- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:53.7-53.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕库古在富人暴动中失去一只眼睛却感化了加害者,并通过问答阐明了自己关于不立成文法、建筑规制、战事禁令、少女锻炼与裸身、未婚者惩罚以及无嫁妆婚姻等立法的用意。
πρὸς οὖν τὰ τοιαῦτα τῶν νομοθετημάτων χαλεπήναντες οἱ εὔποροι ἐπισυνέστησαν καὶ ἐβλασφήμουν αὐτὸν καὶ ἔβαλλον, καταλεῦσαι βουλόμενοι· διωκόμενος δὲ διέπεσε διὰ τῆς ἀγορᾶς· καὶ τοὺς μὲν ἄλλους ἔφθασεν εἰς τὸ ἱερὸν τῆς χαλκιοίκου Ἀθηνᾶς καταφυγών1 Ἄλκανδρος δὲ ἐπιστραφέντος αὐτοῦ διώκων τῇ βακτηρίᾳ τὸν ὀφθαλμὸν ἐξέκοψεν αὐτοῦ. τοῦτον δὲ κοινῷ δόγματι παραλαβὼν ἐπὶ τιμωρίᾳ οὔτε κακῶς διέθηκεν οὔτε ἐμέμψατο, συνδιαιτώμενον δὲ ἔχων ἀπέδειξεν ἐπαινέτην αὑτοῦ τε καὶ τῆς διαίτης ἣν εἶχε σὺν αὐτῷ, καὶ καθόλου τῆς ἀγωγῆς ἐραστήν. τοῦ δὲ πάθους ὑπόμνημα ἱδρύσατο ἐν τῷ τῆς Χαλκιοίκου τεμένει ἱερὸν Ἀθηνᾶς, Ὀπτιλλέτιν προσαγορεύσας· τοὺς γὰρ ὀφθαλμοὺς ὀπτίλλους οἱ τῇδε Δωριεῖς λέγουσιν.
富人因这些立法而恼怒,纠集成群,辱骂他并向他投掷石块,企图将他用石头砸死。他在被追赶中穿过集市逃跑;他逃往铜屋雅典娜的神庙避难,抢在其他人之前赶到,但当他转过身时,追赶而来的阿尔坎德罗斯用手杖打瞎了他的一只眼睛。吕库古根据公众的决议将此人接收过来受罚,却既没有虐待他,也没有责难他,而是让他与自己共同生活,使他不仅赞赏自己和与自己共同度过的生活方式,而且总体上成为了这种教养的狂热推崇者。作为这次遭遇的纪念,他在铜屋神殿的圣域内建立了一座雅典娜神殿,称其为奥普蒂莱蒂斯;因为该地的多利安人称眼睛为奥普蒂洛伊。
ἐρωτηθεὶς δὲ διὰ τί οὐκ ἐχρήσατο νόμοις ἐγγράφοις, ὅτι, ἔφη, οἱ πεπαιδευμένοι καὶ ἀχθέντες τῇ προσηκούσῃ ἀγωγῇ τὸ τοῦ καιροῦ χρήσιμον δοκιμάζουσι.
当被问及为何不采用成文法时,他说: “因为受过教育且在适当教养下成长的人,能够自行判断合乎时宜的益处。”
πάλιν δʼ ἐπιζητούντων τινῶν, διὰ τί ὀροφὴν ἀπὸ πελέκεως ταῖς οἰκίαις ἐπιτιθέναι προσέταξε, θύραν δὲ ἀπὸ πρίονος μόνου καὶ μηδενὸς τῶν ἄλλων ἐργαλείων, ὅπως ἄν, ἔφη, μετριάζοιεν οἱ πολῖται περὶ πάντα, ὅσα εἰς τὴν οἰκίαν εἰσάγουσι, καὶ μηδὲν τῶν παρʼ ἄλλοις ζηλουμένων ἔχωσιν.
当又有人询问为何他下令房屋只能用斧头架设屋顶、只能用锯子而不得使用任何其他工具制作房门时,他说: “为了让公民们对于带入屋内的所有物品都保持节制,不拥有任何在别处受人艳羡的东西。”
ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην τὸν πρῶτον βασιλέα δειπνοῦντα παρά τινι, καὶ θεασάμενον τῆς στέγης τοῦ οἴκου τὴν παρασκευὴν πολυτελῆ καὶ φατνωματικήν, ἐρωτῆσαι τὸν ξένον εἰ τετράγωνα παρʼ αὐτοῖς ξύλα φύεται.
