← 普鲁塔克

斯巴达人名言集

§2.57-2.71

阿格西劳斯的机锋与亲情轶事

阿格西劳斯对名伶与摹声者不屑一顾,以机锋化解医者梅内克拉特斯与波斯国王的傲慢,发表了关于德性与安塔尔基达斯和约的名言,并展现出爱子之情以及因频繁出征而促使底比斯人善战的轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.57

ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν. καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καὶ δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καὶ προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτόν, ἐπεδείκνυτο νομίζων ἐκεῖνον ἄρξειν τινὸς φιλοφρονήσεως· τέλος δὲ εἶπεν, οὐκ ἐπιγιγνώσκεις με, ὦ βασιλεῦ, οὐδʼ ἤκουσας ὅστις εἰμί; ὁ ο Ἀγησίλαος ἀποβλέψας εἰς αὐτὸν εἶπεν, ἀλλʼ οὐ τύ ἐσσι Καλλιππίδας ὁ δεικηλίκτας;1 οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσιν.

然而,对于别人所赞赏的事物,他似乎根本不知道。有一次,悲剧演员卡利庇得斯在希腊人中享有盛名与威望,受众人追捧。他先是前去拜见并向阿格西劳斯致意,随后傲慢地跻身于随行散步的人群中,炫耀自己,以为国王会率先示好;最后他说道:“国王啊,难道您认不出我,也没听说过我是谁吗?”阿格西劳斯打量了他一眼,说道:“你莫非不是那个滑稽戏子卡利庇达斯吗?”斯巴达人便是如此称呼模仿杂耍艺人的。

§2.58

τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος παρῃτήσατο φήσας αὐτᾶς ἄκουκα πολλάκις.2

当有人请他去听一个人模仿夜莺的声音时,他谢绝道:“我已经多次听过夜莺本身的声音了。”

§2.59

Μενεκράτους δὲ τοῦ ἰατροῦ, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ, καὶ δὴ πρὸς τὸν Ἀγησίλαον ἐπιστεῖλαι τολμήσαντος οὕτω, Μενεκράτης Ζεὺς Ἀγησιλάῳ βασιλεῖ χαίρειν, οὐκ ἀναγνοὺς τὰ λοιπὰ ἀντέγραψε, βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.3

医生梅内克拉特斯因在几例绝症的救治上获得成功而被冠以“宙斯”之名,他极其招摇地使用这一头衔,甚至胆敢如此给阿格西劳斯致信:“梅内克拉特斯·宙斯致阿格西劳斯王,问好。”阿格西劳斯没有读余下的内容,回信道:“阿格西劳斯王致梅内克拉特斯,祝身体健康。”

§2.60

ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπολιόρκουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, εἰρήνην ἐποιήσαντο Λακεδαιμόνιοι πρὸς βασιλέα· καὶ πέμπουσι πολίτην Ἀνταλκίδαν πρὸς Τιρίβαζον, τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν δὴ ἥκιστα συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν· ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν, ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον.

当科农与法尔纳巴佐斯凭借大王的海军掌握了制海权并袭扰拉科尼亚沿岸,且雅典城在法尔纳巴佐斯出资下修筑了城墙时,斯巴达人与波斯大王缔结了和平;他们派遣公民安塔尔基达斯前往提里巴佐斯处,将阿格西劳斯曾为其作战的亚细亚希腊人出卖给大王。由此,阿格西劳斯对这一恶名可以说是沾染最少的;因为安塔尔基达斯是他的政敌,竭尽全力促成和平,认为战争使阿格西劳斯声势日盛,成为最显赫、最强大的人。

§2.61

οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα μηδίζειν τοὺς Λακεδαιμονίους ἀπεκρίθη μᾶλλον τοὺς Μήδους λακωνίζειν.

