← 普鲁塔克

斯巴达人名言集

§69.1-69.24

无名斯巴达人的机智简答与尚武格言

本节汇集了无名斯巴达人的诸多简练机智的格言应答,体现了其崇尚简短、刚毅自律的尚武风尚,以及对雅典人、底比斯人和阿哥斯人等外邦人的机敏讽刺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται, τὰ μὲν πρᾶτα ἐπιλελάσμεθα, τὰ δὲ ὕστερα οὐ συνήκαμες διὰ τὸ τὰ πρᾶτα ἐπιλελᾶσθαι.

对于长篇大论的萨摩斯使者,斯巴达人说:“前面的话我们已经忘了,后面的话我们又因为忘了前面的话而没听懂。”

ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, ἀπάγγελλε τοίνυν, ἔφασαν, ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες.

一位演说家发表了冗长的演说并索要答复以便向公民汇报,他们说:“那么你就去汇报:你费了好大劲才闭嘴,我们费了好大劲才听完。”

πρὸς Θηβαίους περί τινων ἀντιλέγοντας ἢ φρονεῖν, εἶπον, δεῖ ἔλαττον ἢ δύνασθαι μεῖζον.

面对就某些事务争论不休的底比斯人,他们说:“你们要么收敛自负之心,要么增强自身实力。”

Λάκων ἐρωτηθεὶς διʼ ἣν αἰτίαν τὰς τοῦ πώγωνος τρίχας ἐπὶ πολὺ κομώσας ἔχει, εἶπεν, ἵνα βλέπων τὰς πολιὰς μηδὲν ἀνάξιον αὐτῶν πράττω.

一个拉克第蒙人被问及为何将胡须留得极长,他说:“为了看到白发时,不做任何有愧于白发之事。”

5

ἄλλος πυθομένου τινός, διὰ τί ἐγχειριδίοις βραχέσι χρῆσθε; ἵνα πλησίον, εἶπε, τοῖς πολεμίοις εἰς χεῖρας ἵκωμες.

另一人被问到“为何你们使用短匕首”时,回答说:“为了能够与敌人贴身交手。”

ἐπαινοῦντός τινος τοὺς Ἀργείους μαχητάς, Λάκων εἶπεν, ἐν Τροίᾳ.

有人称赞阿哥斯人是优秀的战士,一个拉克第蒙人说:“在特洛伊确实是。”

ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πίνειν, μὴ καὶ ἐσθίειν, εἶπε, βιάζονται; ν

另一人听说有人吃完饭后被强迫饮酒,便说:“难道他们还被强迫进食不成?”

Πινδάρου γράψαντος, "Ἑλλάδος ἔρεισμα Ἀθῆναι," Λάκων ἔφη καταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρείσματι τοιούτῳ.1

平达写道“雅典乃希腊之支柱”,一个拉克第蒙人说,若是倚靠这样的支柱,希腊早就塌了。

ἐπεὶ δὲ ἰδών τις ἐν πίνακι γραπτῷ Λάκωνας ὑπὸ Ἀθηναίων σφαττομένους ἔλεγεν, ἀνδρεῖοὶ γʼ Ἀθηναῖοι, Λάκων ὑποτυχών, ἐν τῷ πίνακι, εἶπε.

有人看到画板上画着拉克第蒙人被雅典人屠杀,便说:“雅典人真勇敢啊!”一个拉克第蒙人插嘴道:“在画板上确实如此。”

10

πρὸς δέ τινα προσιέμενον τὰς ἐκ διαβολῆς βλασφημίας Λάκων εἶπε, παῦσαι κατʼ ἐμοῦ τὰ ὦτα χορηγῶν.

对一个听信流言中伤之人,一个拉克第蒙人说:“别再把耳朵借给反对我的人了。”

πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγοντα, ἄκων ἥμαρτον, εἶπέ τις, ἄκων τοίνυν καὶ κολάζου.

对一个受罚时声称“我并非自愿犯错”的人,有人说:“那你也并非自愿地接受惩罚吧。”

ἰδών τις ἐν ἀποχωρήσει θακοῦντας ἐπὶ δίφρων ἀνθρώπους, μὴ γένοιτο, εἶπεν, ἐνταῦθα καθίσαι ὅθεν οὐκ ἔστιν ἐξαναστῆναι πρεσβυτέρῳ.

