← 普鲁塔克

斯巴达人名言集

§54.1-54.15

吕桑德的权谋智计与言行录

记述吕桑德善用权谋巧计的多则机智言行,以及他死后被发现的关于王权改革的文书和因其清贫而引发的女儿退婚风波。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§54.1

Λύσανδρος, Διονυσίου τοῦ τῆς Σικελίας τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσιν ἱμάτια πολυτελῆ, οὐκ ἔλαβεν εἰπὼν δεδιέναι, μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν. ἀλλʼ ὀλίγον ὕστερον πρὸς τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, προσπέμψαντος αὐτῷ τοῦ Διονυσίου δύο στολὰς καὶ κελεύσαντος ἣν βούλεται ταύτην ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι· καὶ λαβὼν ἀμφοτέρας ἀπῆλθεν.

当西西里的僭主狄奥尼修斯为吕桑德的女儿们送来昂贵华丽的衣物时,吕桑德没有接受,并说他担心女儿们会因这些衣饰反显得丑陋。但不久之后,他作为同个城邦的使节被派往同一位僭主那里,狄奥尼修斯送给他两套礼服,命他在其中任选一件带给女儿,他却说女儿自己来挑会挑得更好;于是他把两件都带走了。

§54.2

ὁ δὲ Λύσανδρος, δεινὸς σοφιστὴς γενόμενος καὶ ἀπάταις τὰ πολλὰ ποικίλλων, τὸ δίκαιον ἐν μόνῳ τῷ λυσιτελεῖ τιθέμενος καὶ τὸ καλὸν ἐν τῷ συμφέροντι, τὸ ἀληθὲς ἔλεγε τοῦ ψεύδους κρεῖττον εἶναι, ἑκατέρου δὲ τῇ χρείᾳ τὴν ἀξίαν καὶ τὴν τιμὴν ὁρίζεσθαι.

吕桑德成了一个精明的智者,凡事多施以诡计,将正义全然等同于得利,将崇高全然等同于权宜,他常说真话固然胜于谎言,但两者的价值和尊严都由其实用性来判定。

§54.3

πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ διʼ ἀπάτης τὰ πλεῖστα πράττειν, ὡς ἀνάξιον τοῦ Ἡρακλέους, καὶ δόλῳ οὐκ ἄντικρυς κατορθοῦντα, γελῶν ἔλεγεν ὅπου μὴ ἐφικνεῖται τῇ λεοντῆ,1 προσραπτέον εἶναι τὴν ἀλωπεκῆν.

对于那些指责他行事多靠欺诈、有愧于赫拉克勒斯、且凭借阴谋而非堂堂正正取得成功的人,他笑着说:凡是狮皮够不到的地方,就必须缝接上狐皮。

§54.4

Ἐπιμεμφομένων δʼ ἑτέρων αὐτὸν ἐπὶ ταῖς παραβάσεσι τῶν ὅρκων, οὓς ἐν Μιλήτῳ ἐποιήσατο, ἔλεγε, τοὺς μὲν παῖδας ἀστραγάλοις δεῖ ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας ὅρκοις.

当另有人谴责他违背在米利都所立的誓言时,他说:应当用掷骰子欺骗孩童,用誓言欺骗男子。

§54.5

νικήσας δὲ τοὺς Ἀθηναίους ἐξ ἐνέδρας περὶ Αἰγὸς ποταμοὺς καὶ λιμῷ πιέσας αὐτοὺς παρεστήσατο τὴν πόλιν, καὶ ἔγραψε τοῖς ἐφόροις, ἑαλώκασιν αἱ Ἀθῆναι.

他在埃哥斯波塔米通过伏击击败雅典人,并以饥荒困逼迫使该城投降,随后写信给监察官们:“雅典已陷落。”

§54.6

πρὸς Ἀργείους δὲ περὶ γῆς ὅρων ἀμφισβητοῦντας πρὸς Λακεδαιμονίους καὶ δικαιότερα λέγειν αὐτῶν φάσκοντας, σπασάμενος τὴν μάχαιραν, ὁ ταύτης, ἔφη, κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.

对于阿哥斯人与拉刻代蒙人就领土边界发生争执、并声称自己理由更正当一事,他拔出短剑说道:“握有此剑之人,能对土地疆界作出最精彩的论辩。”

§54.7

τοὺς δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας, ὅτε διῄει τὴν χώραν, ὁρῶν, προσέπεμψε πυνθανόμενος πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν.