不仅如此,面对有人指责斯巴达人倒向波斯,他反驳道,不如说是波斯人在斯巴达化。

§2.62

ἐρωτηθεὶς δέ ποτε ὁποτέρα βελτίων τῶν ἀρετῶν, ἀνδρεία ἢ δικαιοσύνη, οὐδὲν ὄφελος ἀνδρείας ἔφασκεν εἶναι μὴ παρούσης δικαιοσύνης· εἰ δὲ δίκαιοι πάντες γένοιντο, μηδένʼ ἀνδρείας δεηθήσεσθαι.

曾经有人问他勇敢与正义这两种美德哪一种更好,他宣称,若无正义存在,勇敢毫无用处;若人人皆具正义,便无人需要勇敢。

§2.63

εἰθισμένων δὲ τῶν τὴν Ἀσίαν κατοικούντων τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, τί δαὶ ἐκεῖνος ἐμοῦ μείζων, ἔφη, εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος; ν ἔλεγε δὲ τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακούς, δούλους δὲ ἀγαθοὺς εἶναι.

居住在亚细亚的人习惯称呼波斯国王为“大王”,他便说道:“如果他不比我更公正、更节制,凭什么比我更为伟大呢?”他还说,亚细亚的居民作为自由人是拙劣的,作为奴隶却是驯良的。

§2.65

ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα εὐδοκιμοίη παρʼ ἀνθρώποις, εἰ λέγοι, εἶπε, τὰ ἄριστα, πράττοι δὲ τὰ κάλλιστα.

当被问及一个人怎样才能在人群中最受赞誉时,他说道:“如果他说最善之事,行最美之举。”

§2.66

τὸν δὲ στρατηγὸν δεῖν ἔφασκε πρὸς μὲν τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν ἔχειν.

他常说,身为将领,对敌人应当勇猛果决,对下属应当心怀善意。

§2.67

ἐπιζητοῦντος δέ τινος τίνα δεῖ μανθάνειν τοὺς παῖδας, ταῦτʼ, εἶπεν, οἷς καὶ ἄνδρες γενόμενοι χρήσονται.

有人探问孩童理应学习何物时,他说道:“学习他们长大成人后也用得着的东西。”

§2.68

δικάζοντος δέ τινα δίκην αὐτοῦ, καὶ τοῦ μὲν κατηγόρου εὖ εἰρηκότος τοῦ δὲ ἀπολογουμένου φαύλως, λέγοντος δὲ πρὸς ἕκαστα, Ἀγησίλαε, δεῖ τὸν βασιλέα τοῖς νόμοις βοηθεῖν, καὶ τὴν οἰκίαν, ἔφη, εἴ τίς σοι διέσκαπτε καὶ τὸ ἱμάτιον εἰ ἀφῃρεῖτο, προσεδέχου ἂν τὸν οἰκοδόμον ἢ τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι;4 ν ἐπιστολῆς δὲ αὐτῷ παρὰ τοῦ Περσῶν βασιλέως κομισθείσης, τῆς εἰρήνης γενομένης, ἣν ὁ μετὰ Καλλίου τοῦ Λακεδαιμονίου Πέρσης ἤνεγκε περὶ ξενίας καὶ φιλίας, οὐκ ἔλαβεν εἰπὼν ἀπαγγεῖλαι βασιλεῖ ὡς ἰδίᾳ μὲν πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος αὐτῷ κατὰ κράτος ἔσοιτο· ἐάν μέντοι ἐπιβουλεύων ἁλίσκηται, μηδʼ ἂν πάνυ πολλὰς δέχωμαι ἐπιστολάς, πιστευέτω φίλον με ἕξειν.

