← 普鲁塔克

烈女传

§0-1

男女同德与特洛伊妇人焚船

普鲁塔克致信克莱亚,阐明男女之美德在本质上同一无别,并在阐述其历史论证方法后,记述了流落意大利的特洛伊妇人通过焚船促成定居的壮举。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§0

γυναικῶν ἀρεταί περὶ ἀρετῆς, ὦ Κλέα, γυναικῶν οὐ τὴν αὐτὴν τῷ Θουκυδίδῃ γνώμην ἔχομεν. ὁ μὲν γάρ, ἧς ἂν ἐλάχιστος ᾖ παρὰ τοῖς ἐκτὸς ψόγου πέρι ἢ ἐπαίνου λόγος,1 ἀρίστην ἀποφαίνεται, καθάπερ τὸ σῶμα καὶ τοὔνομα τῆς ἀγαθῆς γυναικὸς οἰόμενος δεῖν κατάκλειστον εἶναι καὶ ἀνέξοδον. ἡμῖν δὲ κομψότερος μὲν ὁ Γοργίας φαίνεται, κελεύων μὴ τὸ εἶδος ἀλλὰ τὴν δόξαν εἶναι πολλοῖς γνώριμον τῆς γυναικός· ἄριστα δʼ ὁ Ῥωμαίων δοκεῖ νόμος ἔχειν, ὥσπερ ἀνδράσι καὶ γυναιξὶ δημοσίᾳ μετὰ τὴν τελευτὴν τοὺς προσήκοντας ἀποδιδοὺς ἐπαίνους. διὸ καὶ Λεοντίδος τῆς ἀρίστης ἀποθανούσης, εὐθύς τε μετὰ σοῦ τότε πολὺν λόγον εἴχομεν οὐκ ἀμοιροῦντα παραμυθίας φιλοσόφου, καὶ νῦν, ὡς ἐβουλήθης, τὰ ὑπόλοιπα τῶν λεγομένων εἰς τὸ μίαν εἶναι καὶ τὴν αὐτὴν ἀνδρὸς καὶ γυναικὸς ἀρετὴν2 προσανέγραψά σοι, τὸ ἱστορικὸν ἀποδεικτικὸν ἔχοντα καὶ πρὸς ἡδονὴν μὲν ἀκοῆς οὐ συντεταγμένα εἰ δὲ τῷ πείθοντι καὶ τὸ τέρπον ἔνεστι φύσει τοῦ παραδείγματος, οὐ φεύγει χάριν ἀποδείξεως συνεργὸν ὁ λόγος οὐδʼ αἰσχύνεται "ταῖς Μούσαις τὰς Χάριτας συγκαταμιγνὺς καλλίσταν συζυγίαν," ὡς Εὐριπίδης φησίν, ἐκ τοῦ φιλοκάλου μάλιστα τῆς ψυχῆς ἀναδούμενος τὴν πίστιν.3 φέρε γάρ, εἰ λέγοντες τὴν αὐτὴν εἶναι ζωγραφίαν ἀνδρῶν καὶ γυναικῶν παρειχόμεθα τοιαύτας γραφὰς γυναικῶν, οἵας Ἀπελλῆς ἀπολέλοιπεν ἢ Ζεῦξις ἢ Νικόμαχος, ἆρʼ ἄν τις ἐπετίμησεν ἡμῖν, ὡς τοῦ χαρίζεσθαι καὶ ψυχαγωγεῖν μᾶλλον ἢ τοῦ πείθειν στοχαζομένοις; ἐγὼ μὲν οὐκ οἶμαι. τί δέ; ἐὰν ποιητικὴν πάλιν ἢ μαντικὴν ἀποφαίνοντες οὐχ ἑτέραν μὲν ἀνδρῶν ἑτέραν δὲ γυναικῶν οὖσαν, ἀλλὰ τὴν αὐτήν, τὰ Σαπφοῦς μέλη τοῖς Ἀνακρέοντος ἢ τὰ Σιβύλλης λόγια τοῖς Βάκιδος ἀντιπαραβάλλωμεν, ἕξει τις αἰτιάσασθαι δικαίως τὴν ἀπόδειξιν, ὅτι χαίροντα καὶ τερπόμενον ἐπάγει τῇ πίστει τὸν ἀκροατήν; οὐδὲ τοῦτʼ ἂν εἴποις. καὶ μὴν οὐκ ἔστιν ἀρετῆς γυναικείας καὶ ἀνδρείας ὁμοιότητα καὶ διαφορὰν ἄλλοθεν καταμαθεῖν μᾶλλον, ἢ βίους βίοις καὶ πράξεσι πράξεις ὥσπερ ἔργα μεγάλης τέχνης παρατιθέντας ἅμα καὶ σκοποῦντας, εἰ τὸν αὐτὸν ἔχει χαρακτῆρα καὶ τύπον ἡ Σεμιράμεως μεγαλοπραγμοσύνη τῇ Σεσώστριος ἢ ἡ Τανακυλλίδος σύνεσις τῇ Σερουίου τοῦ βασιλέως, ἢ τὸ Πορκίας φρόνημα τῷ Βρούτου καὶ τὸ Πελοπίδου τῷ Τιμοκλείας, κατὰ τὴν κυριωτάτην κοινότητα καὶ δύναμιν· ἐπειδὴ διαφοράς γέ τινας ἑτέρας, ὥσπερ χροιὰς ἰδίας, αἱ ἀρεταὶ διὰ τὰς φύσεις λαμβάνουσι καὶ συνεξομοιοῦνται τοῖς ὑποκειμένοις ἔθεσι καὶ κράσεσι σωμάτων καὶ τροφαῖς καὶ διαίταις· ἄλλως γὰρ ἀνδρεῖος ὁ Ἀχιλλεὺς ἄλλως ὁ Αἴας· καὶ φρόνησις Ὀδυσσέως οὐχ ὁμοία τῇ Νέστορος οὐδὲ δίκαιος ὡσαύτως Κάτων καὶ Ἀγησίλαος, οὐδὲ Εἰρήνη φίλανδρος ὡς Ἄλκηστις οὐδὲ Κορνηλία μεγαλόφρων ὡς Ὀλυμπιάς. ἀλλὰ μὴ παρὰ τοῦτο πολλὰς καὶ διαφόρους ποιῶμεν ἀνδρείας καὶ φρονήσεις καὶ δικαιοσύνας, ἂν μόνον τοῦ λόγου τοῦ οἰκείου μηδεμίαν αἱ καθʼ ἕκαστον ἀνομοιότητες ἐκβιβάζωσι.4 τὰ μὲν οὖν ἄγαν περιβόητα καὶ ὅσων οἶμαί σε βεβαίως βιβλίοις ἐντυχοῦσαν ἱστορίαν ἔχειν καὶ γνῶσιν ἤδη παρήσω· πλὴν εἰ μή τινα τοὺς τὰ κοινὰ καὶ δεδημευμένα πρὸ ἡμῶν ἱστορήσαντας ἀκοῆς ἄξια διαπέφευγεν. ἐπεὶ δὲ πολλὰ καὶ κοινῇ καὶ ἰδίᾳ γυναιξὶν ἄξια λόγου πέπρακται, βραχέα τῶν κοινῶν οὐ χεῖρόν ἐστι προϊστορῆσαι.

