- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg083.humanitext-grc3:13-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了安菲萨妇人保护误入城中熟睡的梯亚德斯们免遭士兵侵害并安全护送出境,以及罗马人质克洛埃利亚率领众少女渡过台伯河逃脱并赢得波森纳赞赏的事迹。
Φωκίδες τῶν ἐν Φωκεῦσι τυράννων κατειληφότων Δελφοὺς καὶ τὸν ἱερὸν κληθέντα πόλεμον Θηβαίων πολεμούντων πρὸς αὐτούς, αἱ περὶ τὸν Διόνυσον γυναῖκες, ἃς Θυιάδας ὀνομάζουσιν, ἐκμανεῖσαι καὶ περιπλανηθεῖσαι νυκτὸς ἔλαθον ἐν Ἀμφίσσῃ γενόμεναι·1 κατάκοποι δʼ οὖσαι καὶ μηδέπω τοῦ φρονεῖν παρόντος αὐταῖς, ἐν τῇ ἀγορᾷ προέμεναι τὰ σώματα σποράδην ἔκειντο καθεύδουσαι. τῶν δʼ Ἀμφισσέων αἱ γυναῖκες, φοβηθεῖσαι μὴ διὰ τὸ σύμμαχον τὴν πόλιν Φωκέων γεγονέναι καὶ συχνοὺς στρατιώτας παρεῖναι τῶν τυράννων ἀγνωμονηθῶσιν αἱ Θυιάδες,2 ἐξέδραμον εἰς τὴν ἀγορὰν ἅπασαι καὶ κύκλῳ περιστᾶσαι σιωπῇ κοιμωμέναις μὲν οὐ προσῄεσαν, ἐπεὶ δʼ ἐξανέστησαν, ἄλλαι περὶ ἄλλας ἐγίγνοντο θεραπεύουσαι καὶ τροφὴν προσφέρουσαι· τέλος δὲ πείσασαι τοὺς ἄνδρας ἐπηκολούθησαν αὐταῖς ἄχρι τῶν ὅρων ἀσφαλῶς προπεμπομέναις.
福基斯妇人 当福基斯的僭主们占领德尔斐,底比斯人对他们进行所谓的“神圣战争”时,侍奉狄奥尼索斯的妇女们(即被称为梯亚德斯者)陷入狂乱并在夜间四处游荡,不知不觉来到了安菲萨。由于极度疲惫且神智尚未清醒,她们倒在广场上,分散地躺卧沉睡。安菲萨的妇女们担心,由于她们的城邦是福基斯人的同盟,且有大量僭主的士兵驻扎在内,梯亚德斯们可能会遭受非礼与暴行,便全都奔向广场;她们默默地围在一旁,在对方沉睡时并未上前打扰,及至她们苏醒,便各自上前悉心照护并送上食物;最后,她们说服了自己的丈夫,伴随并护送她们安全抵达边界。
Οὐαλερία καὶ Κλοιλία Ταρκύνιον Σούπερβον, ἕβδομον ἀπὸ Ῥωμύλου βασιλεύοντα Ῥωμαίων, ἐξήλασεν ὕβρις καὶ ἀρετὴ Λουκρητίας, γυναικὸς ἀνδρὶ γεγαμημένης λαμπρῷ καὶ κατὰ γένος προσήκοντι τοῖς βασιλεῦσιν. ἐβιάσθη μὲν γὰρ ὑφʼ ἑνὸς τῶν Ταρκυνίου παίδων, ἐπιξενωθέντος αὐτῇ· φράσασα δὲ τοῖς φίλοις καὶ οἰκείοις τὸ πάθος εὐθὺς ἀπέσφαξεν ἑαυτήν. ἐκπεσὼν δὲ τῆς ἀρχῆς ὁ Ταρκύνιος ἄλλους τε πολλοὺς ἐπολέμησε πολέμους, πειρώμενος ἀναλαβεῖν τὴν ἡγεμονίαν· καὶ τέλος ἄρχοντα Τυρρηνῶν Πορσίναν ἔπεισεν ἐπὶ τὴν Ῥώμην στρατεῦσαι μετὰ πολλῆς δυνάμεως. ἅμα δὲ τῷ πολέμῳ καὶ λιμοῦ συνεπιτιθεμένου τοῖς Ῥωμαίοις, πυνθανόμενοι τὸν Πορσίναν οὐ πολεμικὸν εἶναι μόνον, ἀλλὰ καὶ δίκαιον ἄνδρα καὶ χρηστόν, ἐβούλοντο χρῆσθαι δικαστῇ πρὸς τὸν Ταρκύνιον. ἀπαυθαδισαμένου δὲ τοῦ Ταρκυνίου καὶ τὸν Πορσίναν, εἰ μὴ μενεῖ σύμμαχος βέβαιος, οὐδὲ κριτὴν δίκαιον