← 普鲁塔克

烈女传

§18

兰普萨克的密告与兰普萨库斯的命名

贝布吕克斯人趁国王曼德龙不在密谋消灭福西亚殖民者,国王之女兰普萨克暗中报信,希腊人反击夺城,并以她的名字将该城命名为兰普萨库斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

Λαμψάκη ἐκ Φωκαίας τοῦ Κοδριδῶν γένους ἦσαν ἀδελφοὶ δίδυμοι Φόβος καὶ Βλέψος· ὧν ὁ Φόβος ἀπὸ τῶν Λευκάδων πετρῶν πρῶτος ἀφῆκεν ἑαυτὸν εἰς θάλατταν, ὡς Χάρων ὁ Λαμψακηνὸς ἱστόρηκεν. ἔχων δὲ δύναμιν καὶ βασιλικὸν ἀξίωμα παρέπλευσεν εἰς Πάριον ἰδίων ἕνεκα πραγμάτων· καὶ γενόμενος φίλος καὶ ξένος Μάνδρωνι, βασιλεύοντι Βεβρύκων τῶν Πιτυοεσσηνῶν προσαγορευομένων, ἐβοήθησε καὶ συνεπολέμησεν αὐτοῖς ὑπὸ τῶν προσοίκων ἐνοχλουμένοις. ὁ δὲ Μάνδρων ἄλλην τε πολλὴν ἐνεδείξατο τῷ Φόβῳ φιλοφροσύνην ἀποπλέοντι καὶ μέρος τῆς τε χώρας καὶ τῆς πόλεως ὑπισχνεῖτο δώσειν, εἰ βούλοιτο Φωκαεῖς ἔχων ἐποίκους εἰς τὴν Πιτυόεσσαν ἀφικέσθαι. πείσας οὖν τοὺς πολίτας ὁ Φόβος ἐξέπεμψε τὸν ἀδελφὸν ἄγοντα τοὺς ἐποίκους. καὶ τὰ μὲν παρὰ τοῦ Μάνδρωνος ὑπῆρχεν αὐτοῖς, ὥσπερ προσεδόκησαν· ὠφελείας δὲ μεγάλας καὶ λάφυρα καὶ λείας ἀπὸ τῶν προσοίκων βαρβάρων λαμβάνοντες, ἐπίφθονοι τὸ πρῶτον εἶτα καὶ φοβεροὶ τοῖς Βέβρυξιν ἦσαν. ἐπιθυμοῦντες οὖν αὐτῶν ἀπαλλαγῆναι, τὸν μὲν Μάνδρωνα, χρηστὸν ὄντα καὶ δίκαιον ἄνδρα περὶ τοὺς Ἕλληνας, οὐκ ἔπεισαν, ἀποδημήσαντος δʼ ἐκείνου, παρεσκευάζοντο τοὺς Φωκαεῖς δόλῳ διαφθεῖραι. τοῦ δὲ Μάνδρωνος ἡ θυγάτηρ Λαμψάκη παρθένος οὖσα τὴν ἐπιβουλὴν προέγνω, καὶ πρῶτον μὲν ἐπεχείρει τοὺς φίλους καὶ οἰκείους ἀποτρέπειν καὶ διδάσκειν ὡς ἔργον δεινὸν καὶ ἀσεβὲς ἐγχειροῦσι πράττειν, εὐεργέτας καὶ συμμάχους ἄνδρας νῦν δὲ καὶ πολίτας ἀποκτιννύντες. ὡς δʼ οὐκ ἔπειθε, τοῖς Ἕλλησιν ἔφρασε κρύφα τὰ πραττόμενα καὶ παρεκελεύσατο φυλάττεσθαι. οἱ δὲ θυσίαν τινὰ παρασκευασάμενοι καὶ θοίνην ἐξεκαλέσαντο τοὺς Πιτυοεσσηνοὺς εἰς τὸ προάστειον αὑτοὺς δὲ διελόντες δίχα, τοῖς μὲν τὰ τείχη κατελάβοντο τοῖς δὲ τοὺς ἀνθρώπους ἀνεῖλον.1 οὕτω δὴ τὴν πόλιν κατασχόντες τόν τε Μάνδρωνα μετεπέμποντο, συμβασιλεύειν τοῖς παρʼ αὐτῶν2 κελεύοντες· καὶ τὴν Λαμψάκην ἐξ ἀρρωστίας ἀποθανοῦσαν ἔθαψαν ἐν τῇ πόλει μεγαλοπρεπῶς, καὶ τὴν πόλιν ἀπʼ αὐτῆς Λάμψακον προσηγόρευσαν. ἐπεὶ δʼ ὁ Μάνδρων προδοσίας ὑποψίαν φεύγων τὸ μὲν οἰκεῖν μετʼ αὐτῶν παρῃτήσατο, παῖδας δὲ τῶν τεθνηκότων καὶ γυναῖκας ἠξίωσε κομίσασθαι, καὶ ταῦτα προθύμως οὐδὲν ἀδικήσαντες ἐξέπεμψαν· καὶ τῇ Λαμψάκῃ πρότερον ἡρωικὰς τιμὰς ἀποδιδόντες ὕστερον ὡς θεῷ θύειν ἐψηφίσαντο καὶ διατελοῦσιν οὕτω θύοντες.