论妇女的美德 克莱亚啊,关于妇女的美德,我们与修昔底德并无相同的看法。因为他宣称,凡在外界无论因毁谤还是赞美而最少被谈及的妇女便是最好的,他认为正如身体一样,贤淑妇女的名字也应当深闭闺中、足不出户。但在我们看来,高尔吉亚显得更为雅致,他教导说妇女的形貌不应为人熟知,而其声名却当广为人知;而罗马人的风尚似乎最好,在死后对妇女也如同对男子一样公开施予恰当的赞誉。因此,当极其崇高的莱昂蒂斯离世时,我们当时立即同你进行了长谈,并非没有哲学的慰藉;而如今,正如你所希望的那样,我为你补充写下了论证男女美德同一无别的其余论述。这些论述具有历史性的论证力量,绝非为了取悦听觉而作;然而,如果说在论辩的说服力之中,出于范例本身的特质亦自然寓有令人欣悦之处,那么论辩亦不逃避将优美作为论证的助手,也不以为耻,正如欧里庇得斯所言: “使美惠女神 与缪斯相混合, 形成最美的结合,”从而以灵魂中最爱美之部分极其牢固地维系信念。 试想,若我们声称男女的绘画技艺相同,并呈现出妇女所作的、有如阿佩莱斯、宙克西斯或尼科马科斯所留下的那类图画,难道有人会责难我们,指责我们旨在取悦和惑溺人心而非旨在说服吗?我以为绝非如此。 又或者,当我们再次表明诗歌或预言之术在男子与妇女之间并非各不相同,而是毫无二致,将萨福的诗歌与阿纳克里翁的诗歌相比,或将西比拉的神谕与巴基斯的神谕相较,难道会有人因论证使听者在欢欣怡悦中接受确信,便能正当地归咎于它吗?你绝不会这样说。 不仅如此,要探知妇女之德与男子之德的同异,再没有比将生平与生平、作为与作为如伟大艺术的作品般相互对照并同时审视更好的途径了——审视塞米拉米斯的雄图伟业与塞索斯特里斯的是否具有相同的印记与典型,塔纳奎尔的聪慧与国王塞尔维乌斯的是否相同,波尔基亚的气概与布鲁图斯的是否相同,佩洛皮达斯的气概与蒂莫克蕾娅的是否相同,皆依照其最根本的共同性与能力。因为美德由于各自的天性,确实会染上若干各别的差异,犹如特有的色彩,并使自身与潜在的习性、肉体的体质、养育以及生活习惯相协调;阿喀琉斯的勇敢是一种样子,埃阿斯的则是另一种样子;奥德修斯的审慎不同于涅斯托尔的,卡托与阿格西劳斯亦非以同样方式为正义,伊莲妮之爱夫不及阿尔刻提斯,科尔内利亚之胸襟亦不同于奥林匹亚丝。然而,只要个别的相异之处并未将任何美德逐出其特有的根本界说,我们就切不可因此而造出许多繁杂各异的勇敢、审慎与正义。 因此,那些过分传诵之事,以及我认为你研读典籍已有确切通晓的知识,我如今将予略去;除非在先于我们记录那些常见公知之事的人笔下,遗漏了某些值得一听的掌故。然而,既然妇女无论集体还是个人都做出了许多值得称道的大事,那么先简要叙述若干集体作为亦无妨碍。

