- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:53.1-53.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕库古通过两只幼犬的实验阐明教养对天性的塑造作用,并通过均分土地、推行铁币废除私富以及确立公共食堂制度,确立了斯巴达公民的平等与纪律。
Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ἐκ τῆς προϋπαρχούσης διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν βίου τάξιν μετάγειν καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι ἁβροδίαιτοι γὰρ ἦσαν δύο σκύλακας ἀνέθρεψε ταὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους καὶ τὸν μὲν εἴθισε περὶ λιχνείας οἴκοι ἐάσας· τὸν δὲ ἐπαγόμενος ἤσκησε περὶ κυνηγέσια. ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν ἔθηκεν ἀκάνθας καὶ λιχνείας τινάς, ἀφῆκε δὲ καὶ λαγών· ἑκατέρου δʼ ἐπὶ τὰ συνήθη ὁρμήσαντος καὶ θατέρου τὸν λαγὼν χειρωσαμένου, εἶπεν, ὁρᾶτε, ὦ πολῖται, ὅτι ταὐτοῦ γένους ὑπάρχοντες ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει; τινὲς δέ φασιν, ὡς οὐ παρῆγε σκύλακας, οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλʼ ὁ μὲν ἐξ οἰκουρῶν, ἕτερος δʼ ἐκ κυνηγετικῶν κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δὲ ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον εἴθισεν εἶθʼ ἑκατέρου ἐφʼ ἃ εἴθιστο ὁρμήσαντος, φανερὸν ποιήσας ὅσον ἡ ἀγωγὴ πρὸς τὰ ἀμείνω καὶ χείρω συλλαμβάνεται, εἶπεν, οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν ἡ παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφʼ Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττομεν διʼ ἃ ἐκεῖνος ἁπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ διʼ ὅλου τοῦ βίου.
立法者吕库古希望将公民们从原先的生活方式引向更有节制的生活秩序,使他们成为高尚善良之人——因为他们曾过着奢靡的生活——便抚养了同一父母所生的两只幼犬;他将其中一只留在家里,使其习惯于饕餮,另一只则随身带着,训练它从事狩猎。随后,他将它们带到公民大会上,放下了几根带肉碎骨和一些美味之食,又放出了一只野兔。当两只幼犬各自奔向自己习惯的事物,而其中一只制服了野兔时,他说道: “公民们,你们看到了吗,尽管它们出自同一血统,但在人生的教养下,它们彼此之间竟变得如此悬殊,而且在导向美好品德方面,后天的训练比天性更具有成效?” 然而,有些人说,他带来的并不是碰巧由同一父母所生的幼犬,而是一只出自看门犬种,另一只出自猎犬种;接着,他训练劣等血统的那只从事狩猎,而让优等血统的那只仅仅习惯于贪食。然后,在它们各自冲向习惯之物时,他表明了教养对变好或变坏有多么巨大的影响,并说道: “因此,公民们,大众所赞叹的显赫出身以及赫拉克勒斯的血统,对我们毫无益处,除非我们终身操练并学习美德,践行使那位先祖展现得比全人类都更加显赫和高贵的事情。”
ἀναδασμὸν δὲ τῆς γῆς ποιήσας καὶ ἅπασιν ἴσον κλῆρον τοῖς πολίταις νείμας, λέγεται ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενον ἐξ ἀποδημίας ἄρτι τεθερισμένην, ἰδόντα τοὺς σωροὺς κειμένους παρʼ ἀλλήλους καὶ ὁμαλοὺς ἡσθῆναι,1 καὶ μειδιάσαντα εἰπεῖν πρὸς τοὺς παρόντας ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων.
