← 普鲁塔克

烈女传

§22-23

齐奥玛拉的复仇与别迦摩女子的献身

齐奥玛拉在交付赎金之际命人斩首凌辱自己的罗马百夫长并献于丈夫;而在米特拉达梯屠杀加拉太人时,一名俊美青年因华服获救,一位别迦摩女子则冒死为情人收尸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

Χιομάρα Χιομάραν δὲ συνέβη τὴν Ὀρτιάγοντος αἰχμάλωτον γενέσθαι μετὰ τῶν ἄλλων γυναικῶν, ὅτε Ῥωμαῖοι καὶ Γναῖος ἐνίκησαν μάχῃ τοὺς ἐν Ἀσίᾳ Γαλάτας. ὁ δὲ λαβὼν αὐτὴν ταξίαρχος ἐχρήσατο τῇ τύχῃ στρατιωτικῶς καὶ κατῄσχυνεν· ἦν δʼ ἄρα καὶ πρὸς ἡδονὴν καὶ ἀργύριον ἀμαθὴς καὶ ἀκρατὴς ἄνθρωπος ἡττήθη δʼ ὅμως ὑπὸ τῆς φιλαργυρίας, καὶ χρυσίου συχνοῦ διομολογηθέντος ὑπὲρ τῆς γυναικὸς, ἦγεν αὐτὴν ἀπολυτρώσων, ποταμοῦ τινος ἐν μέσῳ διείργοντος. ὡς δὲ διαβάντες οἱ Γαλάται τὸ χρυσίον ἔδωκαν αὐτῷ καὶ παρελάμβανον τὴν Χιομάραν, ἡ μὲν ἀπὸ νεύματος προσέταξεν ἑνὶ παῖσαι τὸν Ῥωμαῖον ἀσπαζόμενον αὐτὴν καὶ φιλοφρονούμενον ἐκείνου δὲ πεισθέντος καὶ τὴν κεφαλὴν ἀποκόψαντος, ἀραμένη καὶ περιστείλασα τοῖς κόλποις ἀπήλαυνεν. ὡς δʼ ἦλθε πρὸς τὸν ἄνδρα καὶ τὴν κεφαλὴν αὐτῷ προέβαλεν, ἐκείνου θαυμάσαντος καὶ εἰπόντος, ὦ γύναι, καλὸν ἡ πίστις, ναί, εἶπεν, ἀλλὰ κάλλιον ἕνα μόνον ζῆν ἐμοὶ συγγεγενημένον.1 ταύτῃ μὲν ὁ Πολύβιός φησι διὰ λόγων ἐν Σάρδεσι γενόμενος θαυμάσαι τό τε φρόνημα καὶ τὴν σύνεσιν.

齐奥玛拉 当罗马人与格奈乌斯在战役中击败亚洲的加拉太人时,奥尔提阿贡的妻子齐奥玛拉也与其他妇人一同沦为俘虏。俘获她的百夫长以军伍习气利用了这一际遇,凌辱了她;原来他在享乐与金钱两方面都是一个愚鲁而不知节制之徒。然而,他终究屈服于对金钱的贪婪,在为这名妇人商定了一大笔黄金作为赎金后,便将她带去凭赎金释放,彼此中间隔着一条河流。当加拉太人渡河将黄金交付予他并接回齐奥玛拉时,她用点头向其中一人示意,命令他斩杀那个正在向她道别且殷勤相待的罗马人。在那人遵命并砍下其头颅后,她拾起首级,裹在怀里的衣褶中策马离去。当她回到丈夫身边并将那颗头颅抛在他面前时,丈夫惊异地说道: “妇人啊,忠诚是美好的。” “是的,”她说,“但曾与我同衾之人只有一人活着,这更为美好。” 波利比乌斯称,自己在萨耳狄斯曾与她交谈,深为她的气节与聪慧所折服。

