← 普鲁塔克

烈女传

§16-17

皮埃里亚媾和与波吕克丽特拯救城邦

本节记述了皮埃里亚在敌方将领求爱时请求和平从而终结了两城之战,以及波吕克丽特利用敌将之爱拯救城邦、却在喜极而亡的经过与两种文献异说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

Πιερία τῶν εἰς Μίλητον ἀφικομένων Ἰώνων στασιάσαντες ἔνιοι1 πρὸς τοὺς Νείλεω παῖδας, ἀπεχώρησαν εἰς Μυοῦντα κἀκεῖ κατῴκουν, πολλὰ κακὰ πάσχοντες ὑπὸ τῶν Μιλησίων· ἐπολέμουν γὰρ αὐτοῖς διὰ τὴν ἀπόστασιν. οὐ μὴν ἀκήρυκτος ἦν οὐδʼ ἀνεπίμικτος ὁ πόλεμος, ἀλλʼ ἔν τισιν ἑορταῖς ἐφοίτων εἰς Μίλητον ἐκ τοῦ Μυοῦντος αἱ γυναῖκες. ἦν δὲ Πύθης ἀνὴρ ἐν αὐτοῖς ἐμφανής, γυναῖκα μὲν ἔχων Ἰαπυγίαν, θυγατέρα δὲ Πιερίαν. οὔσης οὖν ἑορτῆς Ἀρτέμιδι καὶ θυσίας παρὰ Μιλησίοις, ἣν Νηληίδα προσαγορεύουσιν, ἔπεμψε τὴν γυναῖκα καὶ τὴν θυγατέρα, δεηθείσας ὅπως τῆς ἑορτῆς μετάσχωσι· τῶν δὲ Νείλεω παίδων ὁ δυνατώτατος ὄνομα Φρύγιος τῆς Πιερίας ἐρασθεὶς ἐνενόει τί ἂν αὐτῇ μάλιστα γένοιτο παρʼ αὐτοῦ κεχαρισμένον. εἰπούσης δʼ ἐκείνης εἰ διαπράξαιό μοι τὸ πολλάκις ἐνταῦθα καὶ μετὰ πολλῶν βαδίζειν,2 συνεὶς ὁ Φρύγιος δεομένην φιλίας καὶ εἰρήνης τοῖς πολίταις κατέπαυσε τὸν πόλεμον. ἦν οὖν ἐν ἀμφοτέραις ταῖς πόλεσι δόξα καὶ τιμὴ τῆς Πιερίας, ὥστε καὶ τὰς Μιλησίων εὔχεσθαι γυναῖκας ἄχρι νῦν οὕτως τοὺς ἄνδρας ἐρᾶν αὐτῶν, ὡς Φρύγιος ἠράσθη Πιερίας.

皮埃里亚 抵达米利都的伊奥尼亚人中,有些人起来反抗内琉斯的儿子们,退居米乌斯并在那里定居,承受着来自米利都人的诸多祸患;因为米利都人因他们背叛而向其开战。然而,这场战争并非不可调解亦非断绝往来,在某些节日里,女人们仍会从米乌斯前往米利都。在他们之中有一位名叫皮忒斯的显要人物,娶了一位名叫亚庇吉亚的妻子,生有一女名唤皮埃里亚。当时米利都人正在举行祭祀阿耳忒弥斯的节日与祭典(他们称之为内利斯节),由于妻女恳求参加该节日,他便将二人送去。内琉斯诸子中权势最大、名为弗律吉俄斯者爱上了皮埃里亚,思忖着自己能给予她何种最合其心意的恩惠。当她说道: “若是你能为我促成时常且能带领许多人步行至此,”弗律吉俄斯领悟到她是在为市民们谋求友谊与和平,便平息了这场战争。因此,皮埃里亚在两座城邦中均享有名望与尊崇,以至于直到今日,米利都的妇人们仍祈求自己的丈夫爱她们,正如弗律吉俄斯深爱皮埃里亚一般。