有人在厕所看到人们坐在座便器上,便说:“愿我绝不坐进这等连为长者起立都做不到的地方。”

Χίων ποτὲ κατʼ ἐπιδημίαν ἀπὸ δείπνου ἐμεσάντων ἐν τῷ ἐφορείῳ καὶ χεσάντων ἐπὶ τῶν δίφρων, ἔνθα οἱ ἔφοροι ἐκάθηντο, τὸ μὲν πρῶτον ἰσχυρῶς ἀνεζήτουν τοὺς ποιήσαντας μὴ πολῖται τυγχάνωσιν·2 ὡς δʼ ᾔσθοντο ὅτι Χῖοι ἦσαν, ἐκήρυξαν, ʼ τοῖς Χίοις ἐφιᾶσιν ἀσελγαίνειν.ʼ

曾经有希俄斯人在斯巴达逗留期间,酒宴后在监察官公署里呕吐,并拉在监察官们坐的椅子上。起初斯巴达人严加搜查作恶者,生怕是本国公民所为;及至查明是希俄斯人,便宣告:“特准希俄斯人举止下流。”

ἐπεὶ δέ τις τὰς ἀμυγδαλᾶς τῶν σκληρῶν ἑώρα διπλασίου πωλουμένας, μὴ σπάνιοι, ἔφη, οἱ λίθοι; ν

又有人看见硬壳杏仁卖到双倍价钱,便说:“难道石头很稀罕吗?”

15

τίλας τις ἀηδόνα καὶ βραχεῖαν πάνυ σάρκα εὑρὼν, εἶπε, φωνὰ τύ τίς ἐσσι καὶ οὐδὲν ἄλλο.

有人拔了一只夜莺的毛,发现肉少得可怜,便说:“你不过是个声音,除此别无他物。”

ἰδών τις τῶν Λακώνων Διογένη τὸν κύνα περιλαμβάνοντα ἀνδριάντα χάλκεον, ψύχους ὄντος σφοδροῦ, ἐπύθετο εἰ ῥιγῴη· ἀρνησαμένου δέ, τί οὖν, ἔφη, μέγα ποιεῖς;

一个拉克第蒙人看到犬儒第欧根尼在严寒中拥抱一座青铜雕像,便问他是否感到寒冷;第欧根尼否认后,他便说:“那你这算什么了不起的举动?”

Ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν ὑπὸ Λάκωνος, ἀλλὰ μήν, ἔφη, οὐκ ὀλίγα τῆς ἀλλοτρίας ἔχομεν ὁ δέ, οὐ μόνον ἄρα, ἔφη, δειλοὶ ἀλλὰ καὶ ἄδικοί ἐστε.

一个梅塔蓬图姆人被拉克第蒙人讥讽为懦怯,说道:“然而我们占有的别国土地可不少。”对方答道:“这么说来,你们不仅懦怯,而且不义。”

κατʼ ἐπιδημίαν τις ἐν Σπάρτῃ κρηπιδούμενος ὀρθὸς ἐπὶ θατέρου σκέλους εἶπε πρὸς Λάκωνα, οὐκ ἂν οἶμαί σε, ὦ Λάκων, τοσοῦτον χρόνον ἐπὶ τοῦ ποδὸς ὅσον ἐγὼ στῆναι. καὶ ὃς ὑπολαβών, οὐ γάρ, ἔφη, τῶν μέντοι χηνῶν οὐκ ἔστιν ὅστις οὔ.

有个外邦人在斯巴达逗留期间,穿鞋时单腿独立,对一个拉克第蒙人说:“拉克第蒙人啊,我想你绝不能像我这样单脚站立这么久。”对方接着说道:“确实不能;然而没有任何一只鹅做不到。”

Μεγαλυνομένου τινὸς ἐπὶ τῇ ῥητορικῇ τέχνῃ, εἶπέ τις Λάκων, ἀλλὰ ναὶ τὼ σιὼ, τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτε ἐστὶν οὔτε μήποτε γένηται.3

有人夸耀修辞术时,一个拉克第蒙人说:“不,指着双子神起誓,不以掌握真理为前提的技术既不存在,也绝不会产生。”

20

Ἀργείου ποτὲ εἰπόντος, πολλοὶ τάφοι παρʼ ἡμῖν εἰσὶ Σπαρτιατῶν, Λάκων εἶπεν, ἀλλὰ μὴν παρʼ ἡμῖν Ἀργείων οὐδὲ εἷς, ὡς αὐτῶν μὲν πολλάκις Ἄργους ἐπιβεβηκότων Ἀργείων δὲ τῆς Σπάρτης οὐδέποτε.