有一次他审理一起诉讼,原告陈词精当而被告辩解拙劣,被告便处处重复道:“阿格西劳斯,君王应当维护法律。”他于是说道:“如果有人正拆毁你的房屋、夺走你的斗篷,难道你会指望建筑匠人或织布匠人赶来解救你吗?”和平缔结之后,波斯大王派人给他送来一封书信,由一名跟随斯巴达人卡利亚斯的波斯使者送达以求客友之谊与友好,但他并未接受,而是命人转告大王:私下里绝无向他致信的必要,但如果大王显出是斯巴达的朋友且善待希腊,他自己也必竭尽全力成为大王的朋友;“然而,如果他被发现暗藏图谋,即便我收下再多的信件,也休想指望能拥有我这个朋友。”

§2.70

Φιλοτεκνότατος δʼ ὢν διαφερόντως, λέγεται ὅτι μικροῖς τοῖς παιδίοις5 κάλαμον περιβεβηκὼς ὥσπερ ἵππον οἴκοι συνέπαιζεν ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράζειν, πρὶν ἂν καὶ αὐτὸς πατὴρ παίδων γένηται.

他极其疼爱自己的孩子,据说曾为了年幼的孩子们而在家中像骑马一样跨着一根芦苇秆与他们一同玩耍;被一位朋友撞见后,他恳求那人切勿外传,直到那位朋友自己也为人父为止。

§2.71

συνεχῶς δὲ αὐτοῦ τοῖς Θηβαίοις πολεμοῦντος καὶ τρωθέντος ἐν τῇ μάχῃ, φασὶ τὸν Ἀνταλκίδαν εἰπεῖν, καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας. τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε φασὶ γενέσθαι ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπʼ αὐτούς. διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς ἐν ταῖς καλουμέναις Ῥήτραις ἀπεῖπε πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν, ὅπως πολεμεῖν μὴ μανθάνωσιν.

由于他不断向底比斯人开战且在战斗中负伤,据说安塔尔基达斯曾对他说道:“您从底比斯人那里得到了丰厚的学费呢——您教会了那些既不愿也不懂打仗的人如何作战。”事实上,据说底比斯人正是由于斯巴达人对他们的频繁远征,才变得前所未有地勇悍善战。因此,古代的吕库古在所谓的《勒特拉》中曾明令禁止屡次向同一个敌人出征,以免使敌人学会作战。

语法注5 条
  1. 57ἀλλʼ οὐ τύ ἐσσι Καλλιππίδας ὁ δεικηλίκτας;

    多利斯/拉栖代梦方言形式:τύ 相当于阿提卡方言的第二人称单数主格代词 σύ;ἐσσι 相当于阿提卡方言 εἰμί 的第二人称单数现在时 εἶ;Καλλιππίδας 保留了长 α,对应阿提卡方言的 -ης;δεικηλίκτας 是斯巴达特有词汇,指滑稽戏模仿艺人。

  2. 58αὐτᾶς ἄκουκα πολλάκις

    拉栖代梦/多利斯方言形式:αὐτᾶς 代替阿提卡方言的 αὐτῆς(指代夜莺,作听觉动词 ἄκουκα 的属格宾语);ἄκουκα 则是 ἀκούω 的多利斯方言第一人称单数完成时主动语态,相当于阿提卡方言的 ἀκήκοα。

  3. 213aβασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν

    书信问候语的巧妙双关。梅内克拉特斯使用了常规的书信问候不定式 χαίρειν(“欢喜/问好”),而阿格西劳斯则回以不定式 ὑγιαίνειν(“康健/神志清醒”),既切合其医者身份,又一语双关地讽刺其妄自尊大自封为宙斯的疯狂。

  4. 213dπροσεδέχου ἂν τὸν οἰκοδόμον ἢ τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι;

    非真实条件句(与现在事实相反,或与过去延续状态事实相反)的归结从句:ἄν 与未完成过去时直陈式(προσεδέχου)连用,与前面条件从句中同样使用未完成过去时的 εἴ τίς σοι διέσκαπτε 以及 εἰ ἀφῃρεῖτο 相呼应。ἐπικουρήσειν 为将来时不定式,作表示期许的动词 προσδέχομαι 的宾语。

  5. 213eμικροῖς τοῖς παιδίοις

    形容词 μικροῖς 位于冠词 τοῖς 之前(谓语位置),起时间或情态的谓语性修饰作用,意为“在孩子们尚幼小时”。与格由动词 συνέπαιζεν 支配,表示同伴或利害关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:2.57-2.71