- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:15#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在梅吉斯托表现出高贵的不屈气节后,市民们在征兆与梦境的启示下刺杀了阿里斯托提穆斯,而僭主的妻子与两位女儿也在梅吉斯托的干预下自尽身亡。
ἐγκαταλιπεῖν τὴν τῆς πατρίδος ἐλευθερίαν·1 οὐ γὰρ τοσοῦτο κακὸν αὐτοῖς ἡμᾶς ἀπολέσαι μηδὲ νῦν ἔχοντας, ὅσον ἀγαθὸν ἐξελέσθαι τῆς σῆς ὠμότητος καὶ ὕβρεως τοὺς πολίτας. ταῦτα τῆς Μεγιστοῦς λεγούσης, οὐκ ἀνασχόμενος ὁ Ἀριστότιμος ἐκέλευσε τὸ παιδίον αὐτῆς ὡς ἀποκτενῶν ἐν ὄψει κομισθῆναι. ζητούντων δὲ τῶν ὑπηρετῶν ἀναμεμιγμένον ἐν τοῖς ἄλλοις παίζουσι καὶ διαπαλαίουσιν, ἡ μήτηρ ὀνομαστὶ προσκαλεσαμένη, δεῦρο, ἔφη, τέκνον, πρὶν αἰσθέσθαι καὶ φρονεῖν ἀπαλλάγηθι τῆς πικρᾶς τυραννίδος· ὡς ἐμοὶ βαρύτερόν ἐστι δουλεύοντὰ σε παρʼ ἀξίαν ἐφορᾶν ἢ ἀποθνήσκοντα. τοῦ δʼ Ἀριστοτίμου σπασαμένου τὴν μάχαιραν ἐπʼ αὐτὴν ἐκείνην καὶ μετʼ ὀργῆς ἐπιφερομένου, τῶν συνήθων τις αὐτῷ Κύλων ὄνομα πιστὸς δοκῶν εἶναι, μισῶν δὲ καὶ μετέχων τῆς συνωμοσίας τοῖς περὶ τὸν Ἑλλάνικον, ἀντέστη καὶ ἀπέστρεψε δεόμενος καὶ λέγων ἀγεννὲς εἶναι καὶ γυναικῶδες οὐκ ἀνδρὸς ἡγεμονικοῦ καὶ πράγμασι χρῆσθαι μεμαθηκότος τὸ ἔργον ὥστε μόλις ἔννουν γενόμενον τὸν Ἀριστότιμον ἀπελθεῖν. γίγνεται δὲ σημεῖον αὐτῷ μέγα· μεσημβρία μὲν γὰρ ἦν καὶ μετὰ τῆς γυναικὸς ἀνεπαύετο παρασκευαζομένων δὲ τῶν περὶ τὸ δεῖπνον, ἀετὸς μετέωρος ὤφθη δινούμενος ὑπὲρ τῆς οἰκίας, εἶθʼ ὥσπερ ἐκ προνοίας καὶ στοχασμοῦ λίθον ἀφῆκεν εὐμεγέθη κατʼ ἐκεῖνο τῆς στέγης τὸ μέρος, οὗ τὸ δωμάτιον ἦν, ἐν ᾧ κατακείμενος ἐτύγχανεν ὁ Ἀριστότιμος. ἅμα δʼ ἄνωθεν ψόφου μεγάλου καὶ κραυγῆς ἔξωθεν ὑπὸ τῶν ἰδόντων τὸν ὄρνιν γενομένης, ἐκπλαγεὶς καὶ πυθόμενος τὸ γεγονὸς μετεπέμψατο μάντιν, ᾧ χρώμενος διετέλει κατʼ ἀγοράν, καὶ διηρώτα περὶ τοῦ σημείου συντεταραγμένος. ὁ δʼ ἐκεῖνον