← 普鲁塔克

斯巴达人名言集

§53.17-53.31

吕库古关于婚姻礼俗俭朴风尚与军事法规的训诫

记述了吕库古关于婚姻起居的规制、驱逐香膏虚饰的举措、有关通奸与民主政体的机智应答,以及限制追击战俘与禁止剥取战利品等军事规定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§53.17

πρὸς δὲ τὸν θαυμάζοντα, διʼ ὅ τι τὸν γεγαμηκότα ἀπεῖρξε μὴ συγκοιμᾶσθαι1 τῇ γεγαμημένῃ, προσέταξε δὲ τὸ πλεῖστον τῆς ἡμέρας συνεῖναι τοῖς ἡλικιώταις καὶ τὰς νύκτας ὅλας συναναπαύεσθαι, τῇ δὲ νύμφῃ κρύφα καὶ μετʼ εὐλαβείας συνεῖναι, ὅπως, ἔφη, καὶ τοῖς σώμασιν ἰσχυροὶ ὦσι διακορεῖς μὴ γενόμενοι, καὶ τῷ φιλεῖν ἀεὶ καινοὶ ὑπάρχωσι καὶ τὰ ἔκγονα ἐρρωμενέστερα παρέχωσι.

对于惊讶于他为何禁止丈夫与妻子同寝、命令他白日里大部分时间与同龄人相处、夜晚也整夜与他们同睡,而只能秘密且谨慎地与新娘相聚的人,他说: “为了让他们因不至于放纵满足而身体强健,在情爱上始终保持新鲜,并且提供更加健壮的后代。”

§53.18

καὶ τὸ μὲν μύρον ἐξήλασεν ὡς τοῦ ἐλαίου φθορὰν καὶ ὄλεθρον, τὴν δὲ βαφικὴν ὡς κολακείαν αἰσθήσεως.

他还驱逐了香膏,视其为对橄榄油的糟蹋与毁坏;废除了染色术,视其为对感官的谄媚。

§53.19

πᾶσι δὲ τοῖς περὶ τὸν τοῦ σώματος καλλωπισμὸν δημιουργοῖς ἀνεπίβατον ἐποίησε τὴν Σπάρτην, ὡς διὰ τῆς κακοτεχνίας τὰς τέχνας λυμαινομένοις.

他使斯巴达对所有从事身体修饰的工匠紧闭大门,因为他们以恶劣的技艺败坏了正道工艺。

§53.20

τοσαύτη δʼ ἦν κατʼ ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρʼ αὐταῖς. καὶ λόγος ἀπομνημονεύεται Γεραδάτα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρʼ αὐτοῖς, οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου, εἶπεν, οὐδείς, ὦ ξένε, γίγνεται μοιχὸς παρʼ ἡμῖν. ἐκείνου δὲ ὑπολαβόντος, ἂν οὖν γένηται, ταῦρον, ἔφη ὁ Γεραδάτας ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται. θαυμάσαντος δʼ ἐκείνου καὶ φήσαντος, πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος; γελάσας ὁ Γεραδάτας πῶς γὰρ ἄν, ἔφη, μοιχὸς ἐν Σπάρτῃ γένοιτο ἐν ᾗ πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλωπισμὸς ἀτιμάζονται, αἰδὼς δὲ καὶ εὐκοσμία καὶ τῶν ἡγουμένων πειθὼ πρεσβεύονται; ν πρὸς δὲ τὸν ἀξιοῦντα δημοκρατίαν ἐν τῇ πόλει καταστήσασθαι ὁ Λυκοῦργος εἶπε, σὺ πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.

在那个时代,妇女们极其端庄节制,与后世的放荡轻浮相去甚远,以至于早先在她们中间私通之事是令人难以置信的。极古老时代的斯巴达人格拉达塔斯的一句话也被人们记诵。一位异邦人向他询问斯巴达的通奸者会受到何种惩罚——因为他看到吕库古对此未作任何立法——格拉达塔斯说道: “异邦人啊,我们当中没有一个人会成为通奸者。” 对方反问道: “那么如果真出现了一个呢?” 格拉达塔斯说: “他要赔偿一头巨大的公牛,大到能探头越过泰格托斯山并饮用欧罗塔斯河的水。” 异邦人惊诧地说道: “世上怎会有如此巨大的牛呢?” 格拉达塔斯笑着说: “那么在斯巴达又怎会出现通奸者呢?在这里,财富、奢靡与虚饰被人蔑视,而羞耻之心、规矩秩序与对领袖的顺从备受崇敬。”对于提议在城邦建立民主政体的人,吕库古说: “你先在自己家里建立民主政体吧。”

§53.22

πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, ὅπως, ἔφη, μηδέποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν.

当有人询问为何他规定献给神灵的祭品如此微薄简陋时,他说: “为了让我们永远不会中断对神明的崇敬。”

§53.23

μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοῖς πολίταις ἀγωνίζεσθαι, ὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται,2 ἐπύθετό τις τὴν αἰτίαν· ὁ δέ, ὅπως, εἶπε, μηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται.

