← 普鲁塔克

烈女传

§19#1

阿蕾塔菲拉下毒未遂与忍受酷刑

在昔兰尼僭主尼科克拉特斯的残暴统治下,阿蕾塔菲拉在丈夫被杀并被强娶后,企图用毒药刺杀僭主以拯救祖国,却不幸事泄。她机敏地辩称毒药实为春药,并在残酷的严刑拷打下坚贞不屈,重新赢得僭主的信任,伺机展开新的图谋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19#1

Ἀρεταφίλα Ἀρεταφίλα δʼ ἡ Κυρηναία παλαιὰ μὲν οὐ γέγονεν ἀλλʼ ἐν τοῖς Μιθριδατικοῖς καιροῖς, ἀρετὴν δὲ καὶ πρᾶξιν ἐνάμιλλον τῇ βουλῇ τῶν ἡρωίδων1 παρέσχεν. ἦν δὲ θυγάτηρ μὲν Αἰγλάτορος Φαιδίμου δὲ γυνή, γνωρίμων ἀνδρῶν· καλὴ δὲ τὴν ὄψιν οὖσα, καὶ τὸ φρονεῖν ἐδόκει περιττή τις εἶναι καὶ πολιτικῆς δεινότητος οὐκ ἄμοιρος· ἐπιφανῆ δʼ αὐτὴν αἱ κοιναὶ τύχαι τῆς πατρίδος ἐποίησαν. Νικοκράτης γὰρ ἐπαναστὰς Κυρηναίοις τύραννος ἄλλους τε πολλοὺς ἐφόνευε τῶν πολιτῶν καὶ τὸν ἱερέα τοῦ Ἀπόλλωνος αὐτόχειρ ἀνελὼν Μελάνιππον, ἔσχε τὴν ἱερωσύνην ἀνεῖλε δὲ καὶ Φαίδιμον τὸν τῆς Ἀρεταφίλας ἄνδρα καὶ τὴν Ἀρεταφίλαν ἔγημεν ἄκουσαν. πρὸς δὲ μυρίοις ἄλλοις παρανομήμασι φύλακας ἐπὶ τῶν πυλῶν κατέστησεν, οἳ τοὺς ἐκφερομένους νεκροὺς ἐλυμαίνοντο νύττοντες ξιφιδίοις καὶ καυτήρια προσβάλλοντες ὑπὲρ τοῦ μηδένα τῶν πολιτῶν ὡς νεκρὸν λαθεῖν ἐκκομιζόμενον. δύσφορα μὲν οὖν καὶ τῇ Ἀρεταφίλᾳ τὰ οἰκεῖα κακά, καίπερ ἐνδιδόντος αὐτῇ διʼ ἔρωτα τοῦ τυράννου πλεῖστον ἀπολαύειν τῆς δυνάμεως ἥττητο γὰρ ἐκείνης καὶ μόνῃ χειροήθη παρεῖχεν αὑτὸν ἄτεγκτος ὢν τἄλλα καὶ θηριώδης· ἠνία δὲ μᾶλλον αὐτὴν ἡ πατρὶς οἰκτρὰ πάσχουσα παρʼ ἀξίαν. ἄλλος γὰρ ἐπʼ ἄλλῳ τῶν πολιτῶν ἐσφάττετο, τιμωρία δʼ ἀπʼ οὐδενὸς ἠλπίζετο· καὶ γὰρ οἱ φυγάδες, ἀσθενεῖς παντάπασιν ὄντες καὶ περίφοβοι, διεσπάρησαν. αὑτὴν οὖν ἡ Ἀρεταφίλα ὑποθεῖσα μόνην τοῖς κοινοῖς ἐλπίδα, καὶ τὰ Θήβης ζηλώσασα τῆς Φεραίας καλὰ καὶ περιβόητα τολμήματα, συμμάχων δὲ πιστῶν καὶ οἰκείων, οἵους ἐκείνῃ τὰ πράγματα παρέσχεν, ἔρημος οὖσα, φαρμάκοις ἐπεχείρησε διεργάσασθαι τὸν ἄνδρα. παρασκευαζομένη δὲ καὶ πορίζουσα καὶ διαπειρωμένη πολλῶν δυνάμεων οὐκ ἔλαθεν ἀλλʼ ἐμηνύθη· καὶ γενομένων ἐλέγχων, Καλβία μὲν ἡ τοῦ Νικοκράτους μήτηρ, φύσει φονικὴ γυνὴ καὶ ἀπαραίτητος, εὐθὺς ᾤετο δεῖν ἀναιρεῖν αἰκισαμένην τὴν Ἀρεταφίλαν τοῦ δὲ Νικοκράτους μέλλησιν ἐνεποίει τῇ ὀργῇ καὶ ἀσθένειαν ὁ ἔρως, καὶ τὸ τὴν Ἀρεταφίλαν ἐρρωμένως ὁμόσε χωρεῖν ταῖς κατηγορίαις ἀμύνουσαν ἑαυτῇ πρόφασίν τινα τῷ πάθει παρεῖχεν.2 ἐπεὶ δὲ κατελαμβάνετο τοῖς ἐλέγχοις καὶ τὴν παρασκευὴν τῆς φαρμακείας ἑώρα μὴ δεχομένην ἄρνησιν, ὡμολόγει, παρεσκευάσθαι δʼ οὐκ ὀλέθριον φαρμακείαν ἀλλʼ ὑπὲρ μεγάλων, εἶπεν, ὦ ἄνερ, ἀγωνίζομαι, τῆς σῆς εὐνοίας πρὸς ἐμὲ καὶ δόξης καὶ δυνάμεως, ἣν διὰ σὲ καρποῦμαι πολλαῖς ἐπίφθονος οὖσα κακαῖς γυναιξὶν ὧν φάρμακα δεδοικυῖα καὶ μηχανὰς ἐπείσθην ἀντιμηχανήσασθαι, μωρὰ μὲν ἴσως καὶ γυναικεῖα, θανάτου δʼ οὐκ ἄξια· πλὴν εἰ κριτῇ σοι δόξειε3 φίλτρων ἕνεκα καὶ γοητείας κτεῖναι γυναῖκα, πλεῖον ἢ σὺ βούλει φιλεῖσθαι δεομένην. τοιαῦτα τὴν Ἀρεταφίλαν ἀπολογουμένην ἔδοξε τῷ Νικοκράτει βασανίσαι καὶ τῆς Καλβίας ἐφεστώσης ἀτέγκτου καὶ ἀπαραιτήτου, ταῖς βασάνοις ἀνέκρινε· καὶ διεφύλαττεν αὑτὴν ἀήττητον ἐν ταῖς ἀνάγκαις ἄχρι καὶ τὴν Καλβίαν ἀποκαμεῖν ἄκουσαν. ὁ δὲ Νικοκράτης ἀφῆκε πεισθεὶς καὶ μετενόει βασανίσας· καὶ χρόνον οὐ πολὺν διαλιπὼν αὖθις ἧκεν ὑπὸ τοῦ πάθους εἰς αὐτὴν φερόμενος, καὶ συνῆν αὖθις ἀναλαμβάνων τιμαῖς καὶ φιλοφροσύναις τὴν εὔνοιαν. ἡ δʼ οὐκ ἔμελλε χάριτος ἡττᾶσθαι κρατήσασα βασάνων καὶ πόνων, ἀλλὰ τῷ φιλοκάλῳ φιλονικίας προσγενομένης ἑτέρας ἥπτετο μηχανῆς.

