- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:2.72-2.79
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述阿格西劳斯按行业点名起立以驳斥盟军关于出兵人数的抱怨、在留克特拉战败后巧妙令法律次日生效、抵御伊帕密浓达、在埃及远征中施展谋略大获全胜,以及临终前拒绝为自己立像。
ἐπεὶ δὲ ἤκουσέ ποτε δυσχερᾶναι τοὺς συμμάχους διὰ τὰς συνεχεῖς στρατείας, ὀλίγοις οὖσι τοῖς Λακεδαιμονίοις πολλοὺς ἀκολουθοῦντας, ἐλέγξαι βουλόμενος αὐτῶν τὸ πλῆθος ἐκέλευσεν ἅπαντας τοὺς συμμάχους καθίσαι μετʼ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφʼ ἑαυτῶν· εἶτα ἐκήρυττε τοὺς κεραμεῖς ἀνίστασθαι πρώτους, ὡς δὲ ἀνέστησαν οὗτοι, δευτέρους ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους, καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν1 ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι ἢ μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος, ὁρᾶτε, εἶπεν, ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς; ν ἐν δὲ τῇ περὶ Λεῦκτρα μάχῃ, πολλῶν Λακεδαιμονίων φυγόντων καὶ τούτων ταῖς ἐκ τοῦ νόμου ἀτιμίαις ὑπευθύνων ὄντων, οἱ ἔφοροι ἔρημον ἀνδρῶν τὴν πόλιν ὁρῶντες δεομένην στρατιωτῶν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι καὶ τοὺς νόμους τηρεῖν. αἱροῦνται οὖν νομοθέτην τὸν Ἀγησίλαον ὁ δὲ προελθὼν εἰς τὸ δημόσιον, νομοθέτης μὲν οὐκ ἂν γενοίμην ἑτέρων νόμων, εἶπε, τοῖς γὰρ οὖσιν οὔτʼ ἂν προσθείην τι οὔτʼ ἂν ἀφέλοιμι οὔτε μεταποιήσαιμι τοὺς δὲ ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον.2
有一次,当他听说同盟军因屡屡出征而心生不满,抱怨斯巴达人明明人数稀少,他们却要大批追随从征,他便想驳斥其关于人数的说法,下令所有同盟军混杂坐在一处,而斯巴达人则单独就座。接着,他传令陶匠首先起立;当这些人起立后,他第二批传令铁匠,随后依次是木匠、泥瓦匠,以及其他各个手工艺人。结果,几乎所有的同盟军都站了起来,而斯巴达人中却无一人起立,因为他们被明令禁止从事或学习任何手工业手艺。于是阿格西劳斯笑着说道:“各位看清楚了吗,我们所派出的士兵,究竟比你们多了多少?”在留克特拉战役中,许多斯巴达人溃逃,依法当受褫夺公民权的惩处,监察官们见城中缺乏男丁而急需战士,既想免除处罚又想维系法律。于是他们推选阿格西劳斯为立法官。阿格西劳斯来到公众面前说道:“我不会成为订立其他法律的立法官,因为对于现存的法律,我既不增添,也不删减,亦不改动;然而让我们现有的法律自明日起生效,方为妥当。”
τὸν δʼ Ἐπαμεινώνδαν ἐπελθόντα μετὰ τοσούτου ῥεύματος καὶ κλύδωνος, τῶν Θηβαίων καὶ συμμάχων μεγαλαυχουμένων ἐπὶ τῇ νίκῃ, ὅμως εἶρξε τῆς πόλεως καὶ ἀναστρέψαι ἐποίησεν, ὀλίγων ὄντων τῶν ἐν τῇ πόλει.
