- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:15#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在伊利斯僭主阿里斯托提穆斯的暴政下,米卡惨遭杀害,流亡者的妻子们亦受骗遭囚禁。阿里斯托提穆斯羞辱神圣女祭司,并威逼狱中妇人召回其夫,但梅吉斯托毅然挺身驳斥。
Μίκκα καὶ Μεγιστώ Ἀριστότιμος Ἠλείοις ἐπαναστὰς τύραννος ἴσχυε μὲν διʼ Ἀντιγόνου τοῦ βασιλέως, ἐχρῆτο δὲ τῇ δυνάμει πρὸς οὐδὲν ἐπιεικὲς οὐδὲ μέτριον καὶ γὰρ αὐτὸς ἦν φύσει θηριώδης, καὶ τοῖς φυλάττουσι τὴν ἀρχὴν καὶ τὸ σῶμα βαρβάροις μιγάσι δουλεύων ὑπὸ φόβου, πολλὰ μὲν ὑβριστικὰ πολλὰ δʼ ὠμὰ τοὺς πολίτας ὑπʼ αὐτῶν περιεώρα πάσχοντας· οἷον ἦν καὶ τὸ Φιλοδήμου πάθος. ἔχοντος γὰρ αὐτοῦ θυγατέρα καλὴν ὄνομα Μίκκαν ἐπεχείρησέ τις τῶν περὶ τὸν τύραννον ξεναγῶν ὄνομα Λεύκιος ὕβρει μᾶλλον ἢ ἔρωτι συγγενέσθαι· καὶ πέμψας ἐκάλει τὴν παρθένον. οἱ μὲν οὖν γονεῖς τὴν ἀνάγκην ὁρῶντες ἐκέλευον βαδίζειν· ἡ δὲ παῖς οὖσα γενναία καὶ μεγαλόφρων ἐδεῖτο τοῦ πατρὸς περιπλεκομένη καὶ καθικετεύουσα μᾶλλον αὐτὴν περιιδεῖν ἀποθανοῦσαν ἢ τὴν παρθενίαν αἰσχρῶς καὶ παρανόμως ἀφαιρεθεῖσαν. καὶ διατριβῆς γενομένης, σπαργῶν καὶ μεθύων ὁ Λεύκιος αὐτὸς ἐξανέστη μεταξὺ πίνων πρὸς ὀργήν καὶ τὴν Μίκκαν εὑρὼν ἐν τοῖς γόνασι τοῦ πατρὸς τὴν κεφαλὴν ἔχουσαν ἐκέλευσεν αὐτῷ συνακολουθεῖν οὐ βουλομένης δὲ τὸ χιτώνιον περιρρήξας ἐμαστίγου γυμνήν, αὐτὴν μὲν ἐγκαρτεροῦσαν σιωπῇ ταῖς ἀλγηδόσιν· ὁ δὲ πατὴρ καὶ ἡ μήτηρ. ὡς οὐδὲν ἀντιβολοῦντες καὶ δακρύοντες ἐπέραινον, ἐτράποντο πρὸς θεῶν καὶ ἀνθρώπων ἀνάκλησιν ὡς δεινὰ καὶ παράνομα πάσχοντες. ὁ δὲ βάρβαρος ἐκμανεὶς παντάπασιν ὑπὸ τοῦ θυμοῦ καὶ μέθης ἀποσφάττει τὴν παρθένον, ὡς ἔτυχεν ἐν τοῖς κόλποις τοῦ πατρὸς ἔχουσα τὸ πρόσωπον. ἀλλʼ οὐδὲ τούτοις ὁ τύραννος ἐκάμπτετο, πολλοὺς δʼ ἀνῄρει καὶ πλείονας ἐφυγάδευεν ὀκτακόσιοι γοῦν λέγονται καταφυγεῖν εἰς Αἰτωλοὺς δεόμενοι τὰς γυναῖκας αὑτοῖς