昔兰尼的阿蕾塔菲拉并非古时的人物,而是生活在米特拉达梯战争时期;然而她在德行与作为上,足以媲美古代巾帼英雄们的谋略。她是埃格拉托尔之女、费迪穆斯之妻,二人皆为名士。她不仅容貌美丽,在见识上也显出卓越非凡,且不乏政治才能;祖国共同的危难厄运使她声名显赫。 因为尼科克拉特斯向昔兰尼人发难,自立为僭主,不仅屠杀了许多公民,更亲手杀害阿波罗的祭司梅拉尼普斯而夺取了祭司职位;他还杀害了阿蕾塔菲拉的丈夫费迪穆斯,并强娶阿蕾塔菲拉为妻。除了无数其他不法暴行之外,他还在城门设立卫兵,用匕首刺戳、用烙铁烙烫来毁伤被抬出城的死者,以防有公民冒充尸体被偷偷抬出。 因此,尽管僭主因情欲之故准许阿蕾塔菲拉极尽所能地享用他的权势,但她自身的家仇私恨依然令人难以忍受。因为他彻底被她迷住,尽管在其他方面冷酷凶残如禽兽,唯独对她却俯首帖耳。然而,祖国蒙受着不应承受的悲惨境遇,更令她痛心不已。公民们一个接一个地遭到屠杀,从任何方面都看不到复仇解脱的希望;流亡者也全都势单力薄、惊恐万状,四散各处。于是阿蕾塔菲拉将自己视为公益事业唯一的希望,并效法斐瑞的忒拜那崇高而闻名的大胆壮举;但她孤立无援,缺少局势曾给予忒拜的那种忠诚亲近的盟友,于是企图用毒药除掉丈夫。 当她准备、搜求并试验多种药力时,未能隐秘,反而被人告发。经过查验核实,尼科克拉特斯的母亲卡尔比娅——一个生性嗜杀且毫无宽宥之心的女人——立即认为应当拷打阿蕾塔菲拉后将她处死;但情欲使尼科克拉特斯的愤怒产生了迟疑与软化,而阿蕾塔菲拉在为自己辩护时奋勇迎击指控,也为他的情欲提供了一定借口。然而,当她被证据逼入困境,见配制药剂之事无可否认时,她便承认了,但坚称自己配制的并非致命药剂,她说: “丈夫啊,我所争夺的是重大的利益:是你对我的恩爱、荣耀与权柄——正是凭借你,我在受到许多恶毒女人的嫉妒时才得以享受这一切。因畏惧她们的药物与奸计,我才决意采取对抗的手段,这举动或许愚蠢且带有妇道人家的习气,却罪不至死;除非在作为审判者的你看来,只因春药与巫术就应当处死一个不过是祈求得到比你所愿给的更多的爱意的女人。” 阿蕾塔菲拉作了这样的申辩之后,尼科克拉特斯决定对她施以刑讯,并在冷酷无情的卡尔比娅从旁督视之下用酷刑审讯她;但在折磨之下,阿蕾塔菲拉始终不屈不挠,甚至令卡尔比娅也不情愿地感到精疲力竭。尼科克拉特斯被说服,释放了她,并为拷打过她而感到懊悔;没过多久,他又在情欲的驱使下奔向她,以尊荣与温存挽回她的欢心,再度与她同居。但她既然战胜了严刑与剧痛,绝不会被恩惠所征服;反倒是在高尚的志向中平添了斗志,着手实施另一项计策。

