← 普鲁塔克

斯巴达人名言集

§69.44-69.56

战场决意与斯巴达人简朴傲骨的轶事

本节收录了展示斯巴达人机智与自豪的多则轶事,体现了他们在战场上的果敢、对马其顿通牒的不屈回应、简朴坚毅的生活方式以及在尊老德行上的躬行实践。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§69.44

ἐν χειραψίᾳ περικρούοντος τοῦ προστραχηλίζοντος κενοσπούδως καὶ κατασπῶντος ἐπὶ τὴν γῆν, ἐπειδὴ τῷ σώματι ἐλείπετο ὁ προσπεσών, ἔδακε τὸν βραχίονα· καὶ ὁ ἕτερος εἶπε, δάκνεις, ὦ Λάκων, ὥσπερ αἱ γυναῖκες· οὐ μὲν οὖν, εἶπεν ἅτερος, ἀλλʼ ὥσπερ οἱ λέοντες.

在摔角中,当锁颈进攻的对手徒劳地猛击并企图将他拽倒在地上时,被扑倒者因体力不支,便咬了对方的手臂。另一人说道: “斯巴达人,你咬起人来就像女人!” “绝非如此,”另一人说道,“而是像狮子一样。”

§69.45

χωλὸς ἐπὶ πόλεμον ἐξιών, ἐπακολουθούντων αὐτῷ τινων καὶ γελώντων, ἐπιστραφεὶς εἶπε, κακαὶ κεφαλαί, οὐ φεύγοντα δεῖ τοῖς πολεμίοις μάχεσθαι, ἀλλὰ μένοντα καὶ τὴν τάξιν φυλάττοντα.

一个瘸子出征打仗,有些人在他身后尾随并嘲笑他,他转过身来说道: “糊涂鬼们,与敌人作战不该是靠逃跑,而该是靠坚守阵地、保持队列。”

§69.46

ἕτερος τοξευθεὶς καὶ τὸν βίον ἐκλείπων, ἔλεγεν, οὐ μέλει μοι τοῦτο ὅτι ἀποθανοῦμαι, ἀλλʼ ὅτι ὑπὸ γύννιδος τοξότου καὶ μηδὲν πράξας.

另一人中箭濒死时说道:“我并不在乎自己将要死去,令我遗憾的是,我竟死在一个女人般的弓箭手手中,且一事无成。”

§69.47

εἰς πανδοκεῖόν τις καταλύσας καὶ δοὺς ὄψον τῷ πανδοκεῖ σκευάσαι, ὡς ἅτερος τυρὸν ᾔτει καὶ ἔλαιον, τί, ἔφη, εἰ τυρὸν εἶχον, ἔτι ἂν ἐδεόμην ὄψου;

有人住进客栈,将肉交给店主烹制,当店主要求给些奶酪和油时,他说道: “什么? 如果我有奶酪,我还会需要肉吗?”

§69.48

πρὸς δὲ τὸν μακαρίζοντα Λάμπιν τὸν Αἰγινήτην, διότι ἐδόκει πλουσιώτατος εἶναι ναυκλήρια πολλὰ ἔχων, Λάκων εἶπεν, οὐ προσέχω εὐδαιμονίᾳ ἐκ σχοινίων ἀπηρτημένῃ.

有人因埃吉纳的兰皮斯拥有众多船舶、看似极为富有而称羡他,斯巴达人对此说道: “我不看重系在缆绳上的幸福。”

§69.49

εἰπόντος δέ τινος Λάκωνι ὅτι ψεύδεται, ἀπεκρίνατο, ἐλεύθεροι γὰρ εἰμες1 οἱ δʼ ἄλλοι, αἴκα μὴ τἀληθῆ λέγωντι, οἰμώξονται.

当有人对斯巴达人说他在撒谎时,他回答道: “因为我们是自由人;而其他人如果不说真话,就会遭到痛打。”

§69.50

προθέμενός τις νεκρὸν στῆσαι ὀρθόν, ὡς πάντα ποιῶν οὐκ ἐδύνατο, νὴ Δία, εἶπεν, ἔνδον τι εἶναι δεῖ.