§23

γυναῖον Περγαμηνὸν ἐπεὶ δὲ Μιθριδάτης ἑξήκοντα Γαλατῶν τοὺς ἀρίστους μεταπεμψάμενος εἰς Πέργαμον ὡς φίλους, ὑβριστικῶς ἐδόκει καὶ δεσποτικῶς προσφέρεσθαι, καὶ πάντες ἠγανάκτουν, Πορηδόριξ, ἀνὴρ τό τε σῶμα ῥωμαλέος καὶ τὴν ψυχὴν διαφέρων ἦν δὲ Τοσιωπῶν τετράρχης, ἀνεδέξατο τὸν Μιθριδάτην, ὅταν ἐν τῷ βήματι ἐν γυμνασίῳ χρηματίζῃ συναρπάσας ὤσειν ἅμα σὺν αὐτῷ κατὰ τῆς φάραγγος.2 τύχῃ δέ τινι τῆς ἡμέρας ἐκείνης οὐκ ἀναβάντος εἰς τὸ γυμνάσιον αὐτοῦ, μεταπεμπομένου δὲ τοὺς Γαλάτας οἴκαδε, θαρρεῖν παρεκάλει, καὶ ὅταν ἐν ταὐτῷ γένωνται, διασπάσαι τὸ σῶμα καὶ διαφθεῖραι πανταχόθεν προσπεσόντας. τοῦτʼ οὐκ ἔλαθε τὸν Μιθριδάτην, ἀλλὰ μηνύσεως γενομένης, καθʼ ἕνα τῶν Γαλατῶν παρεδίδου σφαγησόμενον εἶτά πως ἀναμνησθεὶς νεανίσκου πολὺ προέχοντος ὥρᾳ καὶ κάλλει τῶν καθʼ αὑτὸν ᾤκτιρε καὶ μετενόει· καὶ δῆλος ἦν ἀχθόμενος ὡς ἐν πρώτοις ἀπολωλότος, ὅμως δʼ ἔπεμψεν, εἰ ζῶν εὑρεθείη, μεθεῖναι κελεύων ἦν δʼ ὄνομα τῷ νεανίσκῳ Βηπολιτανός. καί τις αὐτῷ τύχη θαυμαστὴ συνέπεσε· καλὴν γὰρ ἐσθῆτα καὶ πολυτελῆ συνελήφθη φορῶν ἣν ὁ δήμιος ἀναίμακτον αὑτῷ καὶ καθαρὰν διαφυλάξαι βουλόμενος, καὶ ἀποδύων ἠρέμα τὸν νεανίσκον, εἶδε τοὺς παρὰ τοῦ βασιλέως προσθέοντας ἅμα καὶ τοὔνομα τοῦ μειρακίου βοῶντας. τὸν μὲν οὖν Βηπολιτανὸν ἡ πολλοὺς ἀπολέσασα φιλαργυρία διέσωσεν ἀπροσδοκήτως. ὁ δὲ Πορηδόριξ κατακοπεὶς ἄταφος ἐξεβέβλητο, καὶ τῶν φίλων οὐδεὶς ἐτόλμησε προσελθεῖν· γύναιον δὲ Περγαμηνόν, ἐγνωσμένον ἀφʼ ὥρας ζῶντι τῷ Γαλάτῃ3 παρεκινδύνευσε θάψαι καὶ περιστεῖλαι τὸν νεκρόν· ᾔσθοντο δʼ οἱ φύλακες καὶ συλλαβόντες ἀνήγαγον πρὸς τὸν βασιλέα. λέγεται μὲν οὖν τι καὶ πρὸς τὴν ὄψιν αὐτῆς παθεῖν ὁ Μιθριδάτης, νέας παντάπασι καὶ ἀκάκου τῆς παιδίσκης φανείσης· ἔτι δὲ μᾶλλον ὡς ἔοικε τὴν αἰτίαν γνοὺς ἐρωτικὴν οὖσαν ἐπεκλάσθη καὶ συνεχώρησεν ἀνελέσθαι καὶ θάψαι τὸν νεκρὸν ἐσθῆτα καὶ κόσμον ἐκ τῶν ἐκείνου λαβοῦσαν.

