← 普鲁塔克

斯巴达人名言集

§69.57-69.72

斯巴达人关于敬老与使节气节的言行

收录了斯巴达人关于神灵乞食、通奸、修辞术、敬老、参战决心、面对波斯王时的气节、雅典风气以及服从军令等方面的机智刚毅的名言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§69.57

Λάκων ἰδὼν ἀγείροντά τινα θεοῖς, οὐδὲν εἶπε φροντίζειν θεῶν πτωχοτέρων ἑαυτοῦ.1

一个斯巴达人看见有人为诸神募捐化缘,便说自己绝不关心比自己还要贫穷的神灵。

§69.58

λαβών τις μοιχὸν ἐπʼ αἰσχρᾷ γυναικί, ἄθλιε, εἶπε, τίς τοι ἀνάγκα;

有人抓到一个与丑妇通奸的奸夫,说道: “可怜的人啊,到底是什么迫使你这样做的?”

§69.59

ἄλλος ἀκούων ῥήτορος μεγάλας στρέφοντος περιόδους, ἀλλὰ ναὶ τὼ σιώ, εἶπεν, ἀνδρεῖὸς γε ὁ ἄνθρωπος· πρὸς οὐδὲν ὑποκείμενον εὖ στροβιλοῖ τὴν γλῶτταν.

另一人听见一个演说家挥舞着冗长的华丽周期句,便说道: “凭双子神起誓,这人可真勇敢!对着毫无实际内容的话题,舌头竟能旋转得如此巧妙。”

§69.60

εἰς Λακεδαίμονα παραγενόμενός τις καὶ τὴν πρὸς τοὺς πρεσβύτας τῶν νέων τιμὴν θεασάμενος, ἐν Σπάρτῃ μόνῃ, εἶπε, λυσιτελεῖ γηράσκειν.

有人来到拉克第蒙,目睹了年轻人对老年人的敬重,便说道: “唯独在斯巴达,衰老才是有价值的。”

§69.61

ἐρωτηθεὶς Λάκων ὁποῖός ἐστι Τυρταῖος ὁ ποιητής, ἀγαθός, εἶπε, κακκονῆν2 νέων ψυχάς.

当被问及诗人堤尔泰奥斯为人如何时,一个斯巴达人说道: “擅长磨砺年轻人的心灵。”

§69.62

ἕτερος ἀλγῶν τοὺς ὀφθαλμοὺς ἐξῄει ἐπὶ πόλεμον· λεγόντων δὲ αὐτῷ τινων, ποῦ ἄπει οὕτως ἔχων ἢ τί ποιήσων; κἂν μηδὲν ἕτερον πράξω, ἔφη, πολεμίου γε μάχαιραν ἀμβλυνῶ.

另一人患着眼疾却要出征打仗;有人对他说: “你这副样子要去哪里,又能做什么呢?” 他回答道: “即便我做不成别的事,至少也能把敌人的刀剑磨钝。”

§69.63

Βοῦλις καὶ Σπέρχις Λακεδαιμόνιοι πορευθέντες ἐθελονταὶ πρὸς Ξέρξην τὸν Περσῶν βασιλέα ἐπὶ τιμωρίᾳ ἣν ὤφειλεν ἡ Λακεδαίμων κατὰ χρησμόν , διότι κήρυκας πεμφθέντας ὑπὸ τοῦ Πέρσου ὡς αὐτοὺς ἀπέκτειναν ἐλθόντες πρὸς τὸν Ξέρξην ἐκέλευον ᾧ βούλεται τρόπῳ διαχρήσασθαι αὐτοὺς ὑπὲρ Λακεδαιμονίων. ὡς δὲ ἐκεῖνος ἀγασθεὶς ἀπέλυσε τοὺς ἄνδρας καὶ ἠξίου μένειν παρʼ αὐτῷ, καὶ πῶς ἄν, ἔφασαν, δυναίμεθα ζῆν ἐνταῦθα, πατρίδα καταλιπόντες καὶ νόμους καὶ τούτους τοὺς ἄνδρας, ὑπὲρ ὧν τοσαύτην ἤλθομεν ὁδὸν ἀποθανούμενοι; Ἰνδάρνου δὲ τοῦ στρατηγοῦ ἐπὶ πλέον δεομένου καὶ λέγοντος τεύξεσθαι αὐτοὺς τῆς ἴσης τιμῆς τοῖς μάλιστα ἐν προαγωγῇ φίλοις τοῦ βασιλέως , ἔφησαν, ἀγνοεῖν ἡμῖν δοκεῖς ἡλίκον ἐστὶ τὸ τῆς ἐλευθερίας, ἧς οὐκ ἂν ἀλλάξαιτό τις νοῦν ἔχων τὴν Περσῶν βασιλείαν.3