语法注3 条
  1. 19ἐνάμιλλον τῇ βουλῇ τῶν ἡρωίδων

    形容词 ἐνάμιλλος(匹敌、竞逐)支配与格 τῇ βουλῇ。此处的 βουλή 依上下文理应解释为“谋略”、“心智”或“决意”,而非制度意义上的“议事会”。

  2. 256bτὸ τὴν Ἀρεταφίλαν ἐρρωμένως ὁμόσε χωρεῖν ταῖς κατηγορίαις ἀμύνουσαν ἑαυτῇ πρόφασίν τινα τῷ πάθει παρεῖχεν

    由冠词 τὸ 引导的宾格不定式短语(τὴν Ἀρεταφίλαν ... χωρεῖν)整体充当主句谓语动词 παρεῖχεν 的主语。短语 ὁμόσε χωρεῖν ταῖς κατηγορίαις 为习用表达,意为“迎击指控”;πρόφασίν τινα 为直接宾语,与格 τῷ πάθει(为其激情/爱欲)充当间接宾语。

  3. 256cπλὴν εἰ κριτῇ σοι δόξειε

    连词短语 πλὴν εἰ(除非、若非)引导一个例外的条件从句。希求法 δόξειε 表示委婉假设或潜在可能。处于表语位置的名词 κριτῇ(作为审判者)修饰与格人称代词 σοι(对你)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:19#1