§1

Τρωιάδες τῶν ἀπʼ Ἰλίου περὶ τὴν ἅλωσιν ἐκφυγόντων οἱ πλεῖστοι χειμῶνι χρησάμενοι, καὶ διʼ ἀπειρίαν τοῦ πλοῦ καὶ ἄγνοιαν τῆς θαλάττης ἀπενεχθέντες εἰς τὴν Ἰταλίαν καὶ περὶ τὸν Θύμβριν ποταμὸν ὅρμοις καὶ ναυλόχοις ἀναγκαίοις μόλις ὑποδραμόντες, αὐτοὶ μὲν ἐπλανῶντο περὶ τὴν χώραν φραστήρων δεόμενοι, ταῖς δὲ γυναιξὶν ἐμπίπτει λογισμός, ὡς ἡτισοῦν ἵδρυσις ἐν γῇ πάσης πλάνης καὶ ναυτιλίας εὖ τε καὶ καλῶς πράττουσιν ἀνθρώποις ἀμείνων ἐστί, καὶ πατρίδα δεῖ ποιεῖν αὐτούς, ἀπολαβεῖν ἣν ἀπολωλέκασι μὴ δυναμένους.5 ἐκ δὲ τούτου συμφρονήσασαι κατέφλεξαν τὰ πλοῖα, μιᾶς καταρξαμένης ὥς φασι Ῥώμης. πράξασαι δὲ ταῦτα τοῖς ἀνδράσιν ἀπήντων βοηθοῦσι πρὸς τὴν θάλατταν, καὶ φοβούμεναι τὴν ὀργὴν αἱ μὲν ἀνδρῶν αἱ δʼ οἰκείων ἀντιλαμβανόμεναι καὶ καταφιλοῦσαι λιπαρῶς, ἐξεπράυναν τῷ τρόπῳ τῆς φιλοφροσύνης. διὸ καὶ γέγονε καὶ παραμένει ταῖς Ῥωμαίων γυναιξὶν ἔτι νῦν ἔθος ἀσπάζεσθαι μετὰ τοῦ καταφιλεῖν τοὺς κατὰ γένος προσήκοντας αὐταῖς. συνιδόντες γὰρ ὡς ἔοικε τὴν ἀνάγκην οἱ Τρῶες καὶ ἅμα πειρώμενοι τῶν ἐγχωρίων, εὐμενῶς καὶ φιλανθρώπως προσδεχομένων, ἠγάπησαν τὸ πραχθὲν ὑπὸ τῶν γυναικῶν καὶ συγκατῴκησαν αὐτόθι τοῖς Λατίνοις.

