← 普鲁塔克

斯巴达人名言集

§68.1-68.6

卡里鲁斯论法律习俗与最优政体的名言

斯巴达王卡里鲁斯就简明法律、未婚与已婚女性习俗、克制怒气、最优城邦政体、神像佩戴武器以及留长发等问题所作的应对格言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§68.1

Χάριλλος ἐρωτηθεὶς διὰ τί τοὺς νόμους ὁ Λυκοῦργος οὕτως ὀλίγους ἔθηκεν, ὅτι, ἔφη, τοῖς ὀλίγα λέγουσιν ὀλίγων καὶ νόμων ἐστὶ χρεία.

有人问卡里鲁斯,吕库古为何制定如此之少的法律,他答道:“因为对寡言之人而言,法律所需亦少。”

§68.2

πυνθανομένου δέ τινος διὰ τί τὰς μὲν κόρας ἀκαλύπτους, τὰς δὲ γυναῖκας ἐγκεκαλυμμένας εἰς τοὐμφανὲς ἄγουσιν, ὅτι, ἔφη, τὰς μὲν κόρας ἄνδρας εὑρεῖν δεῖ, τὰς δὲ γυναῖκας σῴζειν τοὺς ἔχοντας.1

有人问他,为何带未婚少女到公共场合时不蒙面纱,带已婚妇女去时却蒙着面纱,他说道:“因为未婚少女需要寻得夫君,而已婚妇女则须守住拥有自己的丈夫。”

§68.3

τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, εἰ μὴ ὠργιζόμην, εἶπε, κατέκτανον ἄν σε.2

当一个黑劳士对他表现得过于傲慢无礼时,他说道:“若非我正在气头上,我早就杀了你了。”

§68.4

ἐρωτήσαντος δέ τινος αὐτὸν τίνα νομίζει πολιτείαν ἀρίστην, ἔφη, ἐν ᾗ ἂν περὶ ἀρετῆς πλεῖστοι πολιτευόμενοι πρὸς ἀλλήλους ἄνευ στάσεως ἀγωνίζεσθαι θέλωσι.

有人问他认为何种城邦制度最为优良,他答道:“在此制度下,最多的公民愿意在没有党争内讧的情况下,彼此竞逐美德。”

§68.5

πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθʼ ὅπλων ἵδρυται παρʼ αὐτοῖς, ὅπως, ἔφη, μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν3 ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι ἄνοπλοι τοῖς θεοῖς εὔχωνται.

有人问他,为何在他们那里所有神灵的雕像都佩带武器而设立,他说道:“为了不让我们把因胆怯而施加于人的耻辱责难归咎于神灵,也不让年轻人在向神祈祷时手无寸铁。”

§68.6

πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν, ὅτι τῶν κόσμων ὁ φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι.

对问及为何留长发的人,他说道:“因为在各种装饰之中,这是自然且无须花费的一种。”

语法注3 条
  1. 232cτοὺς ἔχοντας

    动词 ἔχω 的主动现在分词阳性宾格复数。承前文的 ἄνδρας(丈夫),意为“拥有她们(为妻)的人们”,与前半句“未婚少女需寻得丈夫(ἄνδρας εὑρεῖν)”形成修辞上的呼应与对比。

  2. 232cεἰ μὴ ὠργιζόμην ... κατέκτανον ἄν σε

    使用未完成过去时与不定过去时直陈式构成的反事实条件句。条件从句(ὠργιζόμην)表示与现下持续状态(正处于愤怒之中)相反的假定,主句(κατέκτανον ἄν)表示在排除愤怒情绪的前提下所当施行的惩处。体现了避免在盛怒下行刑的自制德性。

  3. 232dτὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν

    中心词 τὰ ὀνείδη(羞辱、责难)受到介词短语 κατὰ τῶν ἀνθρώπων(针对人类的)和分词短语 λεγόμενα διὰ τὴν δειλίαν(因胆怯而被言说的)的双重修饰,整个短语意为“因怯懦而加诸人身的责难”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:68.1-68.6