当穿行于玻俄提亚全境时,见当地人态度首鼠两端,他便派人去询问:自己究竟是该让士兵竖握长矛穿过他们的土地,还是该把长矛平举放倒穿过去?

§54.8

Μεγαρέως δὲ ἀνδρὸς ἐν τῷ κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, οἱ λόγοι σου, εἶπεν, ὦ ξένε, πόλεως δέονται.2

当一个墨伽拉人在公共集会上向他坦率直言时,他说:“异邦人啊,你的话缺少一个城邦。”

§54.9

ἐπεὶ δὲ Κορινθίων ἀφεστώτων διερχόμενος παρὰ τὰ τείχη τοὺς Λακεδαιμονίους ἑώρα προσβάλλειν ὀκνοῦντας, καὶ λαγώς τις ὤφθη διαπηδῶν τὴν τάφρον, οὐκ αἰσχύνεσθε, εἶπεν, ὦ Σπαρτιᾶται, τοιούτους φοβούμενοι πολεμίους, ὧν οἱ λαγωοὶ δι᾽ ἀργίαν τοῖς τείχεσιν ἐγκαθεύδουσιν; ν ἐν δὲ Σαμοθρᾴκῃ χρηστηριαζομένῳ αὐτῷ ὁ ἱερεὺς ἐκέλευσεν εἰπεῖν, ὅ τι ἀνομώτατον ἔργον αὐτῷ ἐν τῷ βίῳ πέπρακται. ἐπηρώτησεν οὖν, πότερον σοῦ τοῦτο κελεύοντος ἢ τῶν θεῶν τοῦτο δεῖ ποιεῖν; φαμένου δέ, τῶν θεῶν, σὺ τοίνυν, ἔφη, ἐκποδών μοι μετάστηθι, κἀκείνοις ἐρῶ, ἐὰν πυνθάνωνται.

当科林斯人反叛时,他沿城墙巡行,见拉刻代蒙人畏缩不前、不敢进攻,恰在此时一只野兔跃过了壕沟,他便说:“斯巴达人啊,你们害怕这样的敌人,难道不感到羞耻吗?由于他们的怠惰,连野兔都睡在城墙上了。”在萨莫色雷斯求取神谕时,祭司命他说出自己一生中所犯下的最不义的罪行。于是他反问道:“这是出于你的命令,还是神明的命令才必须做的?”当祭司答道“是神明的命令”时,他说:“那么你就给我让开,若神明询问,我自会对祂们说。”

§54.11

Πέρσου δʼ ἐρωτήσαντος ποίαν μάλιστα ἐπαινεῖ πολιτείαν, ἥτις, ἔφη, τοῖς ἀνδρείοις καὶ δειλοῖς τὰ προσήκοντα ἀποδίδωσι.

当一个波斯人问他最赞赏哪种政体时,他说:“能给勇敢者和怯懦者各自应得回报的政体。”

§54.12

πρὸς δὲ τὸν εἰπόντα, ὅτι ἐπαινοίη αὐτὸν καὶ ὑπερασπάζοιτο, δύο βοῦς ἔχω, ἔφη, ἐν ἀγρῷ· σιγώντων δʼ ἀμφοτέρων, ἀκριβῶς ἐπίσταμαι τὸν τε ἀργὸν καὶ τὸν ἐργαζόμενον.

对于一个声称极度赞美并拥戴他的人,他说:“我在田里养了两头牛;即使它们都不作声,我也清清楚楚地知道哪一头偷懒,哪一头耕作。”

§54.13

λοιδορουμένου δέ τινος αὐτῷ, εἶπε, λέγε πυκνῶς, ὦ ξενύλλιον, λέγε μηδὲν ἐλλείπων, ἄν σου δύνῃ τὰν ψυχὰν κενῶσαι κακῶν, ὧν ἔοικας πλήρης εἶναι.