μὲν παρεκάλει ὡς τοῦ Διὸς αὐτὸν ἐξεγείροντος καὶ βοηθοῦντος, οἷς δʼ ἐπίστευε τῶν πολιτῶν ἔφρασεν ὅσον οὔπω τὴν δίκην αἰωρουμένην ὑπὲρ κεφαλῆς ἐμπεσεῖσθαι τῷ τυράννῳ. διὸ καὶ τοῖς περὶ τὸν Ἑλλάνικον ἔδοξε μὴ μέλλειν, ἀλλʼ ἐπιτίθεσθαι τῇ ὑστεραίᾳ. τῆς δὲ νυκτὸς Ἑλλάνικος ἐδόκει κατὰ τοὺς ὕπνους τῶν τεθνηκότων υἱῶν τὸν ἕτερον λέγειν αὐτῷ παραστάντα, τί πέπονθας, ὦ πάτερ, καθεύδων; αὔριον δέ σε δεῖ τῆς πόλεως στρατηγεῖν. οὗτός τε δὴ διὰ τὴν ὄψιν εὐθαρσὴς γεγενημένος παρεκάλει τοὺς ἑταίρους, ὃ τ’ Ἀριστότιμος πυθόμενος Κρατερὸν αὐτῷ βοηθοῦντα μετὰ πολλῆς δυνάμεως ἐν Ὀλυμπίᾳ καταστρατοπεδεύειν, οὕτως ἐξεθάρσησεν, ὥστʼ ἄνευ δορυφόρων εἰς τὴν ἀγορὰν προελθεῖν μετὰ τοῦ Κύλωνος. ὡς οὖν συνεῖδε τὸν καιρὸν Ἑλλάνικος, ὃ μὲν ἦν σημεῖον αὐτῷ πρὸς τοὺς μέλλοντας ἐπιχειρεῖν συγκείμενον οὐκ ἔδωκε, λαμπρᾷ δὲ τῇ φωνῇ καὶ ἅμα τὰς χεῖρας προτείνων ἀμφοτέρας, τί μέλλετε, ἄνδρες ἀγαθοί; καλὸν τὸ θέατρον ἐν μέσῳ τῆς πατρίδος ἐναγωνίσασθαι. πρῶτος μὲν οὖν ὁ Κύλων σπασάμενος τὸ ξίφος παίει τινὰ τῶν ἑπομένων τῷ Ἀριστοτίμῳ Θρασυβούλου δὲ καὶ Λάμπιδος ἐξ ἐναντίας ἐπιφερομένων, ἔφθη μὲν ὁ Ἀριστότιμος εἰς τὸ τοῦ Διὸς ἱερὸν καταφυγών ἐκεῖ δʼ ἀποκτείναντες αὐτὸν καὶ τὸ σῶμα προβαλόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν. οὐ μὴν ἔφθησάν γε πολὺ τὰς γυναῖκας·2 εὐθὺς γὰρ ἐξέδραμον μετὰ χαρᾶς καὶ ὀλολυγμοῦ, καὶ περιστᾶσαι τοὺς ἄνδρας ἀνέδουν καὶ κατέστεφον. εἶτα τοῦ πλήθους ἐπὶ τὴν οἰκίαν τοῦ τυράννου ῥυέντος, ἡ μὲν γυνὴ συγκλείσασα τὸν θάλαμον αὑτὴν ἀνήρτησε. δύο δʼ ἦσαν αὐτῷ θυγατέρες, παρθένοι μὲν ἔτι, κάλλισται δὲ τὴν ὄψιν, ἤδη γάμων ὥραν ἔχουσαι ταύτας συλλαβόντες εἷλκον ἔξω πάντως μὲν ἀνελεῖν, αἰκίσασθαι δὲ καὶ καθυβρίσαι πρότερον ἐγνωκότες. ἀπαντήσασα δʼ ἡ Μεγιστὼ μετὰ τῶν