← 普鲁塔克

烈女传

§20-21

坎玛的复仇与斯特拉托妮克的奉献

加拉太的长官席诺里克斯谋杀亲属席纳托斯并向其遗孀坎玛求婚,坎玛在阿耳忒弥斯神殿与其同饮鸩酒为夫复仇,随后记述了王后斯特拉托妮克为保全王嗣而所作的奉献。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

Κάμμα ἦσαν ἐν Γαλατίᾳ δυνατώτατοι τῶν τετραρχῶν καί τι καὶ κατὰ γένος προσήκοντες ἀλλήλοις Σινάτος τε καὶ Σινόριξ· ὧν ὁ Σινάτος γυναῖκα παρθένον ἔσχε Κάμμαν ὄνομα, περίβλεπτον μὲν ἰδέᾳ σώματος καὶ ὥρᾳ, θαυμαζομένην δὲ μᾶλλον διʼ ἀρετήν· οὐ γὰρ μόνον σώφρων καὶ φίλανδρος, ἀλλὰ καὶ συνετὴ καὶ μεγαλόφρων καὶ ποθεινὴ τοῖς ὑπηκόοις ἦν διαφερόντως ὑπʼ εὐμενείας καὶ χρηστότητος· ἐπιφανεστέραν δʼ αὐτὴν ἐποίει, καὶ τὸ τῆς Ἀρτέμιδος ἱέρειαν εἶναι, ἣν μάλιστα Γαλάται σέβουσι, περί τε πομπὰς ἀεὶ καὶ θυσίας κεκοσμημένην ὁρᾶσθαι μεγαλοπρεπῶς. ἐρασθεὶς οὖν αὐτῆς ὁ Σινόριξ, καὶ μήτε πεῖσαι μήτε βιάσασθαι ζῶντος τοῦ ἀνδρὸς δυνατὸς ὤν, ἔργον εἰργάσατο δεινόν· ἀπέκτεινε γὰρ δόλῳ τὸν Σινάτον, καὶ χρόνον οὐ πολὺν διαλιπὼν ἐμνᾶτο τὴν Κάμμαν ἐν τῷ ἱερῷ ποιουμένην διατριβὰς καὶ φέρουσαν οὐκ οἰκτρῶς καὶ ταπεινῶς ἀλλὰ θυμῷ νοῦν ἔχοντι καὶ καιρὸν περιμένοντι τὴν τοῦ Σινόριγος παρανομίαν. ὁ δὲ λιπαρὴς ἦν περὶ τὰς δεήσεις, καὶ λόγων ἐδόκει μὴ παντάπασιν ἀπορεῖν εὐπρέπειαν ἐχόντων, ὡς τὰ μὲν ἄλλα Σινάτου βελτίονα παρεσχηκὼς ἑαυτὸν ἀνελὼν δʼ ἐκεῖνον ἔρωτι τῆς Κάμμης μὴ διʼ ἑτέραν τινὰ πονηρίαν. ἦσαν οὖν τὸ πρῶτον ἀρνήσεις οὐκ ἄγαν ἀπηνεῖς τῆς γυναικός, εἶτα κατὰ μικρὸν ἐδόκει μαλάττεσθαι· καὶ γὰρ οἰκεῖοι καὶ φίλοι προσέκειντο θεραπείᾳ καὶ χάριτι τοῦ Σινόριγος μέγιστον δυναμένου, πείθοντες αὐτὴν καὶ καταβιαζόμενοι τέλος δὲ συνεχώρει καὶ μετεπέμπετο πρὸς ἑαυτὴν ἐκεῖνον, ὡς παρὰ τῇ θεῷ τῆς συναινέσεως καὶ καταπιστώσεως γενησομένης. ἐλθόντα δὲ δεξαμένη φιλοφρόνως καὶ προσαγαγοῦσα τῷ βωμῷ κατέσπεισεν ἐκ φιάλης, καὶ τὸ μὲν ἐξέπιεν αὐτὴ τὸ δʼ ἐκεῖνον ἐκέλευσεν ἦν δὲ πεφαρμαγμένον μελίκρατον. ὡς δʼ εἶδε πεπωκότα, λαμπρὸν ἀνωλόλυξε καὶ τὴν θεὸν προσκυνήσασα, μαρτύρομαί σε, εἶπεν, ὦ πολυτίμητε δαῖμον, ὅτι ταύτης ἕνεκα τῆς ἡμέρας ἐπέζησα τῷ Σινάτου φόνῳ, χρόνον τοσοῦτον οὐδὲν ἀπολαύουσα τοῦ βίου χρηστὸν ἀλλʼ ἢ τὴν ἐλπίδα τῆς δίκης,1 ἣν ἔχουσα καταβαίνω πρὸς τὸν ἐμὸν ἄνδρα. σοὶ δʼ, ὦ πάντων ἀνοσιώτατε ἀνθρώπων, τάφον ἀντὶ θαλάμου καὶ γάμου παρασκευαζέτωσαν οἱ προσήκοντες. ταῦτα δʼ ἀκούσας ὁ Γαλάτης καὶ τοῦ φαρμάκου δρῶντος ἤδη καὶ διακινοῦντος τὸ σῶμα συναισθόμενος ἐπέβη μὲν ὀχήματος ὡς σάλῳ καὶ τιναγμῷ χρησόμενος, ἐξέστη δὲ παραχρῆμα καὶ μεταβὰς εἰς φορεῖον ἑσπέρας ἀπέθανεν. ἡ δὲ Κάμμα διενεγκοῦσα τὴν νύκτα καὶ πυθομένη τέλος ἔχειν ἐκεῖνον, εὐθύμως καὶ ἱλαρῶς κατέστρεψεν.