斯巴达人布利斯和斯佩耳基斯自愿前往波斯国王薛西斯那里,去承担拉克第蒙根据神谕所欠下的惩罚,因为他们曾杀害了波斯王派来的使节。来到薛西斯面前后,他们请求薛西斯以任何他愿意的方式处决他们,以代拉克第蒙受过。但薛西斯大为感佩,释放了他们,并要求他们留在自己身边,他们说道: “抛弃了祖国、法律,以及那些为了他们我们不远万里赶来赴死的同胞,我们怎能在这里偷生呢?” 当将领许达耳涅斯进一步劝说,称他们将获得与国王最显赫的朋友同等的尊荣时,他们回答道: “在我们看来,你根本不知自由为何物;任何头脑清醒的人,都绝不会用自由去换取波斯王国的王位。”

§69.64

Λάκων, ἐπεὶ τῇ μὲν προτέρᾳ ἡμέρᾳ ὁ ξένος αὐτὸν ἐξέκλινε, τῇ δʼ ἑξῆς στρώματα χρησάμενος δαψιλῶς ὑπεδέχετο, ἐπιβὰς τοῖς στρώμασι κατεπάτει, ἐπιλέγων διὰ ταῦτα ἐχθὲς οὐδʼ ἐπὶ ψιάθου ὑπνωκέναι.

一个斯巴达人,由于前一天主人避开了他,次日却借来褥子慷慨款待,他便踩在褥子上践踏,并附言道,正是为了这些褥子,昨天他连草席都没能睡上。

§69.65

ἕτερος ἐλθὼν εἰς Ἀθήνας καὶ ὁρῶν τοὺς Ἀθηναίους τὸ τάριχος ἀποκηρύττοντας καὶ τὸ ὄψον, καὶ τελωνοῦντας καὶ πορνοβοσκοῦντας, καὶ ἕτερα ἔργα ἀσχήμονα πράττοντας, καὶ μηδὲν αἰσχρὸν ἡγουμένους ὅτε ἐπανῆλθεν εἰς τὴν πατρίδα, τῶν πολιτῶν πυνθανομένων αὐτοῦ ποῖὰ τινά ἐστι τὰ ἐν Ἀθήναις, πάντα, εἶπε, καλά, εἰρωνευόμενος καὶ παριστὰς ὅτι πάντα παρὰ τοῖς Ἀθηναίοις καλὰ νομίζεται, αἰσχρὸν δὲ οὐδέν.

另一人来到雅典,看到雅典人拍卖咸鱼和菜肴,收税、开妓院,从事各种下贱的行当,却完全不以为耻;当他回到祖国,同胞询问他雅典的状况如何时,他带着讽刺说道,意在表明在雅典人看来一切皆善美而无一事可耻: “一切皆善。”

§69.66

ἄλλος ἐρωτώμενος περί τινος ἀπεκρίνατο οὔ· ὡς δὲ ὁ ἐρωτήσας ἀπεκρίνατο ὅτι ψεύδῃ, ὁρᾷς οὖν, ἔφη, ὅτι μάταιος εἶ περὶ ὧν ἐπίστασαι ἐρωτῶν.

另一人被询问某事时回答道: “不。” 提问者说道: “你在撒谎。” 他便说: “由此可见,你询问自己早就知道的事情,真是个蠢汉。”

§69.67

ἧκόν ποτε κατὰ πρεσβείαν Λάκωνες πρὸς Λύγδαμιν τὸν τύραννον· ὡς δʼ ἐκεῖνος ὑπερτιθέμενος πολλάκις συντυχεῖν ἀνεβάλλετο, τὸ δʼ ἐπὶ πᾶσι μαλακῶς ἔχειν αὐτὸν ἔφη τις, οἱ πρέσβεις, λέγε αὐτῷ, εἶπον, ὅτι μὰ τοὺς θεοὺς οὐ παλαισόμενοι πρὸς αὐτὸν ἐληλύθαμεν, ἀλλὰ διαλεχθησόμενοι.

曾有斯巴达使节出使僭主吕格达米斯处;然而僭主一再推迟、屡屡拖延会面,最后有人说他身体虚弱卧病,使节们便说道: “告诉他,凭诸神起誓,我们来这里并不是要和他摔跤,而是要同他会谈。”

§69.68

Λάκωνά τινά τις μυσταγωγῶν ἠρώτα τί πράξας ἑαυτῷ σύνοιδεν ἀσεβέστατον, ὁ δέ, γιγνώσκουσιν οἱ θεοί, ἔφη· ἐπικειμένου δὲ μᾶλλον καὶ λέγοντος, πάντως σε δεῖ εἰπεῖν, ὁ Λάκων ἀντηρώτησε, τίνι με δεῖ εἰπεῖν, σοὶ ἢ τῷ θεῷ, τοῦ δὲ εἰπόντος, τῷ θεῷ, σὺ τοίνυν, ἔφη, ἀποχώρησον.