καὶ τὰ νήπια τῶν τέκνων κομίσασθαι παρὰ τοῦ τυράννου. ὀλίγῳ δʼ ὕστερον αὐτὸς ἐκήρυξε τὰς βουλομένας γυναῖκας ἀπιέναι πρὸς τοὺς ἄνδρας, ὅσον βούλονται τῶν γυναικείων χρημάτων ἐπιφερομένας. ἐπεὶ δὲ πάσας ᾔσθετο μεθʼ ἡδονῆς τὸ κήρυγμα δεδεγμένας ἐγένοντο γὰρ ὑπὲρ ἑξακοσίας τὸ πλῆθος, ἐκέλευσεν ἀθρόας ἡμέρᾳ ῥητῇ βαδίζειν, ὡς τὴν ἀσφάλειαν αὐτὸς παρέξων. ἐνστάσης δὲ τῆς ἡμέρας, αἱ μὲν ἐπὶ τὰς πύλας ἠθροίζοντο τὰ χρήματα συσκευασάμεναι, καὶ τῶν τέκνων τὰ μὲν ἐν ταῖς ἀγκάλαις φέρουσαι τὰ δʼ ἐπὶ τῶν ἁμαξῶν ἔχουσαι, καὶ περιέμενον ἀλλήλας· ἄφνω δὲ πολλοὶ τῶν τοῦ τυράννου ἐπεφέροντο, μένειν βοῶντες ἔτι πόρρωθεν. ὡς δʼ ἐγγὺς ἐγένοντο, τὰς μὲν γυναῖκας ἐκέλευον ἀναχωρεῖν ὀπίσω, τὰ δὲ ζεύγη καὶ τὰς ἁμάξας ὑποστρέψαντες ἔωσαν εἰς αὐτὰς καὶ διὰ μέσων ἀφειδῶς διήλαυνον, οὔτʼ ἀκολουθεῖν οὔτε μένειν ἐῶντες οὔτε τοῖς νηπίοις βοηθεῖν ἀπολλυμένοις τὰ μὲν γὰρ ἐκπίπτοντα τῶν ἁμαξῶν τὰ δʼ ὑποπίπτοντα διεφθείροντο, βοῇ καὶ μάστιξιν ὥσπερ πρόβατα τῶν μισθοφόρων ἐπειγόντων ἀνατρεπομένας ὑπʼ ἀλλήλων, ἕως εἰς τὸ δεσμωτήριον ἐνέβαλον ἁπάσας, τὰ δὲ χρήματα πρὸς τὸν Ἀριστότιμον ἀπεκομίσθη. χαλεπῶς δὲ τῶν Ἠλείων ἐπὶ τούτοις ἐχόντων, αἱ περὶ τὸν Διόνυσον ἱεραὶ γυναῖκες, ἃς ἑκκαίδεκα καλοῦσιν, ἱκετηρίας καὶ στέμματα τῶν ἀπὸ τοῦ θεοῦ λαβοῦσαι περὶ τὴν ἀγορὰν ἀπήντησαν τῷ Ἀριστοτίμῳ, καὶ τῶν δορυφόρων ὑπʼ αἰδοῦς διαστάντων, ἔστησαν τὸ πρῶτον σιωπῇ ὁσίως προϊσχόμεναι τὰς ἱκετηρίας. ἐπεὶ δʼ ἐγένοντο φανεραὶ δεόμεναι καὶ παραιτούμεναι τὴν ὀργὴν ὑπὲρ τῶν γυναικῶν, παροξυνθεὶς πρὸς τοὺς δορυφόρους καὶ κεκραγὼς ὅτι προσελθεῖν εἴασαν αὐτὰς ἐποίησε τὰς μὲν ὠθοῦντας τὰς δὲ τύπτοντας ἐξελάσαι ἐκ τῆς ἀγορᾶς,1 ἑκάστην δὲ δυσὶ ταλάντοις ἐζημίωσε. γενομένων δὲ τούτων, ἐν μὲν τῇ πόλει συνέστησε πρᾶξιν ἐπὶ τὸν τύραννον