§17

Πολυκπίτη Ναξίοις καὶ Μιλησίοις συνέστη πόλεμος διὰ τὴν Ὑψικρέοντος τοῦ Μιλησίου γυναῖκα Νέαιραν. αὕτη γὰρ ἠράσθη Προμέδοντος Ναξίου καὶ συνέπλευσεν, ὃς ἦν μὲν ξένος τοῦ Ὑψικρέοντος, ἐρασθείσῃ δὲ τῇ Νεαίρᾳ συνῆλθε, καὶ τὸν ἄνδρα φοβουμένην ἀπαγαγὼν εἰς Νάξον ἱκέτιν τῆς Ἑστίας ἐκάθισεν. τῶν δὲ Ναξίων οὐκ ἐκδιδόντων χάριν τοῦ Προμέδοντος, ἄλλως δὲ ποιουμένων πρόφασιν τὴν ἱκετείαν, ὁ πόλεμος συνέστη. τοῖς δὲ Μιλησίοις ἄλλοι τε πολλοὶ καὶ προθυμότατα τῶν Ἰώνων Ἐρυθραῖοι συνεμάχουν, καὶ μῆκος ἔσχε καὶ συμφορὰς ἤνεγκε μεγάλας ὁ πόλεμος· εἶτʼ ἐπαύσατο διʼ ἀρετὴν γυναικός, ὡς συνέστη διὰ μοχθηρίαν. Διόγνητος γὰρ ὁ τῶν Ἐρυθραίων στρατηγὸς ἔχων καὶ πεπιστευμένος ἔρυμα κατὰ τῆς Ναξίων πόλεως εὖ πεφυκὸς καὶ κατεσκευασμένον, ἠλάσατο λείαν τῶν Ναξίων πολλὴν καὶ γυναῖκας ἐλευθέρας καὶ παρθένους ἔλαβεν ὧν μιᾶς Πολυκρίτης ἐρασθεὶς εἶχεν αὐτὴν οὐχ ὡς αἰχμάλωτον ἀλλʼ ἐν τάξει γαμετῆς γυναικός. ἑορτῆς δὲ τοῖς Μιλησίοις καθηκούσης ἐν τῇ στρατιᾷ καὶ πρὸς πόσιν ἁπάντων καὶ συνουσίας τραπομένων, ἠρώτησε τὸν Διόγνητον ἡ Πολυκρίτη μή τι κωλύοι πεμμάτων μερίδας ἀποπέμψαι τοῖς ἀδελφοῖς αὑτῆς. ἐπιτρέψαντος δʼ ἐκείνου καὶ κελεύσαντος, ἐνέβαλε μολίβδινον γραμματίδιον εἰς πλακοῦντα, κελεύσασα φράσαι τὸν κομίζοντα τοῖς ἀδελφοῖς ὅπως αὐτοὶ μόνοι καταναλώσωσιν ἃ ἔπεμψε. οἱ δʼ ἐντυχόντες τῷ μολίβδῳ καὶ τὰ γράμματα τῆς Πολυκρίτης ἀναγνόντες, κελευούσης νυκτὸς ἐπιθέσθαι τοῖς πολεμίοις, ὡς ὑπὸ μέθης διὰ τὴν ἑορτὴν ἐξημελημένων πάντων, προσήγγειλαν τοῖς στρατηγοῖς καὶ παρώρμησαν ἐξελθεῖν μετʼ αὐτῶν. ἁλόντος δὲ τοῦ χωρίου καὶ πολλῶν διαφθαρέντων, ἐξῃτήσατο τὸν Διόγνητον ἡ Πολυκρίτη παρὰ τῶν πολιτῶν καὶ διέσῳσεν. αὐτὴ δὲ πρὸς ταῖς πύλαις γενομένη πρὸς τοὺς πολίτας ἀπαντῶντας αὐτῇ, μετὰ χαρᾶς καὶ στεφάνων ὑποδεχομένους καὶ θαυμάζοντας, οὐκ ἤνεγκε τὸ μέγεθος τῆς χαρᾶς, ἀλλʼ ἀπέθανεν αὐτοῦ πεσοῦσα παρὰ τὴν πύλην· ὅπου τέθαπται, καὶ καλεῖται βασκάνου τάφος, ὡς βασκάνῳ τινὶ τύχῃ τὴν Πολυκρίτην φθονηθεῖσαν ἀπολαῦσαι τῶν τιμῶν.3 οὕτω μὲν οἱ Ναξίων συγγραφεῖς ἱστοροῦσιν ὁ δʼ Ἀριστοτέλης φησὶν οὐδʼ ἁλούσης τῆς Πολυκρίτης, ἄλλως δέ πως ἰδόντα τὸν Διόγνητον ἐρασθῆναι4 καὶ πάντα διδόναι καὶ ποιεῖν ἕτοιμον εἶναι ʼ τὴν δʼ ὁμολογεῖν ἀφίξεσθαι πρὸς αὐτόν, ἑνὸς μόνου τυχοῦσαν, περὶ οὗ τὸν Διόγνητον, ὥς φησιν ὁ φιλόσοφος, ὅρκον ᾔτησεν· ἐπεὶ δʼ ὤμοσεν, ἠξίου τὸ Δήλιον αὐτῇ δοθῆναι Δήλιον γὰρ ἐκαλεῖτο τὸ χωρίον, ἄλλως δʼ οὐκ ἂν ἔφη συνελθεῖν. ὁ δὲ καὶ διὰ τὴν ἐπιθυμίαν καὶ διὰ τὸν ὅρκον ἐξέστη καὶ παρέδωκε τῇ Πολυκρίτῃ τὸν τόπον, ἐκείνη δὲ τοῖς πολίταις. ἐκ δὲ τούτου πάλιν εἰς ἴσον καταστάντες, ἐφʼ οἷς ἐβούλοντο πρὸς τοὺς Μιλησίους διελύθησαν.