当有人辱骂他时,他说:“说吧,可怜的异邦人,不停地说吧,不要有丝毫遗漏,只要你能借此倒空你那似乎装满了邪恶的灵魂。”

§54.14

χρόνῳ δʼ ὕστερον μετὰ τὴν τελευτὴν ἀντιλογίας συμμαχικῆς γενομένης, Ἀγησίλαος ἦλθεν ἐπὶ τὴν τοῦ Λυσάνδρου οἰκίαν, ὅπως τὰ περὶ αὐτῆς γράμματα διασκέψηται· ταῦτα γὰρ παρʼ αὑτῷ κατέσχεν ὁ Λύσανδρος. εὗρε δὲ καὶ βιβλίον γεγραμμένον τῷ Λυσάνδρῳ περὶ τῆς πολιτείας, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι3 καὶ ποιεῖσθαι τὴν αἵρεσιν ἐκ τῶν ἀρίστων, ἵνα μὴ τῶν ἀφʼ Ἡρακλέους, ἀλλὰ τῶν οἷος Ἡρακλῆς, τῇ ἀρετῇ κρινομένων, τὸ γέρας ᾖ, ᾗ κἀκεῖνος εἰς θεῶν τιμὰς ἀνήχθη. καὶ τοῦτον τὸν λόγον ὥρμησε μὲν εἰς τοὺς πολίτας ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον οἷος ὢν πολίτης διαλανθάνοι, καὶ ἐπὶ διαβολῇ τῶν Λυσάνδρου φίλων. Κρατίδην δέ φασι τότε προεστῶτα τῶν ἐφόρων, εὐλαβηθέντα μὴ πείσῃ ἀναγνωσθεὶς ὁ λόγος, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου καὶ εἰπεῖν ὡς οὐ δεῖ ἀνορύττειν τὸν Λύσανδρον, ἀλλὰ καὶ τὸν λόγον αὐτῷ συγκατορύττειν, πανούργως καὶ πιθανῶς συντεταγμένον.

后来,在他死后盟友之间发生争议时,阿格西劳斯前往吕桑德的住宅,以便查阅关于此事的文书;因为吕桑德生前将这些文件保存在自己手中。他还发现了一本吕桑德论政体的小册子,主张应当剥夺欧里庞提德斯家族与阿吉亚德斯家族的王权并公之于众,从最优秀的人中进行选举,使这份特权不再属于赫拉克勒斯的血脉后裔,而是属于像赫拉克勒斯那样凭德性评判的人,赫拉克勒斯当年也正是因此德性被提升至神圣的尊荣。阿格西劳斯急于将这篇论说公之于公民面前,揭露吕桑德生前掩藏了自己是个怎样的公民,并以此诋毁吕桑德的朋友们。但据说当时掌管监察官之职的克拉提达斯唯恐这篇文章被朗读后说服众人,便劝阻阿格西劳斯,说不该将吕桑德掘尸暴露,而应将这篇奸巧而极具说服力的文章同他一起掩埋。

§54.15

τοὺς δὲ μνηστεύσαντας αὐτοῦ τὰς θυγατέρας, εἶτα μετὰ τὴν τελευτὴν πένητος εὑρεθέντος ἀπειπαμένους, ἐζημίωσαν οἱ ἔφοροι, ὅτι πλούσιον μὲν νομίζοντες ἐθεράπευον, δίκαιον δὲ καὶ χρηστὸν ἐκ τῆς πενίας ἐπιγνόντες ὑπερεῖδον.

有些人在他生前向他的女儿们求婚,而在他死后发现他一贫如洗便毁弃婚约,监察官们惩处了这些人,因为他们以为吕桑德富有便奉承逢迎,而在从贫困中得知他正直崇高之后却予以鄙弃。

语法注3 条
  1. 229bὅπου μὴ ἐφικνεῖται τῇ λεοντῆ

    动词 ἐφικνεῖται 在此作不及物动词用,意为“达到、够得着”,τῇ λεοντῆ 为手段与格(“凭借狮皮”)。整句表达“在用狮皮够不到的地方”。

  2. 229cπόλεως δέονται

    δέομαι 支配属格,意为“缺乏、需要”。此处的 πόλεως 不仅指城邦,更引申为言论背后所必需的“强大国家或实力的后盾”。

  3. 229eτῶν Εὐρυπωντιδῶν καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι

    由无人称动词 χρὴ 引出的“对格+不定式”结构。分词 ἀφελομένους 采用阳性对格复数,是因为不定式 θεῖναι 的逻辑主语被预设为泛指的“人们/斯巴达公民”。成语 εἰς μέσον θεῖναι 意为“公之于众、归为共有”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:54.1-54.15