Ἑλλάνικος, ἀνὴρ διὰ γῆρας ἤδη καὶ δύο τέκνων θάνατον ὡς οὐδὲν ἂν πράξας ὑπὸ τοῦ τυράννου περιορώμενος.2 ἐκ δʼ Αἰτωλίας διαπεράσαντες οἱ φυγάδες καταλαμβάνουσι τῆς χώρας ἐπιτήδειον ἐμπολεμεῖν ἔρυμα τὴν Ἀμυμώνην, καὶ συχνοὺς προσεδέχοντο τῶν πολιτῶν ἐκ τῆς Ἤλιδος ἀποδιδράσκοντας. ταῦτα δὲ δείσας ὁ Ἀριστότιμος εἰσῆλθε πρὸς τὰς γυναῖκας, καὶ νομίζων φόβῳ μᾶλλον ἢ χάριτι διαπράξεσθαι προσέταττε πέμπειν καὶ γράφειν αὐτὰς τοῖς ἀνδράσιν ὅπως ἀπίωσιν ἐκ τῆς χώρας· εἰ δὲ μή, κατασφάξειν ἠπείλει πάσας αἰκισάμενος καὶ προανελὼν τοὺς παῖδας. αἱ μὲν οὖν ἄλλαι, πολὺν χρόνον ἐφεστῶτος καὶ κελεύοντος εἰπεῖν εἴ τι πράξουσι τούτων, οὐδὲν ἀπεκρίναντο πρὸς ἐκεῖνον, ἀλλὰ προσέβλεψαν ἀλλήλαις σιωπῇ καὶ διένευσαν, ἀνθομολογούμεναι τὸ μὴ δεδιέναι μηδʼ ἐκπεπλῆχθαι τὴν ἀπειλήν. Μεγιστὼ δʼ ἡ Τιμολέοντος γυνὴ καὶ διὰ τὸν ἄνδρα καὶ τὴν ἀρετὴν ἡγεμονικὴν ἔχουσα τάξιν, διαναστῆναι μὲν οὐκ ἠξίωσεν οὐδʼ εἴασε τὰς ἄλλας· καθεζομένη δʼ ἀπεκρίνατο πρὸς αὐτόν, εἰ μὲν ἦς ἀνὴρ φρόνιμος, οὐκ ἂν διελέγου γυναιξὶ περὶ ἀνδρῶν, ἀλλὰ πρὸς ἐκείνους ἂν ὡς κυρίους ἡμῶν ἔπεμπες, ἀμείνονας λόγους εὑρὼν ἢ διʼ ὧν ἡμᾶς ἐξηπάτησας· εἰ δʼ αὐτὸς ἐκείνους πεῖσαι ἀπεγνωκὼς διʼ ἡμῶν ἐπιχειρεῖς παραλογίζεσθαι, μήθʼ ἡμᾶς ἔλπιζε πάλιν ἐξαπατήσειν μήτʼ ἐκεῖνοι κακῶς οὕτω φρονήσειαν,3 ὥστε φειδόμενοι παιδαρίων καὶ γυναικῶν
米卡与梅吉斯托 阿里斯托提穆斯在伊利斯人中暴起自立为僭主,依仗安提柯国王的势力独揽大权,却未曾将这权力用于任何公允或克制之事。盖因他生性凶残,又因恐惧而受制于保卫其统治和人身的混血蛮族雇佣兵,任由市民们遭受他们诸多侮慢与残暴的虐待;斐罗得穆斯的遭遇便是一例。斐罗得穆斯有个美貌的女儿名叫米卡,僭主手下一名名叫卢基乌斯的异邦军官企图占有她,其意图与其说是出于爱恋,毋宁说是出于淫横;他派人召这少女前去。父母见势不可免,便命她前往;但这少女生性高贵刚烈,扑上前抱住父亲,苦苦哀求他宁可看着自己死去,也绝不愿贞洁遭受可耻且不法的剥夺。在延误拖延之际,欲火中烧且烂醉如泥的卢基乌斯在饮宴中勃然大怒,亲自离席赶来;他见米卡将头枕在父亲膝上,便命令她跟自己走;少女不从,他便撕破她的衣裳,将她剥光抽打,而少女自身在痛苦中默默坚忍。父母见恳求哭泣皆无济于事,便转向神明与凡人呼救,高呼自己正在遭受可怕且不法的暴行。那蛮人因愤怒与醉酒彻底发狂,就在少女面孔仍依偎在父亲怀中之际,割断了她的咽喉。 