在重新分配了土地并将平等的份地分给全体公民之后,据说在后来某一时刻,他从国外归来经过刚刚收割完毕的土地时,看到麦堆彼此并列且整齐划一,便感到欣喜,微笑着对在场的人说,整个拉科尼亚看起来就像属于刚刚分割了家产的众多兄弟一样。
καὶ τῶν χρεῶν δὲ ἀποκοπὰς εἰσηγησάμενος ἐπεχείρησε καὶ τὰ κατʼ οἶκον ὄντα πάντα ἐξ ἴσου διαιρεῖν, ὅπως παντάπασιν ἐξέλοι τὸ ἄνισον καὶ ἀνώμαλον. ἐπεὶ δὲ χαλεπῶς ἑώρα προσδεξομένους τὴν ἄντικρυς ἀφαίρεσιν, τό τε χρυσοῦν καὶ ἀργυροῦν νόμισμα ἠκύρωσε, μόνῳ δὲ τῷ σιδηρῷ προσέταξε χρῆσθαι· καὶ μέχρις οὗ δεῖ ἔχειν τὴν ὅλην ὕπαρξιν πρὸς ἀμοιβὴν τούτου, περιώρισε.2 τούτου δὲ γενομένου, ἐξέπεσε τῆς Λακεδαίμονος ἀδικία πᾶσα· οὔτε γὰρ κλέπτειν οὔτε δωροδοκεῖν οὔτε ἀποστερεῖν ἢ ἁρπάζειν ἔτι ἐδύνατό τις, ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κτήσασθαι ζηλωτὸν μήτε χρήσασθαι ἀκίνδυνον, μήτε ἐξάγειν ἢ ἐπάγειν ἀσφαλές, πρὸς δὲ τούτοις καὶ ἁπάντων τῶν περιττῶν ξενηλασίαν ἐποιήσατο διὸ οὔτε ἔμπορος οὔτε σοφιστὴς οὔτε μάντις ἢ ἀγύρτης οὔτε τῶν κατασκευασμάτων δημιουργὸς εἰσῄει εἰς τὴν Σπάρτην. οὐδὲ γὰρ νόμισμα παρʼ αὐτοῖς εὔχρηστον εἴασε, μόνον δὲ τὸ σιδηροῦν εἰσηγήσατο, ὅ ἐστι μνᾶ ὁλκῇ Αἰγιναία, δυνάμει δὲ χαλκοῖ τέσσαρες.
他又引入了免除债务的法令,并试图将一切家庭财产也均等地分割,以便彻底根除不平等和不齐整。然而,当他看到人们对公然剥夺财产难以接受时,他废止了金银铸币,下令只准使用铁币;并且限制了以此兑换而可拥有的全部财产的限度。此事发生后,一切不正不义之举便从拉栖代梦消失了;因为谁也无法再偷窃、受贿、侵占或抢夺某种既无法藏匿、拥有也不受艳羡、使用并不安全、运出或运入也不保险的东西。除这些之外,他还将所有多余闲杂之人驱逐出境;因此,无论商人、智者、占卜者、托钵僧,还是奢侈品工匠,都不再进入斯巴达。因为他没有在他们中间留下任何易于流通的货币,而仅仅引入了铁币,其重量合埃吉那的一米纳,而价值却仅值四个青铜币。
ἐπιθέσθαι δὲ τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς τὰ συσσίτια εἰσηγήσατο . πρὸς γοῦν τοὺς ἐπιζητοῦντας διὰ τί ταῦτα συνεστήσατο καὶ μεθʼ ὅπλων κατʼ ὀλίγους τοὺς πολίτας διῄρηκεν, ὅπως, εἶπεν, ἐξ ἑτοίμου τὰ παραγγελλόμενα δέχωνται, καὶ ἐάν τι νεωτερίζωσιν, ἐν ὀλίγοις ᾖ τὸ ἀμπλάκημα, ἰσομοιρία τε τῆς τροφῆς καὶ πόσεως ᾖ καὶ μήτε πόσει τινὶ ἢ βρώσει ἀλλὰ μηδὲ στρωμνῇ ἢ σκεύεσιν ἢ ἄλλῳ τινὶ τὸ σύνολον πλέον ἔχῃ ὁ πλούσιος τοῦ πένητος.
他决意打击奢靡并消除对财富的争逐,便设立了公共食堂。确实,当有人询问他为何设立这些食堂并让公民们全副武装、分入少数人的小组时,他回答道: “为了让他们能够随时接受命令;即使他们意图生事,过失也局限于少数人;并且在食物与饮品上有均等的份额,富人在任何饮料或食物上,甚至在被褥、器具或任何其他物件上,完全不比穷人占有更多优势。”
ἄζηλον δὲ ποιήσας τὸν πλοῦτον, οὐδενὸς οὐδὲ χρῆσθαι οὐδὲ ἐπιδεῖξαι δυναμένου, ἔλεγε πρὸς τοὺς συνήθεις, ὡς καλόν ἐστιν, ὦ ἑταῖροι, διὰ τῶν ἔργων ἐπιδεῖξαι τὸν πλοῦτον ὁποῖός ἐστι τῇ ἀληθείᾳ, ὅτι τυφλός.