有人企图将一具尸体直立起来,尝试了所有办法却都无法做到,便说道: “凭宙斯起誓, 内部必须得有点东西才行。”

§69.51

Τύννιχος, Θρασυβούλου τοῦ παιδὸς ἀποθανόντος, εὐρώστως ἤνεγκε· καὶ ἐπίγραμμα εἰς τοῦτον ἐγένετο, "τὰν Πιτάναν Θρασύβουλος ἐπʼ ἀσπίδος ἤλυθεν ἄπνους2 ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος, δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δʼ ὁ πρέσβυς θεὶς ἐπὶ πυρκαϊὴν Τύννιχος τάδε, Δειλοὶ κλαιέσθωσαν· ἐγὼ δέ σε, τέκνον, ἄδακρυς θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον."

当儿子斯拉西布洛斯阵亡时,图尼科斯坚毅地承受了悲痛;有人为他作了这样一首铭诗: “ 斯拉西布洛斯躺在盾牌上气绝身亡,回到了皮塔内, 他承受了阿耳戈斯人留下的七处创伤, 全部朝向前方。老父图尼科斯将满身鲜血的儿子 置于火葬柴堆之上,说了这番话: ‘让怯懦之辈去痛哭吧;我的孩子,我将毫无眼泪地 将你埋葬,你既属于我,亦属于斯巴达。’

§69.52

Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ πλεῖστον παραχέοντος ὕδωρ, Λάκων εἶπε, τί τοῦτο ὡς οὐ καθαρῷ; σφόδρα δὲ ὡς ῥυπαρῷ πλεῖον παράχει.

”澡堂伙计给雅典人阿尔基比亚德斯倒了极多的水,一个斯巴达人说道: “何必如此,难道是待不洁之人?或者说,正是因为视其极度肮脏,才倒得更多!”

§69.53

Φιλίππου τοῦ Μακεδόνος προστάττοντός τινα διʼ ἐπιστολῆς, ἀντέγραψαν οἱ Λακεδαιμόνιοι περὶ ὧν ἆμιν ἔγραψας, Οὔ. ὅτε δὲ ἐνέβαλεν εἰς τὴν Λακωνικὴν καὶ ἐδόκουν ἅπαντες ἀπολεῖσθαι, εἶπε δὲ πρός τινα τῶν Σπαρτιατῶν, τί νῦν ποιήσετε, ὦ Λάκωνες; τί γάρ, ἔφη, ἄλλο ἢ ἀνδρείως ἀποθανούμεθα; μόνοι γὰρ ἡμεῖς Ἑλλήνων ἐλεύθεροι εἶναι καὶ μὴ ὑπακούειν ἄλλοις ἐμάθομεν.

当马其顿的腓力通过信件下达指令时,拉克第蒙人回复道: “关于你写给我们的事,不。” 当腓力攻入拉克尼亚,众人都以为要遭灭顶之灾时,他对其中一个斯巴达人说: “斯巴达人,你们现在打算怎么办?” “还能怎么办,”他回答道,“除了英勇赴死还能做什么?因为在希腊人中,唯独我们学会了保持自由且不顺从他人。”

§69.54

μετὰ δὲ τὴν Ἄγιδος ἧτταν, ὁμήρους αἰτοῦντος Ἀντιπάτρου πεντήκοντα παῖδας, Ἐτεοκλῆς ἐφορεύων εἶπε παῖδας μὲν οὐ δώσειν, ἵνα μὴ ἀπαίδευτοι γένωνται, τῆς πατρίου ἀγωγῆς ἀτευκτήσαντες· οὐδὲ πολῖται γὰρ ἂν εἴησαν3 πρεσβύτας δʼ ἢ γυναῖκας, εἰ βούλοιτο, διπλασίους δώσειν. ἀπειλοῦντος δʼ αὐτοῦ δεινά, εἰ μὴ λάβοι, ἀπεκρίναντο κοινῇ, ἐὰν χαλεπώτερα θανάτου ἐπιτάττῃς, εὐκολώτερον ἀποθανούμεθα.