ἔσεσθαι φάσκοντος, ἀφεὶς ἐκεῖνον ὁ Πορσίνας ἔπραττεν, ὅπως φίλος ἄπεισι Ῥωμαίων, τῆς τε χώρας ὅσην ἀπετέτμηντο Τυρρηνῶν καὶ τοὺς αἰχμαλώτους κομισάμενος. ἐπὶ τούτοις ὁμήρων αὐτῷ δοθέντων δέκα μὲν ἀρρένων παίδων δέκα δὲ θηλειῶν ἐν αἷς ἦν ἡ Ποπλικόλα τοῦ ὑπάτου θυγάτηρ Οὐαλερία, πᾶσαν εὐθὺς ἀνῆκε τὴν πρὸς τὸν πόλεμον παρασκευήν, καίπερ οὔπω τέλος ἐχούσης τῆς ὁμολογίας. αἱ δὲ παρθένοι κατέβησαν μὲν ἐπὶ τὸν ποταμὸν ὡς λουσόμεναι μικρὸν ἀπωτέρω τοῦ στρατοπέδου· μιᾶς δʼ αὐτῶν ὄνομα Κλοιλίας προτρεψαμένης, ἀναδησάμεναι περὶ τὰς κεφαλὰς τοὺς χιτωνίσκους παρεβάλοντο πρὸς ῥεῦμα πολὺ καὶ δίνας βαθείας νέουσαι καὶ διεπέρασαν ἀλλήλων ἐχόμεναι πολυπόνως καὶ μόλις. εἰσὶ δʼ οἱ λέγοντες ἵππου τὴν Κλοιλίαν εὐπορήσασαν αὐτὴν μὲν ἐπιβῆναι καὶ διεξελαύνειν ἠρέμα, ταῖς δʼ ἄλλαις ὑφηγεῖσθαι παραθαρσύνουσαν νηχομένας καὶ παραβοηθοῦσαν. ᾧ δὲ τεκμηρίῳ χρῶνται, μετʼ ὀλίγον ἐροῦμεν. ἐπεὶ δὲ σωθείσας εἶδον οἱ Ῥωμαῖοι, τὴν μὲν ἀρετὴν καὶ τὴν τόλμαν ἐθαύμασαν, τὴν δὲ κομιδὴν οὐκ ἠγάπησαν οὐδʼ ὑπέμειναν ἐν πίστει χείρονες ἑνὸς ἀνδρὸς γενέσθαι.3 πάλιν οὖν τὰς κόρας ἐκέλευσαν ἀπιέναι καὶ συνέπεμψαν αὐταῖς ἀγωγούς, οἷς διαβᾶσι τὸν ποταμὸν ἐνέδραν ὑφεὶς ὁ Ταρκύνιος ὀλίγον ἐδέησεν ἐγκρατὴς γενέσθαι4 τῶν παρθένων. ἡ μὲν οὖν τοῦ ὑπάτου Ποπλικόλα θυγάτηρ Οὐαλερία μετὰ τριῶν προεξέφυγεν οἰκετῶν εἰς τὸ τοῦ Πορσίνα στρατόπεδον, τὰς δʼ ἄλλας ὁ τοῦ Πορσίνα υἱὸς Ἄρρους ταχὺ προσβοηθήσας ἐξείλετο τῶν πολεμίων. ἐπεὶ δʼ ἤχθησαν, ἰδὼν αὐτὰς ὁ Πορσίνας ἐκέλευσεν εἰπεῖν, ἥτις ἐστὶν ἡ προτρεψαμένη καὶ κατάρξασα τοῦ βουλεύματος. αἱ μὲν οὖν ἄλλαι φοβηθεῖσαι περὶ τῆς Κλοιλίας ἐσιώπησαν αὐτῆς δὲ τῆς Κλοιλίας εἰπούσης ἑαυτήν, ἀγασθεὶς ὁ Πορσίνας ἐκέλευσεν ἵππον ἀχθῆναι κεκοσμημένον εὐπρεπῶς, καὶ τῇ Κλοιλίᾳ δωρησάμενος ἀπέπεμψεν εὐμενῶς καὶ φιλανθρώπως πάσας. τοῦτο ποιοῦνται σημεῖον οἱ πολλοὶ τοῦ τὴν Κλοιλίαν ἵππῳ διεξελάσαι τὸν ποταμόν· οἱ δʼ οὔ φασιν, ἀλλὰ τὴν ῥώμην θαυμάσαντα καὶ τὴν τόλμαν αὐτῆς ὡς κρείττονα γυναικὸς ἀξιῶσαι δωρεᾶς ἀνδρὶ πολεμιστῇ πρεπούσης. ἀνέκειτο γοῦν ἔφιππος εἰκὼν γυναικὸς ἐπὶ τῆς ὁδοῦ τῆς ἱερᾶς λεγομένης, ἣν οἱ μὲν τῆς Κλοιλίας οἱ δὲ τῆς Οὐαλερίας λέγουσιν εἶναι.