ἄλλων ἐβόα δεινὰ ποιεῖν αὐτούς, εἰ δῆμος ἀξιοῦντες εἶναι ταῦτα τολμῶσι καὶ ἀσελγαίνουσι τοῖς τυράννοις ὅμοια. ἐντρεπομένων δὲ πολλῶν τὸ ἀξίωμα τῆς γυναικὸς παρρησιαζομένης καὶ δακρυούσης, ἔδοξεν ἀφελεῖν τὴν ὕβριν, αὐτὰς δʼ ἐᾶσαι διʼ αὑτῶν ἀποθανεῖν. ὡς δʼ οὖν ἀναστρέψαντες ἔνδον ἐκέλευον εὐθὺς ἀποθνήσκειν τὰς παρθένους, ἡ πρεσβυτέρα Μυρὼ λύσασα τὴν ζώνην καὶ βρόχον ἐνάψασα τὴν ἀδελφὴν κατησπάζετο καὶ παρεκάλει προσέχειν καὶ ποιεῖν ἅπερ ἂν αὐτὴν θεάσηται ποιοῦσαν, ὅπως ἄν, ἔφη, μὴ ταπεινῶς μηδʼ ἀναξίως ἑαυτῶν καταστρέψωμεν. τῆς δὲ νεωτέρας δεομένης αὐτῇ παρεῖναι προτέρᾳ ἀποθανεῖν καὶ τῆς ζώνης ἀντιλαμβανομένης, οὐδὲν ἄλλο πώποτʼ, εἶπεν, οὐδὲ ἓν ἤρνημαί σοι δεομένῃ καὶ ταύτην οὖν λαβὲ τὴν χάριν, ἐγὼ δʼ ὑπομενῶ καὶ τλήσομαι τοῦ θανάτου βαρύτερον, τὸ σέ, φιλτάτη, προτέραν ἰδεῖν ἀποθνήσκουσαν.3 ἐκ τούτου τὴν μὲν ἀδελφὴν αὐτὴ διδάξασα τῷ τραχήλῳ περιβαλέσθαι τὸν βρόχον, ὡς ᾔσθετο τεθνηκυῖαν, καθεῖλε καὶ κατεκάλυψεν· αὐτὴ δὲ τὴν Μεγιστὼ παρεκάλεσεν ἐπιμεληθῆναι, καὶ μὴ περιιδεῖν αἰσχρῶς, ἐπειδὰν ἀποθάνῃ, τεθεῖσαν ὥστε μηδένα πικρὸν μηδὲ μισοτύραννον οὕτω γενέσθαι τῶν παρόντων, ὃς οὐκ ἔκλαυσεν οὐδὲ κατηλέησε τὴν τῶν παρθένων εὐγένειαν. τῶν μὲν οὖν κοινῇ πεπραγμένων γυναιξὶ μυρίων ὄντων ἱκανὰ ταῦτα παραδείγματα· τὰς δὲ καθʼ ἑκάστην ἀρετάς, ὅπως ἂν ἐπίῃ, σποράδην ἀναγράψομεν, οὐδὲν οἰόμενοι τῆς κατὰ χρόνον τάξεως δεῖσθαι τὴν ὑποκειμένην ἱστορίαν.
绝不可因怜惜幼童与妇人,便放弃祖国的自由!因为即使在当下,我们亦未在他们身边,对他们而言,失去我们并非多么重大的祸患,反不如将市民从你的残暴与淫横中解救出来那般有益。” 梅吉斯托如此一说,阿里斯托提穆斯忍无可忍,命人将她的幼子带到眼前,企图当面斩杀。当仆役们去寻找那夹杂在其他儿童中间嬉戏相扑的孩子时,母亲指名呼唤他道: “过来,我的孩子;在你懂得人事、通晓事理之前,脱离这残酷的暴政吧!因为对我而言,目睹你蒙受不应有的奴役,远比看着你死去更为沉重难耐。” 阿里斯托提穆斯拔刀逼向她本人,怒气冲冲地扑上前去;就在此时,他亲信中一个名叫居隆的人——看似忠诚,实则痛恨僭主并参与了赫拉尼库斯等人的同谋——挺身阻拦并劝阻他,恳求道,此等行径卑劣且如妇人一般,绝非执掌权柄且懂得经世治事的大丈夫所为;阿里斯托提穆斯这才勉强清醒过来,抽身退去。 