在使财富变得不再为人艳羡,既无人能够使用它也无人能够炫耀它之后,他对亲近的人说道: “朋友们,通过实际行动来展现财富的真相——即它是盲目的——是多么美好的事啊!”
παρεφύλαξε δὲ ὥστε μηδὲ οἴκοι προδειπνήσαντας ἐξεῖναι βαδίζειν ἐπὶ τὰ συσσίτια πεπληρωμένους ἑτέρων ἐδεσμάτων ἢ πωμάτων· ἐκάκιζον δὲ οἱ λοιποὶ τὸν μὴ πιόντα ἢ φαγόντα μετʼ αὐτῶν, ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν ἀπομαλακιζόμενον δίαιταν ἐζημιοῦτο δὲ καὶ ὁ φανερὸς γενόμενος. Ἄγιδος γοῦν μετὰ πολὺν χρόνον τοῦ βασιλέως ἐπανελθόντος ἀπὸ στρατείας ʽκαταπεπολεμήκει δὲ Ἀθηναίους, βουλομένου παρὰ τῇ γυναικὶ μιᾷ ἡμέρᾳ δειπνῆσαι καὶ μεταπεμπομένου τὰς μερίδας, οὐκ ἔπεμψαν οἱ πολέμαρχοι·3 μεθʼ ἡμέραν δὲ φανεροῦ γενομένου τοῖς ἐφόροις, ἐζημιώθη ὑπʼ αὐτῶν.
他还严加防范,不许任何人在家预先用膳后、填饱了别的食物或饮品再去公共食堂;其余的人都会谴责那个不与他们同饮同食的人,斥其缺乏自制且对共同生活变得软弱;凡是被揭发者都要受到惩罚。确实,很久之后,当阿吉斯国王从战事归来——他打败了雅典人——希望在妻子身边用一天餐并派人去取他的那份配给时,军官们没有送去;第二天事情被监察官们发觉后,他便受到了他们的罚款。
- 226bλέγεται ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενον ἐξ ἀποδημίας ἄρτι τεθερισμένην, ἰδόντα τοὺς σωροὺς κειμένους παρʼ ἀλλήλους καὶ ὁμαλοὺς ἡσθῆναι
在非人称用法的 λέγεται 之后,逻辑主语(吕库古)未采用与动词一致的主格,而是以宾格分词 διερχόμενον 和 ἰδόντα 出现,支配不定式 ἡσθῆναι 及随后的 εἰπεῖν,构成了带宾格的不定式结构,体现了人称句与非人称句之间的句法混用。
- 226bκαὶ μέχρις οὗ δεῖ ἔχειν τὴν ὅλην ὕπαρξιν πρὸς ἀμοιβὴν τούτου, περιώρισε
由 μέχρις οὗ 引导的从句(“拥有全部财产以换取此物的限度必须达到何种程度”)作为主句动词 περιώρισε 的宾语。τούτου 指代前文的铁币(τῷ σιδηρῷ),意指规定了为与该铁币兑换而可保有的财产总额上限。
- 226eἌγιδος γοῦν μετὰ πολὺν χρόνον τοῦ βασιλέως ἐπανελθόντος ἀπὸ στρατείας ʽκαταπεπολεμήκει δὲ Ἀθηναίους, βουλομένου παρὰ τῇ γυναικὶ μιᾷ ἡμέρᾳ δειπνῆσαι καὶ μεταπεμπομένου τὰς μερίδας, οὐκ ἔπεμψαν οἱ πολέμαρχοι
短语 Ἄγιδος ... τοῦ βασιλέως ἐπανελθόντος ... βουλομένου ... καὶ μεταπεμπομένου 构成了长篇的属格独立结构,交代背景条件,在语法上独立于主句主语(οἱ πολέμαρχοι)。括号内的 καταπεπολεμήκει δὲ Ἀθηναίους 是补充说明背景的插入从句。