据说由于这一习俗,列奥提基德斯一世国王在某人家中进餐时,看到那所房屋的屋顶装饰得极为豪华且带有方格藻井,便询问主人他们的土地上是否会长出方形的木材。
ἐρωτηθεὶς δὲ διὰ τί ἐκώλυσεν ἐπὶ τοὺς αὐτοὺς πολεμίους πολλάκις στρατεύεσθαι, ἔφη, ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι ἔμπειροι πολέμου γένωνται. διὸ καὶ Ἀγησιλάου ἔγκλημα οὐ βραχὺ ἔδοξεν εἶναι, ταῖς εἰς τὴν Βοιωτίαν συνεχέσιν εἰσβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους Λακεδαιμονίοις κατασκευάσαντος. τετρωμένον γοῦν ἰδὼν αὐτὸν Ἀνταλκίδας, καλά, εἶπε, τροφεῖα ἀπέχεις, μὴ βουλομένους αὐτοὺς μηδὲ εἰδότας μάχεσθαι διδάξας.2
当被问及为何禁止多次攻打同一敌人时,他说: “免得他们因屡次习惯于自卫而精通战事。” 因此,阿格西劳斯因不断入侵和远征维奥蒂亚而将忒拜人造就成了拉栖代梦人的敌手,这被认为是一项不小的罪状。无论如何,安塔尔基达斯见他负伤,便说道: “你得到了很好的报酬啊,竟然教会了那些既不愿也不会打仗的人作战!”
ἄλλου δὲ ἐπιζητοῦντος, διὰ τί τὰ σώματα τῶν παρθένων δρόμοις καὶ πάλαις καὶ βολαῖς δίσκων καὶ ἀκοντίων διεπόνησεν, ἵνʼ, ἔφη, ἡ τῶν γεννωμένων ῥίζωσις ἰσχυρὰν ἐν ἰσχυροῖς σώμασιν ἀρχὴν λαβοῦσα καλῶς βλαστάνῃ, αὐταὶ τε μετὰ ῥώμης τοὺς τόκους ὑπομένουσαι ῥᾳδίως τε ἅμα καὶ καλῶς ἀγωνίζωνται πρὸς τὰς ὠδῖνας, καὶ, εἴ τις ἀνάγκη γένοιτο, δύνωνται ὑπὲρ αὑτῶν καὶ τέκνων καὶ τῆς πατρίδος μάχεσθαι.
另有人探究为何他让少女们通过奔跑、摔跤、掷铁饼和投标枪来锻炼身体时,他说: “为了让胎儿在健壮的母体中获得强壮的根基并良好地生长,也为了让她们自身凭借体力承受分娩,既轻松又顺利地与阵痛抗争,并且一旦出现紧迫需要,能够为了自身、子女和祖国而战斗。”
μεμφομένων δέ τινων τὴν γύμνωσιν τῶν παρθένων ἐν ταῖς πομπαῖς καὶ τὴν αἰτίαν ζητούντων, ἵνʼ, ἔφη, τὰ αὐτὰ τοῖς ἀνδράσιν ἐπιτηδεύουσαι μηδὲν μεῖον ἔχωσι μήτε κατὰ σώματος ἰσχὺν καὶ ὑγίειαν μήτε κατὰ ψυχῆς φιλοτιμίαν καὶ ἀρετήν, δόξης δὲ τῆς παρὰ τοῖς πολλοῖς ὑπερφρονῶσιν. ὅθεν καὶ περὶ Γοργοῦς ἱστορεῖται τῆς Λεωνίδου γυναικὸς τοιοῦτον εἰπούσης γάρ τινος, ὡς ἔοικε ξένης, πρὸς αὐτὴν ὡς μόναι τῶν ἀνδρῶν ἄρχετε ὑμεῖς αἱ Λάκαιναι, ἀπεκρίνατο, μόναι γάρ ἡμεῖς ἄνδρας τίκτομεν.