随后,他遭遇了一件重大的征兆。时值正午,他正与妻子歇息,仆人正在筹备晚餐之际,只见一只巨鹰在空中盘旋,在房屋上空回旋飞翔,继而仿佛经过精心谋划与瞄准一般,在正对阿里斯托提穆斯卧榻所在寝室上方的屋顶处,抛下一块巨大的石头。屋顶上的巨响与屋外目睹那只鸟的人们的呼喊声同时响起,他惊恐万分,问明缘由后,便召来自己日常在广场上求教的预言家,慌乱之中向其询问此征兆的含义。预言家一面安抚他,称是宙斯在唤醒并护佑他;另一面却对他信任的市民透露,悬于头顶的正义审判立刻就要降临在僭主身上。因此,赫拉尼库斯一派决定不再迟疑,而在次日发动袭击。 当夜,赫拉尼库斯在梦中仿佛见到自己死去的两个儿子中的一个站在身边对他说道: “父亲,你何故沉睡至此?明日你当统领本城军政。” 赫拉尼库斯因这异象而勇气倍增,勉励同志;而阿里斯托提穆斯得知克拉特罗斯率领大军进驻奥林匹亚前来相助,亦信心大增,竟未带持矛卫兵,只同居隆一道前往广场。赫拉尼库斯见时机已到,并未发出预先与同谋者约定的暗号,而是放开洪亮的声音,同时伸出双手喊道: “勇士们,你们还在犹豫什么?在祖国正中奋战的舞台已然齐备!” 于是居隆率先拔剑,击倒了随同阿里斯托提穆斯的一名随从;色拉西布洛斯与兰庇斯亦迎面冲杀过来,阿里斯托提穆斯虽抢先一步逃入宙斯神庙避难,但众人仍在神庙中将他杀死,把尸体抛弃于广场之上,呼召市民重获自由。然而他们并未比妇人们快多少;妇人们满怀欢喜与欢呼之声立刻奔跑出来,围住男人们,为他们系上发带、戴上花冠。随后民众涌向僭主的府邸,其妻紧锁闺房自缢身亡。他尚有二女,待字闺中,容貌绝美,且已届婚龄;众人将她们搜出并拖到屋外,决意处死她们,且打算在处死前加以拷打凌辱。然而梅吉斯托同其他妇人迎上前去,大声疾呼道,他们若自命为自由人民,却敢犯下此等恶行、做出与僭主无异的放荡暴举,实属可怖。许多人对这位慷慨陈词、潸然泪下的妇人之威严深感敬服,遂决定免去侮辱,任由她们自行了断。 众人返回室内命令少女们立即自尽时,长女米罗解下腰带系成套索,拥抱妹妹,劝她留心照看,并照着看见自己所做的去做,说道:“免得我们卑劣下贱地、或以不配于自身门第的方式结束生命。” 幼女哀求允许自己先死,并伸手去抓那条腰带,米罗说道: “以往只要你祈求,我从未在任何一件事上拒绝过你;那么这一份恩惠你也拿去吧;我宁可忍受并承担比死亡更沉重的痛苦——那就是看着你,我最亲爱的妹妹,比我先死去。” 于是她亲自教妹妹将套索套在颈项上,察觉她已气绝身亡后,便将她取下并覆好遗体。她自己则恳求梅吉斯托照料后事,切勿任由自己在死后受辱蒙羞。以至于在场之人中,竟无一人如此狠毒或痛恨僭主,而不为少女们的高贵品格流泪悲悯。 关于妇人们共同成就的无数事迹,这些范例已然充足;至于个别妇人的德行,我们将在思及之时随笔记录,因为我们认为当前的这部历史著作绝不需要按编年顺序加以编排。
- 15ἐγκαταλιπεῖν τὴν τῆς πατρίδος ἐλευθερίαν
承接上一语言块末尾的 ὥστε φειδόμενοι παιδαρίων καὶ γυναικῶν,作表示结果或程度的不定式从句,完成整个结果从属结构。
- 253bοὐ μὴν ἔφθησάν γε πολὺ τὰς γυναῖκας
动词 φθάνω 支配宾格补足语(τὰς γυναῖκας),意为“先于……”或“走在……之前”。πολύ 为状语性宾格(表示程度),强调男人们并没有比妇女们快多少,妇女们随即奔涌而出。
- 253eτοῦ θανάτου βαρύτερον, τὸ σέ, φιλτάτη, προτέραν ἰδεῖν ἀποθνήσκουσαν
τοῦ θανάτου 为比较属格,修饰 βαρύτερον。带有中性冠词的不定式短语 τὸ ... ἰδεῖν 作为名词化结构充当 ὑπομενῶ καὶ τλήσομαι 的直接宾语,同位性地具体指明何为“比死亡更沉重之事”。
