- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:69.25-69.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记叙了一系列斯巴达人的格言与轶事,展现其以劲敌为青年磨刀石的尚武态度、崇尚美德与自由而鄙弃软弱屈从的气节,并包含少年怀揣偷来的小狐狸忍痛至死的著名故事。
πόλιν τινὰ κατὰ κράτος ἑλόντων Λακεδαιμονίων, οἱ ἔφοροι εἶπον, οἴχεται τὸ πάλαισμα τῶν νέων οὐκέτι ἕξουσιν ἀνταγωνιστὰς οἱ νέοι.
当斯巴达人强攻攻下一座城邦时,监察官们说:“我们青年人的摔跤场消失了;青年人将不再有对手了。”
ἄλλην πόλιν ὑπισχνουμένου τοῦ βασιλέως αὐτῶν τέλεον ἀφανιεῖν ἣν συνεβεβήκει πράγματα πολλάκις παρεσχῆσθαι τοῖς Λάκωσιν,1 οὐκ ἐπέτρεψαν, φάμενοι, μηδαμῶς ἀφανίσῃς μηδʼ ἀνέλῃς τὴν ἀκόνην τῶν νέων.
当他们的国王许诺要彻底毁灭另一座屡次给拉克第蒙人带来麻烦的城邦时,他们并未准许,说道:“切莫毁灭或搬除青年人的磨刀石。”
τοῖς παλαίουσι παιδοτρίβας οὐκ ἐφίστανον, ἵνα μὴ τέχνης ἀλλʼ ἀρετῆς ἡ φιλοτιμία γένηται.2 διὸ καὶ Λυσανορίδας ἐρωτώμενος, ὅπως ὁ Χάρων ἐνίκησεν αὐτόν, τᾷ πολυμηχανίᾳ εἶπε.
他们不给练习摔跤的人配备教练,以便让名誉的争夺关乎德行而非技巧。因此,当利萨诺里达斯被问及卡戎是如何战胜他时,他回答道:“凭着多端的诡计。”
Φιλίππου γράφοντος, ὅτε εἰς τὴν χώραν αὐτῶν παρεγένετο, πότερον βούλονται φίλιον ἐλθεῖν ἢ πολέμιον αὐτόν, ἀντεφώνησαν, οὐδέτερον.
当腓力进入他们的领土并写信询问他们是希望他作为朋友还是作为敌人前来时,他们回信道:“二者皆非。”
πρεσβευτήν τινα διαπεμψάμενοι πρὸς Ἀντίγονον τὸν Δημητρίου, πυθόμενοι ὅτι ἐκάλεσεν αὐτὸν βασιλέα, ἐζημίωσαν, καίτοι μέδιμνον πυρῶν ἑκάστῳ παρʼ αὐτοῦ σιτοδείας οὔσης κομίζοντα.
他们派出一名使节出使德米特里奥斯之子安提柯处,在得知该使节称对方为“国王”后便处罚了他,尽管在缺粮之际该使节从安提柯那里给每人带回了一美狄姆诺斯的小麦。
Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν ἔπεμψαν πρὸς αὐτόν, οὐχ ἱκανὸς οὖν, εἶπον, εἰ πρὸς ἕνα εἷς;
当德米特里奥斯责怪他们只给他派了一名使节时,他们说:“难道一人对付一人还不够吗?”
ἐνέγκαντός τινος ἀρίστην γνώμην μοχθηροῦ, ταύτην μὲν ἀπεδέξαντο, περιελόμενοι δὲ τούτου περιέθηκαν ἑτέρῳ καλῶς βεβιωκότι.
当一个品行不端的人提出了极好的主意时,他们采纳了该提议,但剥夺了他的归属权,将其记在另一个生活端正的人名下。
ἀδελφῶν πρὸς ἀλλήλους διαφερομένων, τὸν πατέρα ἐζημίωσαν ὅτι τοὺς υἱεῖς στασιάζοντας περιορᾷ.
两兄弟互起争执,他们惩罚了父亲,因为他纵容儿子们结怨不和。
ψάλτην ἐπιδημήσαντα ἐζημίωσαν ὅτι δακτύλοις κιθαρίζει.
一位游访的琴师因用手指拨奏齐特拉琴而遭到了他们的惩处。
δύο παῖδες ἐμάχοντο, ἅτερος δὲ αὐτῶν τὸν ἕτερον ἔτρωσε δρεπάνῳ πληγῇ θανασίμῳ τῶν δὲ συνήθων παίδων, ἐπεὶ διαλύεσθαι ἔμελλον, ἐπαγγελλομένων ἀμυνεῖσθαι καὶ ἀναιρήσειν τὸν πλήξαντα, μηδαμῶς, εἶπε, πρὸς θεῶν, οὐ γὰρ δίκαιον καὶ γὰρ ἂν ἐγὼ ἐποίησα τοῦτο, εἰ ἔφθασα καὶ ἀγαθὸς ἐγενόμην.