当伊帕密浓达带着这般洪流波涛之势进逼,底比斯人及其盟军皆因胜利而狂妄自傲之际,城内守军虽少,他却依然将他挡在城外并迫其退兵。
ἐν δὲ τῇ περὶ Μαντίνειαν μάχῃ παρεκελεύσατο τοῖς Λακεδαιμονίοις τοὺς ἄλλους ἐάσαντας πάντας Ἐπαμεινώνδᾳ μάχεσθαι, μόνους λέγων τοὺς ἔμφρονας ἀνδρείους εἶναι καὶ μόνους νίκης αἰτίους ὑπάρχειν εἰ οὖν τοῦτον ἀνέλοιεν, ῥᾷστα τοὺς ἄλλους ὑποχειρίους ποιήσειν ἄφρονας γὰρ εἶναι καὶ οὐδενὸς ἀξίους. ὃ καὶ συνέβη τῆς γὰρ νίκης σὺν Ἐπαμεινώνδᾳ οὔσης καὶ φυγῆς γενομένης, ἐπιστραφέντα αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους τῶν Λακεδαιμονίων τις καιρίως ἐπάταξε,3 καὶ πεσόντος ἀναστρέψαντες ἀπὸ τῆς φυγῆς οἱ σὺν Ἀγησιλάῳ ἐφάμιλλον τὴν νίκην ἐποίησαν, παρὰ πολὺ μὲν τῶν Θηβαίων χειρόνων, παρὰ πολὺ δὲ τῶν Λακεδαιμονίων ἀμεινόνων φανέντων.
在曼提尼亚战役中,他激励斯巴达人撇下其他人,专与伊帕密浓达交战,宣称唯有深具谋略之人方为英勇,也唯有他们才是招致胜利的关键;因此,若能除掉此人,便能极轻易地制服其余众人,因为那些人愚昧且毫无价值。事实果然如此;当胜利原本属于伊帕密浓达而出现溃逃之际,趁他转过身召集己方士兵时,一名斯巴达人士兵击中了他的要害;当他倒下后,阿格西劳斯麾下之人从溃逃中反扑,使胜负难分,底比斯人明显落于极大劣势,而斯巴达人则表现出极大优势。
χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλεμον καὶ ξενοτροφούσης, ἐπορεύθη ὁ Ἀγησίλαος εἰς Αἴγυπτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ μισθῷ διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν ἦλθε τοῖς ἐγχωρίοις· προσεδόκων γὰρ τὸν Σπάρτης βασιλέα καθάπερ τὸν Περσῶν κεκοσμημένον ὄψεσθαι διαπρεπῶς τὸ σῶμα, φαύλην ἔχοντες περὶ βασιλέων δόξαν. ἔδειξε γοῦν αὐτοῖς μεταξύ, ὡς τὸ μεγαλεῖον καὶ ἀξιόλογον νοήσει καὶ ἀνδρείᾳ κτᾶσθαι προσήκει.
当时斯巴达因战事需要资金,并在蓄养雇佣军,阿格西劳斯受到埃及国王出酬金征召,遂前往埃及。然而,因其服饰简朴,他遭到了当地人的轻视;因为当地人对君王持有庸俗的看法,本以为会见到像波斯王那样盛装华饰的斯巴达王。然而随后他便向他们证明,伟大与尊崇应当凭藉智谋与英勇来赢得。
ἐπεὶ δὲ τοὺς παρʼ αὐτῷ παραστήσεσθαι μέλλοντας ἑώρα δεδιότας τὸν ἐπιόντα κίνδυνον διὰ τὸ τῶν πολεμίων πλῆθος εἴκοσι γὰρ ἦσαν μυριάδες καὶ τὴν τῶν περὶ αὑτὸν ὀλιγότητα, πρὸ τῆς παρα τάξεως ἔγνω προμηθήσεσθαι ἀσυνειδήτως τοῖς ἄλλοις· καὶ ἐπὶ τὴν ἀριστερὰν ὑπεστραμμένην τῇ χειρὶ νίκην προσέγραψε. καὶ λαβὼν παρὰ τοῦ μάντεως τὸ ἧπαρ ἐπέθηκε μὲν ἐπὶ τὴν ὑπογεγραμμένην χεῖρα· κρατῶν δὲ ἐφʼ ἱκανὸν χρόνον ὑπέφαινε δισταγμὸν καὶ προσποίησιν εἶχεν ἀποροῦντος, μέχρι τῷ ἥπατι συναναληφθέντες ἐτυπώθησαν οἱ τῶν γραμμάτων χαρακτῆρες. καὶ τότε τοῖς συναγωνίζεσθαι μέλλουσιν ἐπεδείκνυε, φάμενος τοὺς θεοὺς διὰ τῶν γεγραμμένων ἐκφῆναι νίκην. ἀσφαλὲς οὖν τεκμήριον δόξαντες ἔχειν τοῦ κρατῆσαι ἐθάρρησαν πρὸς τὴν μάχην.