然而僭主未因这些事而有所动容,反而诛杀多人,流放者更多;据说至少有八百人逃亡至埃托利亚人处避难,请求僭主归还他们的妻子与幼童。不久之后,僭主亲自颁布昭告,凡愿前往丈夫身边的妇人皆可离开,并可随身携带她们所愿携带的所有妇人物品。当他得知所有妇人皆欢欣地接受了这道昭告时(她们的人数超过了六百人),便命令她们在指定的日子全数聚集同行,声称自己将亲自保证她们的安全。到了那一天,妇人们收拾好财物,有的把孩子抱在怀中,有的放在车上,聚集在城门附近互相守候;突然间,大批僭主的部下冲杀过来,远远地便喊叫着要她们停下。及至近前,他们命令妇人们退后,并将车驾与车辆掉转方向,猛撞向她们,毫不容情地在她们中间冲撞驰骋,既不许她们跟随,也不许她们停留,亦不许她们救护濒死的幼童。有些孩子从车上摔落,有些被碾压在车下而丧命;雇佣兵们呼喝挥鞭,如驱羊群般驱赶着相互践踏倾覆的妇人,直到将所有人投入监狱,而财物则被运送给了阿里斯托提穆斯。 伊利斯人对此义愤填膺,侍奉狄奥尼索斯的圣女们(即被称为“十六人”者)手持取自神灵的祈求枝与花冠,在广场附近迎向阿里斯托提穆斯;持矛卫兵出于敬畏退让一旁,她们起初肃立无声,虔诚地伸出祈求枝。然而当她们表明是在为那些妇人祈求并劝其息怒时,阿里斯托提穆斯对卫兵大发雷霆,怒斥他们放妇人们接近,使他们将她们有的推搡、有的殴打着逐出广场,并对每人处以两塔兰同的罚金。 这些事情发生后,城内的赫拉尼库斯开始策划反抗僭主的行动;赫拉尼库斯因年事已高且痛失二子,被僭主视为绝无反叛作为之人而未加提防。另一方面,逃亡者从埃托利亚渡海归来,占领了境内便于作战的要塞阿米莫涅,并接纳了许多从伊利斯逃出的市民。阿里斯托提穆斯为此惊恐不安,走进妇人们那里,认为以威吓强行推进胜于以恩惠感化,便勒令她们遣使致信丈夫,命他们撤出该地;否则,他威胁将先杀其子女,再将所有人拷打虐杀。其他妇人在他久立身前、命令她们回答是否依从之际,皆不对他作答,只是在沉默中互相对视点头,彼此示意绝不畏惧、亦未被威吓所慑。然而蒂莫利昂之妻梅吉斯托,既因丈夫也因自身的德行而居于领袖之位,不屑起立,亦不准其余妇人起立;她端坐着答复他道: “你若是明智之人,断不会同妇人谈论男子之事,而当遣使去见作为我们主人的他们,拿出比蒙骗我们时更高明的言辞。但你若自知无法说服他们,企图通过我们来蒙蔽他们,那就休想再次欺骗我们,但愿他们也不致糊涂至此,以至于因怜惜幼童与妇人……”
- 251eἐποίησε τὰς μὲν ὠθοῦντας τὰς δὲ τύπτοντας ἐξελάσαι ἐκ τῆς ἀγορᾶς
这是由使役动词 ἐποίησε(使……)支配不定词 ἐξελάσαι(逐出)构成的使役句式。不定词的逻辑主语根据上下文为卫兵(δορυφόροι),由阳性宾格分词 ὠθοῦντας 与 τύπτοντας(推搡着一些,殴打着另一些)来体现。而阴性宾格的 τὰς μὲν ... τὰς δὲ 则是分词及不定词的直接宾语,指代那些神圣女祭司。
- 251eὡς οὐδὲν ἂν πράξας ὑπὸ τοῦ τυράννου περιορώμενος
结构 ὡς + ἄν + 分词(ἂν πράξας)表达了行为主体(僭主)的主观看法或预设(“以为他不会有任何作为”)。ἂν πράξας 是将带有 ἄν 的直陈式过去时或祈愿式(即潜在/非真实条件句的结果从句 οὐδὲν ἂν ἔπραξεν 或 οὐδὲν ἂν πράξειε)转变为分词形式。
- 252cμήθʼ ἡμᾶς ἔλπιζε πάλιν ἐξαπατήσειν μήτʼ ἐκεῖνοι κακῶς οὕτω φρονήσειαν
相关连词 μήτε... μήτε... 并列连接了两种不同的语气:前一分句使用第二人称单数现在时命令式 ἔλπιζε(“休想/不要期望……”),后一分句则使用第三人称复数不定过去时祈愿式 φρονήσειαν(表愿望的祈愿式:“但愿他们也不致如此糊涂……”),表现出坚决的拒绝与斥责。