两个少年打架,其中一个用镰刀打伤了另一个,造成致命一击。当伙伴少年们即将散去,并许诺要为他复仇、除掉行凶者时,受伤者说:“看在诸神的份上,绝不可以!因为这是不公正的;如果我先下手且够强悍,我自己也会这么做的。”
ἕτερον παιδάριον, ἐπεὶ παρῆν ὁ καιρός, ἐν κλέπτειν νενόμιστο τοὺς ἐλευθέρους παῖδας ὅ τι τις δύναιτο καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν,3 ὡς ο ξ σὺν αὐτῷ παῖδες ζῶν ἔκλεψαν ἀλωπέκιον καὶ ἔδοσαν αὐτῷ φυλάττειν, παραγενομένων τῶν ἀπολωλεκότων ἐπὶ ζήτησιν, ἔτυχε μὲν ὑποβαλὼν τὸ ἀλωπέκιον ὑπὸ τὸ αὑτοῦ ἱμάτιον, ἀγριαίνοντος δὲ τοῦ θηρίου καὶ τὴν αὐτοῦ πλευρὰν κατεσθίοντος μέχρι τῶν σπλάγχνων, ἠρέμει, ἵνα μὴ γένηται καταφανής. ὡς δὲ ὕστερον ἐκείνων ἀπελθόντων ἐθεάσαντο τὸ γεγονὸς οἱ παῖδες καὶ ἐμέμφοντο, λέγοντες ἄμεινον εἶναι φανερὸν ποιῆσαι τὸ ἀλωπέκιον ἢ μέχρι θανάτου κρύπτειν, οὐ μὲν οὖν, εἶπεν, ἀλλὰ κρεῖττον ταῖς ἀλγηδόσι μὴ ἐνδόντα τελευτᾶν ἢ περίφωρον γενόμενον διὰ μαλακίαν τὸ ζῆν αἰσχρῶς περιποιής ασθαι.
另一个幼童,在按习俗自由出生的少年可以尽其所能偷取任何东西、且未能瞒过人便是可耻的时期,同行的少年们偷了一只活着的小狐狸交给他看管。失主前来搜查时,他恰好把小狐狸藏在自己的长袍下;尽管野兽发了狂,咬破他的肋部直至内脏,他仍纹丝不动,生怕暴露。后来那些人离去,少年们看到发生的一切并责怪他,说把小狐狸交出来总比藏着直至送命要好,他却说:“绝非如此;忍受痛苦至死而不屈服,胜过于因懦弱而败露并苟且偷生。”
περιτυχόντες τινὲς Λάκωσι καθʼ ὁδὸν εἶπον, εὐτυχήκατε, ἀρτίως ἐντεῦθεν λῃστῶν ἀπιόντων. οἱ δὲ, οὐ μὰ τὸν Ἐνυάλιον, ἀλλʼ ἐκεῖνοι μὴ περιτυχόντες ἡμῖν.
有些人在路上遇到拉克第蒙人,说:“你们真幸运,强盗刚刚从这里离开。”他们却答道:“不,凭厄纽阿利俄斯神起誓,是他们没有撞上我们才算幸运。”
Λάκων ἐρωτηθεὶς τί ἐπίσταται, εἶπεν, ἐλεύθερος εἶναι.
一个拉克第蒙人被问及懂得什么,他说:“懂得如何保持自由。”
παῖς Σπαρτιάτης αἰχμαλωτισθεὶς ὑπʼ Ἀντιγόνου τοῦ βασιλέως καὶ πραθεὶς τὰ μὲν ἄλλα πάντα ὑπήκοος ἦν τῷ πριαμένῳ, ὅσα ᾤετο προσήκειν ἐλευθέρῳ ποιεῖν ὡς δὲ προσέταξεν ἀμίδα κομίζειν, οὐκ ἠνέσχετο εἰπών, οὐ δουλεύσω. ἐνισταμένου δὲ ἐκείνου, ἀναβὰς ἐπὶ τὸν κέραμον καὶ εἰπών, ὀνήσῃ τῆς ὠνῆς,4 ἔβαλεν ἑαυτὸν κάτω καὶ ἐτελεύτα.