一个引荐者向一位斯巴达人传授密仪时,询问他自知做过的最不敬神的事是什么。斯巴达人说道: “神灵自知。” 引荐者更加逼问,并说道: “你无论如何也必须说出来。” 斯巴达人反问道: “我必须向谁说,向你还是向神?” 对方回答道: “向神。” 他便说: “那么,你退下吧。”

§69.69

ἕτερος νυκτὸς μνῆμα παριὼν καὶ φαντασιωθεὶς δαιμόνιόν τι ἐπέδραμε τῇ λόγχῃ διαράμενος, καὶ ἐναπερείδων εἶπε, πῇ με φεύγεις, δὶς ἀποθανουμένη ψυχή; ν ἄλλος εὐξάμενος ἀπὸ τοῦ Λευκάτα ῥίπτειν ἑαυτὸν ἀνέβη καὶ ὑπέστρεψεν ἰδὼν τὸ ὕψος· ὀνειδιζόμενος δὲ εἶπεν οὐκ ᾤμαν τὰν εὐχὰν ἄλλας μείζονος εὐχᾶς δεῖσθαι.

另一人夜间路过一座墓地,以为看见了鬼魂,便端起长矛冲上前去,一边猛刺一边说道: “你要从我身边逃到哪里去,你这注定要死两次的亡魂?”另一人曾发誓要从留卡斯悬崖跳下,走上去后看到高度却退缩了。面对责难,他说道: “我没想到这个誓愿竟还需要另一个更大的誓愿来完成。”

§69.71

ἄλλος ἐπὶ παρατάξεως τῷ πολεμίῳ τὸ ξίφος καταφέρειν μέλλων, ἐπεὶ τὸ ἀνακλητικὸν ἐσήμηνεν, οὐκέτι κατήνεγκε πυθομένου δέ τινος διὰ τί τὸν ἐχθρὸν ἔχων ὑποχείριον οὐκ ἀπέκτεινεν, ὅτι, ἔφη, βέλτιόν ἐστι τοῦ φονεύειν τὸ πείθεσθαι τῷ ἄρχοντι.

另一人在阵列中正要挥剑砍向敌人,当撤军号角吹响时,他便收住了剑。有人询问他为何将敌人置于手中却不杀死,他回答道: “因为服从统帅胜过杀戮。”

§69.72

Λάκωνί τινι ἡττωμένῳ ἐν Ὀλυμπίᾳ εἶπέ τις ὁ ἀνταγωνιστής, ὦ Λάκων, ἐγένετό σου κρείττων οὐ μὲν οὖν, ἔφη, ἀλλὰ καββαλικώτερος.4

在奥林匹亚战败的一个斯巴达人,有人对他说: “斯巴达人,你的对手比你更强。” 他说道: “绝非如此,他只是更擅长把人摔倒罢了。”

语法注4 条
  1. 57οὐδὲν εἶπε φροντίζειν θεῶν πτωχοτέρων ἑαυτοῦ

    由 εἶπε 引出的间接引语中的不定式结构。不定式 φροντίζειν 的逻辑主语由于与主句主语(Λάκων)一致而被省略。动词 φροντίζειν 支配属格补足语 θεῶν,而 πτωχοτέρων ἑαυτοῦ 是带有比较属格(ἑαυτοῦ)的形容词短语,用以修饰 θεῶν。

  2. 61κακκονῆν

    不定式 κατακονᾶν(磨砺、激发)的多里斯方言形式。κατακονᾶν(κατά + ἀκονᾶν)词中的 α 脱落并使 τ 在 κ 前发生逆行同化变为 κακ-,同时词尾采用多里斯方言的缩合不定式词尾 -ῆν(κατακονᾶν → κακκονῆν)。在句法上,它作为附加说明的不定式(epexegetical infinitive),用以限定形容词 ἀγαθός(“擅长磨砺”)。

  3. 236bἧς οὐκ ἂν ἀλλάξαιτό τις νοῦν ἔχων τὴν Περσῶν βασιλείαν

    表示交换的动词 ἀλλάσσομαι(中间态)的格支配结构。指代先行词 ἐλευθερίας 的关系代词 ἧς 是交换属格,而动作直接换取的对象则用宾格 τὴν Περσῶν βασιλείαν。该分句包含 ἄν 搭配祈愿气的潜在句式(οὐκ ἂν ἀλλάξαιτο),意为“任何有理智的人都绝不会用它(自由)去换取波斯王国的王位”。

  4. 236eκαββαλικώτερος

    形容词 καταβλητικός(或 καταβαλικός,意为“擅长摔倒对手的”)的多里斯方言形式,前缀 κατα- 发生脱落并在 β 前同化为 καβ-。斯巴达人以此将实质上的更强大(κρείττων)与仅仅是摔角中运用技术将人摔倒(καββαλικός)加以区分和对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:69.57-69.72