阿吉斯战败后,安提帕特要求交出五十名少年作为人质,担任监察官的厄忒奥克勒斯表示绝不交出少年,以免他们因失去祖辈的教养而沦为无教养之人——因为那样他们甚至不能成为公民;但他表示,若对方愿意,可以交出两倍数量的老人或妇女。当安提帕特威胁若得不到人质将施以严惩时,他们共同回复道: “若你下达比死还苛刻的命令,我们宁可更痛快地去死。”

§69.55

Πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει· πολλοὺς δʼ ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μηδενὸς αὐτὸν παραδεχομένου· ὡς δὲ κατὰ τοὺς Λακεδαιμονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου ἐκχωροῦντες· τῶν δὲ Πανελλήνων ἐπισημηναμένων κρότῳ τὸ ἔθος καὶ ὑπερεπαινούντων, ὁ πρεσβύτης κινήσας "πολιόν τε κάρη πολιόν τε γένειον" καὶ δακρύσας, οἴμοι τῶν κακῶν, φησίν, ὡς ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶνται δʼ αὐτοῖς μόνοι Λακεδαιμόνιοι. φασὶ δέ τινες ὅτι καὶ Ἀθήνησι τὸ αὐτὸ ἐγένετο· Παναθηναίων γὰρ ὄντων οἱ Ἀττικοὶ γέροντα προεπηλάκιζον, προσκαλούμενοι μὲν ὡς παραδεξόμενοι, εἰ δὲ παραγένοιτο, οὐ προσδεχόμενοι· ὡς δὲ διεξιὼν σχεδὸν ἅπαντας ἐγένετο κατὰ τοὺς Λακεδαιμονίων θεωρούς, ἅπαντες τῶν βάθρων ἀναστάντες τοῦ τόπου παρεχώρουν· ἀγασθεὶς δὲ ὁ ὄχλος ἐπὶ τῷ γεγονότι ἐκρότησε μετὰ πολλῆς ἐπισημασίας, καί τις εἶπε τῶν Σπαρτιατῶν, ναὶ τὼ σιώ, ἴσασι μὲν οἱ Ἀθηναῖοι τὰ καλά, οὐ πράσσουσι δέ.

在奥林匹亚举行赛会期间,一位老人渴望观看比赛,却找不到座位。他走遍了许多地方,受尽侮辱和嘲弄,没有一个人接纳他。然而,当他来到拉克第蒙人面前时,所有的少年全都站起身来,许多男子也让出了座位。当全体希腊人鼓掌肯定这一习俗并极力赞赏时,老人摇着“花白的头颅和花白的胡须”,流着泪说道: “呜呼哀哉! 全体希腊人固然知晓何为美德,却唯独拉克第蒙人付诸实践。” 有人说,在雅典也发生过同样的事:在泛雅典娜节期间,阿提卡人戏弄一位老人,招呼他过去仿佛要给他让座,但等他走近时却不接纳他。当他走过几乎所有人、来到拉克第蒙使节面前时,他们全都从座席上站起让出了位置。民众对这一幕大为感佩,爆发出热烈的掌声,其中一个斯巴达人说道: “凭双子神起誓,雅典人固然知晓何为美德,却不去施行。”

§69.56

ἐπαίτης ᾔτησε Λάκωνα ἀλλὰ εἰ δοίην σοι, ἔφη, μᾶλλον πτωχεύσεις, τῆς δὲ ἀσχημοσύνης σου ταύτης ὁ πρῶτος μεταδοὺς αἴτιος, ἀργόν σε ποιήσας.

一个乞丐向斯巴达人乞讨。 “但如果我给了你,”他说道,“你会乞讨得更厉害;而造成你如今这般丑态的罪魁祸首,正是第一个施舍给你、使你游手好闲的人。”

语法注3 条
  1. 234eἐλεύθεροι γὰρ εἰμες

    εἰμες 是对应于雅典方言 ἐσμέν 的多利斯方言形式。在上下文中构成对比关系:因为“我们是自由人”(因此无需因撒谎而像奴隶那样遭受拷打刑讯),而其他人“若不说真话便会遭殃(οἰμώξονται)”。

  2. 235aτὰν Πιτάναν Θρασύβουλος ἐπʼ ἀσπίδος ἤλυθεν ἄπνους

    τὰν Πιτάναν 是不带介词的去向宾格(地名宾格),作运动动词 ἤλυθεν(即 ἦλθεν)的目的地,属诗歌用法(意为“回到了皮塔内”)。ἤλυθεν 本身也是诗歌与史诗常见的第二不定过去式。

  3. 235bοὐδὲ πολῖται γὰρ ἂν εἴησαν

    ἄν 配合希求语气动词 εἴησαν 构成的潜势用法(或省略条件从句的后结句)。其假设前提“如果失去祖传教养”承接自前句的分词短语 τῆς πατρίου ἀγωγῆς ἀτευκτήσαντες,表示其必然结果:“因为他们甚至无法成为公民”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:69.44-69.56