坦然地承受落在自己身上的那部分共同的灾难。 原来,当亚历山大征服底比斯人,众人纷至沓来劫掠全城各处时,占领蒂莫克勒亚家宅的恰是一个既不宽厚也不温和、反而蛮横愚昧之徒。他统率一支色雷斯骑兵队,与国王同名,却毫无相似之处。他既不敬重那妇人的门第,也不敬重她的德行,在痛饮狂醉之后,便在晚饭后召她同榻。而且这还未算了结,他又搜求是否被她藏匿了金银,时而扬言要杀死她,时而许诺将长久地以妻子之礼待她。然而她抓住了他提供的把柄,说道: “我真希望在这夜之前死去,而不是苟活于世,好在万物毁灭之际,至少能保全自身免受凌辱。但既然事已至此,若是依凭神意,我必须将你视为我的保护人、主人与唯一的丈夫,我便不会剥夺本属于你的财物;因为我看出,自己已然成为随你处置的人。我身上本有首饰,也有做成酒杯的银器,还有若干黄金与钱币。当城池陷落时,我命侍女将一切搜集起来,扔进——或者更确切地说是存放进——一口无水的水井中;知晓此井的人并不多,因为井上有盖,四周长满了遮阴的树木。但愿你取走这些财物能享有福运;而对我来说,它们向你证明并彰显了我家往昔的富足与辉煌。” 那马其顿人听罢,等不及天明,便在蒂莫克勒亚的引领下立刻前往该处;他下令锁上园门以防有人察觉,只穿着贴身短衣就下到井中。然而,在上首守候的蒂莫克勒亚的主导下,可畏的复仇克洛托正指引着他。当她凭声音察觉他已下到底部时,便亲自搬来许多石头砸下,侍女们也推落许多巨石,直至将他砸烂掩埋。 马其顿人发觉此事并收敛尸体后——当时已有告示下达不得杀害任何底比斯人——便将她逮捕押送至国王面前,禀报了这桩大胆的行径。亚历山大从她从容的面容和沉稳的步伐中看出一种威仪与高贵,便首先审问她是何方女子。她毫无惧色、极其坚定地说道: “我曾有一兄长塞阿根尼斯,他在客罗尼亚担任将领,为了希腊人的自由与你们作战而阵亡,正是为了让我们免遭此类厄运。但既然我们蒙受了辱没门第之灾,我们并不逃避死亡;因为假若你不加阻止,苟活去经历又一个这样的夜晚,恐怕对我毫无益处。” 在场最善良的人皆为之落泪;然而亚历山大并未生出怜悯这女子的念头,视她过于崇高而无需受人怜悯,反倒钦佩其气节以及深深打动自己的言辞。他向将领们下令务必小心防范,切勿使此类暴行再度降临显赫家族;并下令释放蒂莫克勒亚本人,以及所有被查明确与她有血缘关系的人。

语法注4 条
  1. 260aἵνα τὸ γοῦν σῶμα πάντων ἀπολλυμένων ἀπείρατον ὕβρεως διεφύλαξα

    由表示过去无法实现的愿望(ὤφελον ... τεθνάναι)所引导的目的从句。此处连词 ἵνα 后接直陈式过去时(不定过去时 διεφύλαξα)而非虚拟式或祈愿式,用以表示“在过去未能实现的目的或结果”(“如此我便能保全自身”)。

  2. 260aεἴ σε κηδεμόνα καὶ δεσπότην καὶ ἄνδρα δεῖ νομίζειν ἐν, τοῦ δαίμονος διδόντος

    在传抄文本 ἐν, τοῦ δαίμονος διδόντος 中,ἐν 可被视为省略句/副词性用法,或被解读为 ἕνα(“唯一的丈夫”)之讹误。此处依文意取为在命运的主宰下(τοῦ δαίμονος διδόντος 为属格独立结构,“依神意裁定”),将对方认作唯一的夫君。

  3. 260bστυγερὰ δʼ ἡγεῖτο Κλωθὼ τιμωρὸς ὑπὸ τῆς Τιμοκλείας ἐφεστώσης ἄνωθεν

    主语为主格的 Κλωθὼ τιμωρός(“复仇的命运女神克洛托”),动词 ἡγεῖτο 意为“引路、导向”。介词短语 ὑπὸ τῆς Τιμοκλείας 表动作者或支配(“在蒂莫克勒亚的掌控下”),与分词 ἐφεστώσης ἄνωθεν(“在上方监督/耸立”)配合,形象地描绘出命运借由上方守候的蒂莫克勒亚之手施行惩罚。

  4. 260dοἰκτίρειν μὲν οὐκ ἐπῄει τὴν ἄνθρωπον ὡς μείζονα

    非人称结构 οὐκ ἐπῄει [τινί](“某人并未萌生……念头”),后接不定式 οἰκτίρειν(“怜悯”),宾格 τὴν ἄνθρωπον 为其直接宾语。连词 ὡς 引导的比较级 μείζονα(“更为崇高、过于崇高”)具有隐含比较意义(即“崇高得以致无需受人怜悯”,相当于省略了 ἢ ὥστε οἰκτείρεσθαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:24