波吕克丽特 纳克索斯人与米利都人之间,因米利都人许普西克瑞翁之妻涅埃拉而爆发了战争。因为她爱上了纳克索斯人普罗墨冬并与他一同泛舟潜逃。普罗墨冬本是许普西克瑞翁的宾友,却与倾心于己的涅埃拉结好,因她惧怕丈夫,便将她带往纳克索斯,使她作为赫斯提亚的祈求者坐于坛前。纳克索斯人因顾及普罗墨冬的情面不肯交出她,反而将那祈求仪式作为借口,战争遂由此爆发。其他许多人与米利都人结盟,伊奥尼亚人中厄律特赖人尤为卖力;战争旷日持久,带来了巨大的灾祸。随后,正如它因一个女人的卑劣而起一样,它最终因一个女人的德行而终结。 原来,厄律特赖人的将领狄奥格涅托斯据有并受托驻守一座针对纳克索斯人城邦的要塞;该要塞地势险要且工事坚固。他从纳克索斯人那里掠夺了大量战利品,并掳获了自由身分的妇女与少女。他爱上了其中的波吕克丽特,不将她当作俘虏,而是以结发妻子的礼遇相待。正值米利都军中逢上节日,全军上下沉湎于饮酒作乐与聚会欢饮,波吕克丽特便询问狄奥格涅托斯,是否有碍于她将糕点的份额寄给自己的兄弟们。在他应允并准许之后,她将一块铅制的小字板塞入烙饼之中,并嘱咐送信之人转告她的兄弟们,务必只由他们自己享用她所送之物。兄弟们发现了铅板并读了波吕克丽特的书信——信中命他们在夜间袭击敌军,因为全军因节日醉酒而防备松懈——便向将领们报告,并敦促他们随同出击。要塞陷落,敌军死伤枕藉,波吕克丽特向市民们为狄奥格涅托斯求情,保全了他的性命。当她自己走到城门前,迎面遇上带着喜悦与花冠前来迎接并赞美她的市民时,她竟无法承受那巨大的喜悦,当场倒在城门旁死去了。她被埋葬于该处,其墓被称为“嫉妒者之墓”,宛如波吕克丽特因某种嫉妒的命运而被剥夺了享用荣耀的福分。 纳克索斯的史家们是如此记述的;但亚里士多德却说,波吕克丽特甚至未曾被俘,而是狄奥格涅托斯在另外的机缘下见到了她并坠入情网,甘愿付出一切、做任何事;而她答应前去归附他,条件是仅满足一事;正如这位哲学家所言,她就此事要求狄奥格涅托斯起誓。当他起誓之后,她要求将德利昂割让给她(因那处要塞名为德利昂),声称否则决不同房。狄奥格涅托斯出于情欲又受制于誓言,遂撤出该地并将要塞交给了波吕克丽特,她转而将其交予市民。自此纳克索斯人重归对等地位,遂按照他们所期望的条件与米利都人达成了和解。

语法注4 条
  1. 16τῶν εἰς Μίλητον ἀφικομένων Ἰώνων στασιάσαντες ἔνιοι

    句首的属格短语 τῶν...Ἰώνων 作为部分属格修饰主语 ἔνιοι,置于句首以引出话题;分词 στασιάσαντες 则与 ἔνιοι 保持主格一致。

  2. 254aεἰ διαπράξαιό μοι τὸ πολλάκις ἐνταῦθα καὶ μετὰ πολλῶν βαδίζειν

    此处省略了条件句的归结从句(apodosis)。作为对前文问题 τί ἂν αὐτῇ μάλιστα γένοιτο παρʼ αὐτοῦ κεχαρισμένον(何事最能令她喜悦)的回答,条件从句 εἰ διαπράξαιο 具有惯用的祈愿或委婉请求功能(“若是你能促成……[那便最合我意]”)。

  3. 254eὡς βασκάνῳ τινὶ τύχῃ τὴν Πολυκρίτην φθονηθεῖσαν ἀπολαῦσαι τῶν τιμῶν

    由 ὡς 支配的对格分词结构,表主观缘由。被动分词 φθονηθεῖσαν 支配不定式 ἀπολαῦσαι,表示波吕克丽特仿佛被某种嫉妒的命运剥夺了享受这些荣誉的权利。

  4. 254eοὐδʼ ἁλούσης τῆς Πολυκρίτης, ἄλλως δέ πως ἰδόντα τὸν Διόγνητον ἐρασθῆναι

    由 ὁ δʼ Ἀριστοτέλης φησὶν 引出的间接引语(带不定式的对格结构)。否定词 οὐδέ 修饰独立属格 ἁλούσης τῆς Πολυκρίτης(“波吕克丽特甚至未曾被俘”),不定式 ἐρασθῆναι 的逻辑主语为 τὸν Διόγνητον,并与修饰它的分词 ἰδόντα 保持对格一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:16-17