一个斯巴达少年被安提柯国王俘获并被出卖,对于买主,在其他一切他认为自由人该做的事上他无不遵从;但当主人命令他端便壶时,他忍无可忍地说:“我绝不为奴。”对方执意强求,他便爬上房顶,说道:“好好消受你的买卖吧!”随即纵身跃下身亡。
ἕτερος πωλούμενος, εἰπόντος τινός, ἐὰν ἀγοράσω σε, χρήσιμος ἔσῃ; κἂν μὴ ἀγοράσῃς εἶπεν.
另一个被出卖的人,当有人问:“如果我买下你,你会派上用处吗?”他回答:“就算你不买也是。”
ἄλλος αἰχμάλωτος πιπρασκόμενος, τοῦ κήρυκος ἐπιλέγοντος ἀνδράποδον πωλεῖν, κατάρατε, εἶπεν, οὐκ ἐρεῖς αἰχμάλωτον; ν Λάκων ἐπὶ τῆς ἀσπίδος μυῖαν ἔχων ἐπίσημον, καὶ ταύτην οὐ μείζω τῆς ἀληθινῆς, ὡς καταγελῶντές τινες ἔλεγον ὅτι ὑπὲρ τοῦ λανθάνειν τοῦτο πεποιήκει, ἵνα μὲν οὖν, εἶπε, φανερὸς ὦ· οὕτω γὰρ τοῖς πολεμίοις πλησίον προσέρχομαι, ὥστε τὸ ἐπίσημον ἡλίκον ἐστὶν ὑπʼ αὐτῶν ὁρᾶσθαι.
另一个被拍卖的战俘,当传令官喊道拍卖奴隶时,他说:“该诅咒的家伙,你难道不能说拍卖战俘吗?”一个拉克第蒙人在盾牌上画了一只苍蝇作为徽标,而且并不比真苍蝇大。当有人嘲弄地说他这样做是为了隐蔽时,他说:“相反,是为了显眼;因为我逼近敌人如此之近,以至于这徽标有多大都能被他们看得一清二楚。”
ἕτερος, ἐν συμποσίῳ προσενεχθείσης λύρας, οὐ Λακωνικόν, εἶπε, τὸ φλυαρεῖν.
另一人在酒席上被递过里拉琴时说:“玩弄无聊之物并非斯巴达人的风尚。”
Σπαρτιάτης ἐρωτηθεὶς εἰ ἀσφαλὴς ἡ εἰς Σπάρτην ὁδὸς εἶπεν, ὁποῖος κά τις ᾖς·5 οἱ μὲν γὰρ λέοντες βαδίζοντι ὅπα κα λέωντι, τὼς δὲ λαγὼς ἐπὶ τᾶς γᾶς κήνας θηρεύομες.
一个斯巴达人被问及去往斯巴达的路是否安全时说:“那得看你是何种人;狮子随心所欲漫步,而在那片土地上我们捕捉的正是兔子。”
- 233eἣν συνεβεβήκει πράγματα πολλάκις παρεσχῆσθαι τοῖς Λάκωσιν
关系代词 ἣν 充当不定式 παρεσχῆσθαι 的主格宾语(主语对格),与不定式一同构成非人称动词 συνεβεβήκει 的实质主语从句(“该城邦屡次给拉克第蒙人带来麻烦”)。
- 233eἵνα μὴ τέχνης ἀλλʼ ἀρετῆς ἡ φιλοτιμία γένηται
属格 τέχνης 与 ἀρετῆς 在此处作动词 γένηται 的表语属格(所有/所属属格),表示“竞逐名誉属于(关于)美德而非技术”。
- 234aἐν κλέπτειν νενόμιστο τοὺς ἐλευθέρους παῖδας ὅ τι τις δύναιτο καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν
介词 ἐν(修饰先行词 καιρός,其后省略了关系代词 ᾧ)引导从句,连接非人称完成时被动态 νενόμιστο 及其宾格不定式补足语 τοὺς ἐλευθέρους παῖδας κλέπτειν,并与后半句 καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν 并列,意为“在自由出生的少年习俗上偷盗……且未能瞒过人便是可耻的(时期)”。
- 234cὀνήσῃ τῆς ὠνῆς
ὀνήσῃ 是动词 ὀνίνημι 的中动态将来时第二人称单数形式,接属格 τῆς ὠνῆς 表示获益的来源。在少年自杀跳下前所说,带有强烈的反讽意味:“尽情从你的购买物中获益吧!”
- 234dὁποῖος κά τις ᾖς
多立克方言形式,相当于雅典方言的 ὁποῖός ἄν τις ᾖς(小词 κά 相当于 ἄν,搭配虚拟式 ᾖς),构成泛指关系从句,意为“取决于你是什么样的人”。