当他只允许公民参加那些不必举手认输的体育竞技时,有人询问其缘由;他便说: “为了让他们中没有任何人养成在辛劳困境中自暴自弃的习惯。”

§53.24

ἐρωτῶντος δέ τινος, διὰ τί πυκνὰ μεταστρατοπεδεύειν κελεύει, ὅπως, εἶπε, πλείω τοὺς ἐχθροὺς βλάπτωμεν.

当有人询问为何他命令军队频繁变换营地时,他说: “为了让我们给敌人造成更大的损害。”

§53.25

ἄλλου δʼ ἐπιζητοῦντος διὰ τί πυργομαχεῖν ἀπεῖπε, ἵνα, ἔφη, μὴ ὑπὸ γυναικὸς ἢ παιδὸς ἤ τινος παραπλησίου ἀνθρώπου οἱ ἀμείνονες ἀποθνῄσκωσιν.

另有人探究为何他禁止攻打坚固城楼时,他说: “免得优秀之人死在妇人、孩童或类似人之手。”

§53.26

τοῖς δὲ συμβουλευομένοις τῶν Θηβαίων περὶ τῆς ἱερουργίας καὶ τοῦ πένθους, ἣν ποιοῦνται τῇ Λευκοθέᾳ, συνεβούλευσεν εἰ μὲν θεὸν ἡγοῦνται, μὴ θρηνεῖν, εἰ δὲ ἄνθρωπον, μὴ ἱερουργεῖν ὡς θεῷ.

忒拜人就他们为琉科忒亚举行的祭礼和哀悼向他征求建议时,他奉劝道,如果他们视她为神,就不要哀悼;如果视她为人,就不要像敬神那样举行祭礼。

§53.27

πρὸς δὲ τοὺς ἐπιζητοῦντας τῶν πολιτῶν, πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα; ἐὰν πτωχοί, ἔφη, μένητε καὶ μὴ μείζων ἅτερος θατέρου ἐρᾶτε εἶναι.

当公民们询问: “我们怎样才能击退敌人的进犯?” 他说: “只要你们安于贫穷,并且彼此之间不贪图胜过对方。”

§53.28

καὶ πάλιν ἐπιζητούντων περὶ τειχῶν, οὐκ ἔφη πόλιν εἶναι ἀτείχιστον, ἥτις ἀνδράσι καὶ οὐ πλίνθοις ἐστεφάνωται.

当他们再次询问关于城墙之事时,他说: “凡是被男子而非被砖石所环冠的城邦,就决不是没有城墙的。”

§53.29

ἐπεμέλοντο δὲ οἱ Σπαρτιᾶται καὶ τῆς κόμης, ἀπομνημονεύοντές τινα Λυκούργου λόγον περὶ τούτου, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.

斯巴达人对头发也十分讲究,因为他们牢记着吕库古关于此事的一句名言:长发使俊美者更为英俊,使丑陋者更为可怕。

§53.30

παρήγγειλε δὲ ἐν τοῖς πολέμοις τρεψαμένους καὶ νικήσαντας μέχρι τοῦ βεβαιώσασθαι τὸ νίκημα ἐπιδιώκειν, εἶτα εὐθὺς ἀναχωρεῖν· οὔτε γενναῖον οὔτε Ἑλληνικὸν φονεύειν τοὺς παρακεχωρηκότας φάσκων εἶναι δʼ οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον ἀλλὰ καὶ χρήσιμον· εἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφισταμένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι.3

他还下达指令,在战争中击溃并战胜敌人后,只需追击至确立胜利为止,然后立即撤回。他声称杀戮已经溃退投降的人既不高尚也不合乎希腊风尚;而且这不仅光荣、宽宏,而且极为实用。因为与他们作战的敌人一旦知晓他们宽恕屈服者而诛杀顽抗者,就会认为逃跑比坚守更为有利。

§53.31

πυνθανομένου δέ τινος, διὰ τί τοὺς τῶν πολεμίων νεκροὺς ἀπηγόρευσε σκυλεύειν, ὅπως, ἔφη, μὴ κυπτάζοντες περὶ τὰ σκῦλα τῆς μάχης ἀμελῶσιν, ἀλλὰ καὶ τὴν πενίαν ἅμα τῇ τάξει διασῴζωσι.

当有人询问为何他禁止剥取敌人尸体上的铠甲器物时,他说: “为了不让他们因俯身搜寻战利品而疏于战斗,同时也为了在守纪律的同时维系清贫。”

语法注3 条
  1. 17ἀπεῖρξε μὴ συγκοιμᾶσθαι

    表示阻碍或禁止的动词 ἀπείργω 所带的不定式加上了赘用否定词 μή。句意为“禁止同寝”,而非“禁止不同寝”。

  2. 228dὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται

    由关系副词 ὅπου 引导的关系从句。“不举手”指代那些不存在举手(ἀνατείνεσθαι τὴν χεῖρα)表示认输投降规则的竞技项目(如摔跤、赛跑等,区别于拳击或搏击)。

  3. 228eεἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφισταμένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι

    由 φάσκων 统摄的间接引语中的“带对格的不定式”结构。对格分词 εἰδότας 与逻辑主语 τοὺς μαχομένους 一致,其谓语为将来时不定式 ἡγήσεσθαι。τοῦ μένειν 为表示比较的属格,与宾语 τὸ φεύγειν 构成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:53.17-53.31