当他看到即将与他并肩列阵的人因敌军兵力庞大——多达二十万人——而己方兵力微薄,正对迫在眉睫的危险心生畏惧时,他决定在列阵迎敌之前,背着众人做一番预防手段。他在自己朝内翻转的左手上写下“胜利”二字。在从占卜者手中接过祭牲的肝脏后,他将其放置在写有字迹的手上;他托着肝脏良久,假意显出迟疑,装出为难之态,直至那些文字的印记被拓印并印刻在肝脏之上。此时,他才将肝脏展示给即将参战的将士,声称诸神借由此书写的字迹显明了胜利。于是,将士们自以为掌握了得胜的可靠征兆,奋勇迎战。
περιταφρευόντων δὲ τῶν πολεμίων τὸ στρατόπεδον αὐτοῦ διὰ τὸ πλῆθος, καὶ Νεκτανάβιος, ᾧ συνεμάχει, ἀξιοῦντος ἐπεξιέναι καὶ διαμάχεσθαι, οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος τροπὴν ἐποιήσατο καὶ πολὺν φόνον τῶν πολεμίων ὀλίγοις τοῖς περὶ αὑτὸν στρατιώταις καὶ χρήματα πολλὰ τῇ πόλει διεπέμψατο.
由于敌军人多势众,正围绕着他的营地挖掘壕沟,而与他结盟的涅克塔纳比斯要求出营决战时,他却表示自己绝不会去阻拦敌人意图将彼此拉平到均等状态的举动。在壕沟尚差一点便要闭合之际,他趁此缺口列阵迎敌,以均等兵力与同等之敌交锋,用手下不多的士兵彻底击溃敌人,杀敌无数,并为母邦送去了大量金钱。
κατὰ δὲ τὸν Αἰγύπτου ἀπόπλουν ἀποθνῄσκων ἐνετείλατο τοῖς περὶ αὑτὸν μήτε πλαστὰν μήτε γραπτὰν μήτε μιμηλὰν τοῦ σώματος εἰκόνα ποιήσασθαι, εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἔσται· εἰ δὲ μή, οὐδʼ οἱ πάντες ἀνδριάντες,4 βαναύσων καὶ οὐδενὸς ἀξίων ἔργα ὄντες.
在从埃及航行回国的途中临终之际,他吩咐身边的人切莫为他的躯体制作任何雕塑的、绘画的或摹仿的肖像:“因为我若立下过任何善功美举,这便将成为我的纪念碑;倘若不然,世间所有的雕像也都算不得数,因为那些不过是市井匠人及毫无价值之人的劳作。”
- 214aὀλίγου δεῖν
不定式的绝对或副词性惯用表达,意为“几乎”、“差一点”,用以修饰动词 ἀνέστησαν。其中属格 ὀλίγου 表分离或差距(字面义为“差之甚少”)。
- 214cτοὺς δὲ ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον
主句谓语 καλῶς ἔχον ἐστίν 为由中性分词与系动词构成的无人称迂回句式(相当于 καλῶς ἔχει,“……是妥当的”),引导宾格不定式短语 τοὺς ... νόμους κυρίους εἶναι 作为真主语;其中 τοὺς ὄντας ἡμῖν νόμους 为不定式的逻辑主语,κυρίους 为表语形容词。
- 214dἐπιστραφέντα αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους τῶν Λακεδαιμονίων τις καιρίως ἐπάταξε
紧接在属格绝对句之后的主句句式。句子主语为后置的 τῶν Λακεδαιμονίων τις,主动词为 ἐπάταξε,而前置的宾格分词短语 ἐπιστραφέντα αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους 整体充当主动词 ἐπάταξε 的直接宾语。
- 215aεἰ δὲ μή, οὐδʼ οἱ πάντες ἀνδριάντες
与前述条件句形成对照,εἰ δὲ μή 为惯用的条件省略式(“若不然”)。在结句中,主语 οὐδʼ οἱ πάντες ἀνδριάντες 之后省略了前一分句对应的述谓及补语成分 μνημεῖόν μου ἔσονται(“将成为我的纪念碑”)。