瓦勒利亚与克洛埃利亚 从罗穆卢斯算起的罗马第七位国王高傲者塔克文,因卢克丽霞所受的凌辱以及她的贞德而被驱逐——卢克丽霞是一位嫁给出身王室显贵的男子的妇人。她在塔克文的一个儿子借宿其家时遭其强暴,向朋友和亲属陈述了这一灾难后,便立即自刎身亡。塔克文失去王位后,为了重掌大权发动了许多其他战争,最后说服第勒尼安人的统治者波森纳率大军征伐罗马。在战争的同时饥荒也袭扰着罗马人,他们得知波森纳不仅善战,而且是一位公正善良之人,便希望请他作为裁决塔克文之事的仲裁官。然而塔克文桀骜不驯,宣称波森纳若不继续作为坚定的同盟者,便也绝非公正的裁判官;于是波森纳弃绝了他,在收回从第勒尼安人那里被割走的土地和战俘后,设法作为罗马人的朋友退兵。在这些条件下,向他交出了人质——十名男童与十名女童,其中便有执政官波普利科拉之女瓦勒利亚;尽管协议尚未最终达成,波森纳还是立即解除了所有的战争准备。 少女们假装前去沐浴,走下河岸来到离军营稍远的地方;在其中一个名叫克洛埃利亚的少女劝导下,她们把短衣系在头上,迎着湍急的激流和深邃的漩涡泅渡,彼此相持,历经艰辛才勉强渡过河去。也有人说克洛埃利亚弄到了一匹马,自己骑在马上缓缓前驱,一边领路一边鼓舞并协助其他泅渡者。他们依据的凭证,我们稍后便会谈及。 当罗马人见到少女们平安归来时,固然赞叹她们的美德与果敢,却不赞赏她们的归来,亦不能忍受自己在守信方面逊于一人。于是他们命令少女们返回,并派人护送她们;然而当她们渡过河时,塔克文设下伏兵,险些将少女们擒获。执政官波普利科拉之女瓦勒利亚同三名仆人率先逃奔至波森纳的军营,其余少女则被波森纳之子阿尔伦斯迅速引兵救援,从敌人手中夺了回来。 当她们被带到波森纳面前时,波森纳看着她们,命她们说出是谁劝导并首倡了这一计谋。其余少女出于对克洛埃利亚的担忧而保持沉默;但克洛埃利亚亲自承认是自己,波森纳大为叹赏,下令牵来一匹装饰华丽的骏马赠予克洛埃利亚,并亲切仁慈地遣返了所有人。多数人以此作为克洛埃利亚骑马渡河的证据;但也有人持否定态度,认为波森纳是赞叹她的力量与果敢超乎常人妇女,判定她配得上给予战士的礼遇。无论如何,在所谓的“圣道”上曾立有一座妇人的骑马雕像,有人说是克洛埃利亚的,也有人说是瓦勒利亚的。
- 13ἔλαθον ἐν Ἀμφίσσῃ γενόμεναι
动词λανθάνω与补充性分词(γενόμεναι)连用,构成惯用表达,意为“不知不觉地到达”或“在未被发觉的情况下做了某事”。在此处结合妇女们处于迷狂状态的语境,指她们不知不觉中误入了安菲萨。
- 13ἀγνωμονηθῶσιν αἱ Θυιάδες
在表示恐惧的动词分词(φοβηθεῖσαι)之后,由μή引导的虚拟语气不定过去时被动态。动词ἀγνωμονέω主动语态意为“行事不公、肆意横行”,被动态ἀγνωμονηθῶσιν则表示“遭受粗暴虐待或凌辱”。与主语αἱ Θυιάδες一同构成“担心梯亚德斯们遭遇暴行”的从句。
- 250dἐν πίστει χείρονες ἑνὸς ἀνδρὸς γενέσθαι
介词短语ἐν πίστει表示限制或方面(“在信义方面”)。形容词比较级χείρονες后接的ἑνὸς ἀνδρός(“一人”,即波森纳)为比较属格。整个短语作主谓动词οὐδʼ ὑπέμειναν(“未能忍受”)的补充不定式。
- 250dὀλίγον ἐδέησεν ἐγκρατὴς γενέσθαι
由非人称短语ὀλίγον/ὀλίγου δεῖ(“差一点……”、“险些……”)的不定过去时(ἐδέησεν)连结不定式ἐγκρατὴς γενέσθαι(“控制/擒获”)构成的惯用句式,意为“险些将少女们擒获”,后接属格宾语τῶν παρθένων。