当有些人责备少女们在游行中裸身并探问原因时,他说: “为了让她们从事与男子相同的操练,无论在身体的力量和健康上,还是在灵魂的抱负与美德上,都毫不逊色,并且能够藐视大众的舆论。” 因此,关于列奥尼达斯的妻子戈尔戈也有这样的记载:当一个女人——似乎是个异邦女子——对她说: “只有你们拉科尼亚妇女统治着男人,”她回答道: “因为只有我们生下真正的男人。”
Εἴρξας δὲ τοὺς ἀγάμους τῆς ἐν ταῖς γυμνοπαιδίαις θέας καὶ ἀτιμίαν προσθείς, πολλὴν πρόνοιαν ἐποιήσατο τῆς παιδοποιίας τιμῆς δὲ καὶ θεραπείας, ἣν νέοι πρεσβυτέροις παρεῖχον, ἐστέρησε, καὶ τὸ πρὸς Δερκυλίδαν ῥηθὲν οὐδεὶς ἐμέμψατο, καίπερ εὐδόκιμον ὄντα στρατηγὸν ἐπιόντι γὰρ αὐτῷ τῶν νεωτέρων τις ἕδρας οὐχ ὑπεῖξεν εἰπών, οὐδὲ γὰρ ἐμοὶ σὺ τὸν ὑπείξοντα ἐγέννησας.
他禁止未婚男子观看裸体祭的盛况并剥夺其部分公民权利,从而对生育后代寄予了极大关注;他还从〔他们〕那里剥夺了青年人向长者所表现的尊敬与伺候,以致没有人责怪对德尔库利达斯所说的那句话,尽管他是一位声名显赫的将领。因为当他走来时,一个年轻男子没有给他让座,说道: “因为你也没有为我生下将来会给我让座的儿子。”
πυνθανομένου δέ τινος, διὰ τί τὰς κόρας ἐνομοθέτησεν ἀπροίκους ἐκδίδοσθαι, ὅπως, ἔφη, μήτε διʼ ἔνδειαν ἄγαμοί τινες ἐαθῶσι μήτε διὰ περιουσίαν σπουδάζωνται, ἕκαστος δὲ εἰς τὸν τρόπον τῆς παιδὸς ἀφορῶν ἀρετῇ τὴν αἵρεσιν ποιῶνται.3 διὰ τοῦτο δὲ καὶ τὸν καλλωπισμὸν τῆς πόλεως ἀπήλασεν.
当有人询问为何他立法规定女子出嫁不得带嫁妆时,他说: “为了不让任何人因贫困而被迫独身,也不让任何人因富有而被竞相求娶,而是让每个人都注视女子的品性,依凭美德作出抉择。” 正因如此,他也从城邦中驱逐了一切奢华修饰。
ὁρίσαντος δὲ αὐτοῦ καὶ τὸν χρόνον τῶν τε γαμουμένων καὶ τῶν γαμούντων, πρὸς τὸν ζητοῦντα, ἵνʼ, ἔφη, τὰ γεννώμενα ἰσχυρὰ ᾖ ἐκ τελείων γεννώμενα.
当他也规定了新娘和新郎的适婚年龄时,对询问者说道: “为了让新生的后代由成熟的父母所生,从而保持健壮。”
- 7καὶ τοὺς μὲν ἄλλους ἔφθασεν εἰς τὸ ἱερὸν τῆς χαλκιοίκου Ἀθηνᾶς καταφυγών
动词 ἔφθασεν(φθάνω)支配宾格 τοὺς μὲν ἄλλους 并带补充主格分词 καταφυγών,构成表示“先于其他人逃入……”的惯用句式。
- 227dμὴ βουλομένους αὐτοὺς μηδὲ εἰδότας μάχεσθαι διδάξας
分词 βουλομένους 和 εἰδότας 与 διδάξας 的宾语 αὐτούς 一致,不定词 μάχεσθαι 依附于二者。采用否定词 μή 而非 οὐ 是为了从属性或假设的角度加以界定。主格分词 διδάξας 作原因状语分词使用(“因教会了他们……”)。
- 227eἕκαστος δὲ εἰς τὸν τρόπον τῆς παιδὸς ἀφορῶν ἀρετῇ τὴν αἵρεσιν ποιῶνται
单数代词 ἕκαστος 作主语,而动词却采用了复数虚拟式 ποιῶνται,这是根据意义一致(constructio ad sensum)的句法现象,在意义上承接了前文中复数的适婚公民。