别迦摩妇人 当米特拉达梯以朋友的名义将加拉太人中最显赫的六十人召至别迦摩,却行事傲慢专横,致使众人皆心怀愤慨时,托西奥皮人的四民政长官波雷多里克斯——一个体格魁梧、气魄非凡的男子——挺身担当起重任,企图在米特拉达梯于体育馆的讲坛上办公时,一把抱住他,连同自己一起推下悬崖。然而碰巧在那一天,米特拉达梯并未前往体育馆,而是将加拉太人召至其府邸;波雷多里克斯便激励众人鼓起勇气,待聚于一处时,从四面一齐扑上将他撕碎处死。此事未瞒过米特拉达梯,因有人告密,他便将加拉太人逐一送去屠戮。随后,他不知怎地想念起一位在风华与容貌上远胜同龄人的年轻男子,心生怜悯并悔悟起来;他显然以为那青年已在最初受刑者之列而深感痛心,但仍派人传令,若还活着便予以释放。这位年轻男子的名字叫作贝波利塔努斯。一桩奇妙的幸运降临到了他身上:他被捕时身穿一件华丽而昂贵的衣裳,刽子手为了替自己保留这件未沾血迹的洁净衣裳,正慢条斯理地剥下那青年的衣服,就在这时看见国王的使者们一边飞奔而来,一边高喊着少年的名字。于是,曾使无数人丧命的贪财之心,竟出人意料地拯救了贝波利塔努斯。 波雷多里克斯则被砍死后弃尸荒野,未获安葬,其友人无一人敢于上前。然而一位别迦摩妇人,因其风华而在那加拉太人生前与之相识,甘冒危险去收殓安葬尸体。卫兵发觉了此事,将她擒获并押送到国王面前。据说米特拉达梯见这少女全然年轻纯真,容貌颇使他动容;而据称当得知其缘由实乃情爱时,他更是大受触动,便准许她从死者的遗物中取来衣裳与饰物,将尸体收殓安葬。

语法注3 条
  1. 258eἀλλὰ κάλλιον ἕνα μόνον ζῆν ἐμοὶ συγγεγενημένον

    承接省略了动词 ἐστί 的形容词 κάλλιον,构成宾格加不定式结构(逻辑主语为 ἕνα μόνον,不定式为 ζῆν)。完成时分词 συγγεγενημένον(源自 συγγίγνομαι,在此意为“交媾、结合”)作 ἕνα μόνον 的定语,并支配与之搭配的与格代词 ἐμοί,意为“曾与我结合的人只有一人活着,这更美好”。

  2. 259aἀνεδέξατο τὸν Μιθριδάτην, ὅταν ἐν τῷ βήματι ἐν γυμνασίῳ χρηματίζῃ συναρπάσας ὤσειν ἅμα σὺν αὐτῷ κατὰ τῆς φάραγγος

    主句谓语 ἀνεδέξατο(“承担、承诺”)支配未来时不定式 ὤσειν。直接置于主句谓语后的宾格名词 τὸν Μιθριδάτην 是前置先取(prolepsis),在句法上实际作 ὤσειν(以及分词 συναρπάσας)的直接宾语。主格分词 συναρπάσας 与主句主语(波雷多里克斯)一致,中间插入了 ὅταν 时间从句。

  3. 259cἐγνωσμένον ἀφʼ ὥρας ζῶντι τῷ Γαλάτῃ

    中性单数主格的完成时被动分词 ἐγνωσμένον 与前文的中性名词 γύναιον 一致。ζῶντι τῷ Γαλάτῃ 是表示施事或关联的与格(“在加拉太人生前与之相识/相好”)。介词短语 ἀφʼ ὥρας 表示缘由或依托,意为“因其青春美貌”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:22-23