曾经有阿哥斯人说:“在我们那里有许多斯巴达人的坟墓。”一个拉克第蒙人说:“然而在我们这里连一个阿哥斯人的坟墓也没有。”其意是指斯巴达人屡次踏入阿哥斯,而阿哥斯人从未踏足斯巴达。

Λάκων αἰχμαλωτισθεὶς καὶ πιπρασκόμενος, τοῦ κήρυκος λέγοντος, Λάκωνα πωλῶ, ἐπεστόμισεν εἰπών, αἰχμάλωτον κήρυσσε.

一个拉克第蒙人被俘并被拍卖,当传令官喊道“我拍卖一名拉克第蒙人”时,他打断道:“去宣告拍卖一名战俘。”

τῶν παρὰ Λυσιμάχῳ στρατευομένων ἐρωτηθείς τις ὑπʼ αὐτοῦ, μή τις τῶν εἱλώτων ἐστί, σὺ δʼ οἴει, ἔφη, ἐπὶ τὸ παρὰ σοῦ τετρώβολον Λάκωνα ἥξειν; ν

在吕西马科斯军中服役的人中,有一人被吕西马科斯问及是否为黑劳士,他回答:“你难道以为拉克第蒙人会为了你那区区四个奥波尔而来吗?”

ὅτε Θηβαῖοι νικήσαντες τοὺς Λάκωνας ἐν Λεύκτροις πρὸς αὐτὸν παρῆσαν τὸν Εὐρώταν, καί τις μεγαλαυχῶν εἶπε, ποῦ νῦν εἰσὶν οἱ Λάκωνες; Σπαρτιάτης ληφθεὶς ὑπʼ αὐτῶν, οὐ πάρεισιν, ἔφη, οὐ γὰρ ἂν ὑμεῖς δεῦρο ἤλθετε.

当底比斯人在留克特拉击败拉克第蒙人并逼近欧罗塔斯河畔时,有人傲慢地夸口道:“现在的拉克第蒙人在哪里呢?”一个被他们俘虏的斯巴达人说:“不在这里;否则你们也不会来到此地了。”

Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ, Σάμον αὐτοῖς μόνον ἐᾶσαι, εἶπον, ὅταν αὑτῶν οὐκ ἦτε, τότε καὶ ἄλλους ἔχειν ζητεῖτε; ἀφʼ οὗ καὶ ἡ παροιμία "ὃς αὐτὸς αὑτὸν οὐκ ἔχει Σάμον θέλει."

当雅典人在交出城市时要求仅给他们留下萨摩斯岛,斯巴达人说:“当你们连自己都无法自主时,竟还妄图占有他人?”由此便产生了这句谚语:“连自己都无法自主的人还想要萨摩斯。”

语法注3 条
  1. 232eκαταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρείσματι τοιούτῳ

    ἄν 与不定式 καταπεσεῖν 连用,构成间接引语中表示与事实相反的条件句主句(虚拟语气)。分词 ὀχουμένην 相当于条件从句(“若是倚靠这样的支柱”)。

  2. 233aμὴ πολῖται τυγχάνωσιν

    由动词 ἀνεζήτουν(搜寻)引导的 μή 从句,其用法类似于表担忧或防备动词后的从句,蕴含“生怕作恶者竟是本国公民”的忧虑意味。

  3. 233bἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτε ἐστὶν οὔτε μήποτε γένηται

    介词 ἄνευ 支配带冠词的完成时不定式 τοῦ ἧφθαι,该不定式按动词 ἅπτομαι 的用法支配属格 ἀληθείας。后半句 οὐ μήποτε γένηται 则使用 οὐ μή 接虚拟式,表达强烈的否定未来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:69.1-69.24