坎玛 在加拉太,有两位在四民政长官中最具权势、且按血统亦互有关联的人物——席纳托斯与席诺里克斯。其中席纳托斯娶了一位名叫坎玛的处女为妻;她因体态俊美、风华正茂而引人瞩目,但因其美德而更受景仰。因为她不仅贞洁而深爱丈夫,而且聪慧而心胸开阔,更因其仁厚善良而格外受到臣民的爱戴。加之她是加拉太人最为崇敬的阿耳忒弥斯的女祭司,在每次巡游与祭礼上总是盛装庄严示人,这更使她名声卓著。 席诺里克斯对她产生了爱慕之情,但在其丈夫在世时既无法说服她,也无法强占她,于是犯下了一桩可怕的罪行:他以诡计杀害了席纳托斯。不久之后,他便向坎玛求婚;坎玛当时留在神殿中度日,忍受着席诺里克斯的不法暴行,却既非哀怜亦非卑屈,而是怀着清醒沉着的心志等待时机。席诺里克斯苦苦恳求,且其言辞似乎也不乏合情合理的由头,声称自己在其余方面都表现得比席纳托斯更优秀,杀害他也纯粹是出于对坎玛的爱慕,而非因任何其他的恶念。起初,这位妇人的拒绝并不十分严厉,随后似乎渐渐软化;原来,亲属和朋友们为了巴结奉承权倾一时的席诺里克斯,纷纷向她施压,既相劝又相逼。最后她同意了,并派人将他召到自己身边,称两人的应允与誓约当在女神面前订立。当他到来时,她亲切地接待了他,引他走向祭坛,用浅杯倾奠神酒,自己饮下一部分,令他饮下剩余的部分;那其实是掺了毒药的蜜酒。一见他已饮尽,她便发出一声响亮的欢呼,向女神跪拜并说道: “尊贵的神明啊,我求您作证,我之所以在席纳托斯遇害后苟活至今,完全是为了这一天;在这段岁月里,我未曾享受过尘世的丝毫善好,唯独怀着正义的希望,如今我正带着这份希望走向我丈夫的身边。而至于你,世上最不义的人,让你的亲属为你准备坟墓,而非婚房与婚礼吧!” 这位加拉太人听闻此言,并察觉到毒药已在体内发作且翻搅身体,便登上一辆马车,试图借助颠簸与震荡来缓解,但他随即走下车,改乘便舆,于傍晚时分死去。坎玛则挺过了这一夜,得知他已气绝,便心平气和、坦然自若地结束了生命。

§21

Στρατονίκη παρέσχε δʼ ἡ Γαλατία καὶ Στρατονίκην τὴν Δηιοτάρου καὶ Χιομάραν τὴν Ὀρτιάγοντος, ἀξίας μνήμης γυναῖκας. ἡ μὲν οὖν Στρατονίκη δεόμενον γνησίων παίδων ἐπὶ διαδοχῇ τῆς βασιλείας ἐπισταμένη τὸν ἄνδρα, μὴ τίκτουσα δʼ αὐτὴ συνέπεισεν ἐξ ἑτέρας γυναικὸς παιδοποιησάμενον αὐτῇ τὸ παιδίον περιιδεῖν ὑποβαλλόμενον.2 τοῦ δὲ Δηιοτάρου τήν τε γνώμην θαυμάσαντος καὶ πᾶν ἐπʼ αὐτῇ ποιησαμένου, παρθένον εὐπρεπῆ παρασκευάσασα τῶν αἰχμαλώτων ὄνομα Ἠλέκτραν συνεῖρξε τῷ Δηιοτάρῳ, καὶ τοὺς γενομένους παῖδας ὥσπερ γνησίους αὐτῆς ἔθρεψε φιλοστόργως καὶ μεγαλοπρεπῶς.

斯特拉托妮克 加拉太还涌现了戴奥塔罗斯的妻子斯特拉托妮克和奥尔提阿贡的妻子齐奥玛拉,她们都是值得铭记的杰出女性。 斯特拉托妮克明知丈夫为了王位的继承需要合法的子嗣,而自己又无法生育,便劝说他与另一位妇人孕育子嗣,并准许将那婴儿认作她的孩子。戴奥塔罗斯赞赏她的见识,将一切托付予她,她便从俘虏中物色了一位名叫厄勒克特拉的美貌处女,安排她与戴奥塔罗斯结合,并满怀深情、体面庄重地抚养了所生的孩子,视同己出。

语法注2 条
  1. 258cἀλλʼ ἢ τὴν ἐλπίδα τῆς δίκης

    在否定词 οὐδέν 之后,短语 ἀλλʼ ἤ 构成表示“除……之外”(except)的固定习语。宾格形式 τὴν ἐλπίδα 在语法上与前面的宾语 οὐδὲν... χρηστόν 保持一致,同作分词 ἀπολαύουσα 的宾语。

  2. 258dαὐτῇ τὸ παιδίον περιιδεῖν ὑποβαλλόμενον

    动词 περιιδεῖν(περιοράω 的不定式)带补充性分词 ὑποβαλλόμενον,意为“容许、默许(某事被做)”。与格代词 αὐτῇ 是利害与格(“为了她 / 算作她的”),与 ὑποβάλλειν(“将别处所生之子冒充、过继为己出”)结合,表达“允许将该婴儿认作她的孩子”的构词结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:20-21