特洛伊妇人 在特洛伊陷落之际逃亡的人中,大多数人遭遇了风暴,由于航海经验匮乏且对海况生疏而被漂流至意大利,在图姆布里斯河一带不得已勉强驶入必需的港湾和锚地;男人们自己因需要向导而在该地区四处漫游,妇女们心中则萌生出这样一种思虑:对于企求生活安好体面的人而言,在陆地上的任何定居都胜过漂泊无定的航行,既然他们无法收复业已失去的故土,就必须建立新的家园。于是她们彼此同心协力,放火烧毁了船只,据说由一位名叫罗马的妇人率先发难。做完这些事后,她们迎面走向赶往海边救援的男人们;因惧怕男人的怒火,她们有的抱住丈夫,有的抱住亲属,恳切地亲吻他们,以此种温存示爱的方式平息了怒气。因此,在罗马妇女中便产生并至今留存着一种习俗:以亲吻之礼问候与自己有血缘关系的亲属。 因为特洛伊男人们似乎看清了这种必然性,同时也体验到当地人仁厚友善地接待他们,便欣然接受了妇女们所做的事情,并就地与拉丁人共同定居下来。

语法注5 条
  1. 242eἧς ἂν ἐλάχιστος ᾖ παρὰ τοῖς ἐκτὸς ψόγου πέρι ἢ ἐπαίνου λόγος

    关系代词 ἧς 是属格,与其隐含的先行词(妇女)相应,并与主句的 ἀρίστην 相照应。在关系从句内部,它是与 λόγος 搭配的宾格性属格或关于属格(即“关于她的议论”)。此处化用了修昔底德《伯罗奔尼撒战争史》2.45中伯里克利国葬演说的名言。

  2. 242eεἰς ʼτὸ μίαν εἶναι καὶ τὴν αὐτὴν ἀνδρὸς καὶ γυναικὸς ἀρετὴν

    介词 εἰς 引导带定冠词的不定式短语 τό... εἶναι,表示目的、宗旨或论证指向(“旨在说明/本着……的旨意”)。不定式 εἶναι 的主语是宾格 ἀρετήν,μίαν καὶ τὴν αὐτήν 为其表语补足语。

  3. 243aἐκ τοῦ φιλοκάλου μάλιστα τῆς ψυχῆς ἀναδούμενος τὴν πίστιν

    分词 ἀναδούμενος(中动态现在分词,意为“紧密维系/为自身加冕”)与主句主语 ὁ λόγος 一致。介词短语 ἐκ τοῦ φιλοκάλου τῆς ψυχῆς 中,中性单数形容词用作名词(“出自灵魂爱美之品质”),指明确信(τὴν πίστιν)赖以固结的源泉。

  4. 243dἂν μόνον τοῦ λόγου τοῦ οἰκείου μηδεμίαν αἱ καθʼ ἕκαστον ἀνομοιότητες ἐκβιβάζωσι

    由 ἂν μόνον(即 ἐὰν μόνον,带虚拟式,表示限制性条件“只要/假若仅……”)引导的从句。主语为 αἱ καθʼ ἕκαστον ἀνομοιότητες(个别差异),动词为 ἐκβιβάζωσι(虚拟式,“迫使脱离/逐出”),宾语为 μηδεμίαν(阴性单数代词,承前省去 ἀρετήν,“任何美德”),τοῦ λόγου τοῦ οἰκείου 为分离属格(“脱离其固有的本质定义”)。

  5. 243eπατρίδα δεῖ ποιεῖν αὐτούς, ἀπολαβεῖν ἣν ἀπολωλέκασι μὴ δυναμένους

    非人称动词 δεῖ 引导的带宾格的不定式结构。不定式 ποιεῖν 的主语是 αὐτούς,πατρίδα 为其宾语/表语(“他们应当建立家园”)。分词短语 ἀπολαβεῖν ἣν ἀπολωλέκασι μὴ δυναμένους 与 αὐτούς 一致,作原因状语(“既然他们无法收复所失去的家园”),否定词 μή 表现了间接引语或主观判断的色彩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:0-1