兰普萨克 在福西亚,有属于科德鲁斯后裔的孪生兄弟福布斯与布勒普索斯;正如兰普萨库斯的卡隆所记载的,其中福布斯是第一个从莱夫卡斯岩石上跳入海中的人。他握有权势和王家尊严,因私事航行至帕里翁;他与统治被称为皮特约埃萨人的贝布吕克斯人国王曼德龙结为好友与客友,在他们受到邻人侵扰时施以援手并与之并肩作战。曼德龙在福布斯启航离开时对他展现了许多其他友爱之情,并许诺如果他愿带领福西亚殖民者前去皮特约埃萨,便将部分土地和城邦割让予他。于是福布斯说服了市民,派遣其兄弟率领殖民者前往。来自曼德龙的一切正如他们所预料的那样齐备;但随着他们从邻近的异族人那里获得了巨额收益、战利品与掠夺物,他们起初成为贝布吕克斯人嫉妒的对象,继而又令其感到畏惧。因此贝布吕克斯人想要除掉他们,但无法说服对希腊人仁慈且公正的曼德龙;于是在曼德龙出游期间,他们密谋以诡计消灭福西亚人。曼德龙尚待字闺中的女儿兰普萨克预先察知了这桩阴谋,起初极力劝阻朋友与亲族,告诫他们杀害作为恩人、同盟者乃至如今的同邦公民之人,是企图犯下可怕而不虔的行径。但见无法说服他们,她便暗中将密谋之事告知希腊人,叮嘱他们戒备防范。希腊人遂备下祭典与宴席,邀请皮特约埃萨人前往城郊;他们将自身兵力分为两半,一部分占领了城墙,另一部分则将来人诛杀。如此夺取城邦后,他们便迎请曼德龙,邀他与己方选出的统治者共同执政;他们将因病去世的兰普萨克隆重安葬于城内,并以她的名字将该城命名为兰普萨库斯。然而,曼德龙为避通敌叛国之嫌,婉拒了与他们同住,而是要求领回死者的子女与妻子;他们未加任何伤害地欣然送还了这些人。对于兰普萨克,他们起初给予英雄般的尊荣,后来更决议如奉神明般向她献祭,并且至今仍保持着这般祭祀。

语法注2 条
  1. 255dτοῖς μὲν τὰ τείχη κατελάβοντο τοῖς δὲ τοὺς ἀνθρώπους ἀνεῖλον

    这里的两个与格 τοῖς μὲν... τοῖς δέ 充当工具或手段与格,承接前面的分词短语 αὑτοὺς δὲ διελόντες δίχα(“将他们自己分为两部分”),意为“以其中的一部分……以另一部分……”,指代分出的两支队伍,而非间接宾语。

  2. 255dσυμβασιλεύειν τοῖς παρʼ αὐτῶν

    短语 τοῖς παρʼ αὐτῶν 是带有冠词的介词短语名词化用法(意为“来自他们[福西亚人]一方的人”),作与格接在复合动词 συμβασιλεύειν(“与……共同为王/共治”)之后,意为“与己方推举的人共同执政”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:18