- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:2.44-2.56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿格西劳斯在色萨利与维奥蒂亚连获胜仗,返乡后仍坚守俭朴生活;他揭露战车比赛虚有其表,崇尚统治与受统治的操练,并巧妙化解了吕山德的派系及政敌的反抗。
τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων, ἐπόρθει τὴν χώραν εἰς δὲ Λάρισαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας· συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισαν· ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θετταλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον1 ὑποσπόνδους αὐτοὺς ἀπέλαβεν.
由于色萨利人与敌人结盟,他蹂躏了他们的土地;但向拉里萨派去了克塞诺克勒斯和斯库特斯以谋求友好。当这二人被逮捕并看押起来时,其余的人义愤填膺,认为阿格西劳斯理应扎营合围并围攻拉里萨。但他表示,自己决不愿以牺牲这两人中的任何一人为代价去换取整个色萨利,遂依约休战领回了他们。
πυθόμενος δὲ μάχην γεγονέναι περὶ Κόρινθον, καὶ Σπαρτιατῶν μὲν παντάπασιν ὀλίγους τεθνάναι, Κορινθίων δὲ καὶ Ἀθηναίων καὶ τῶν ἄλλων συμμάχων αὐτοῖς παμπόλλους, οὐκ ὤφθη περιχαρὴς οὐδʼ ἐπηρμένος τῇ νίκῃ, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας, φεῦ τᾶς Ἑλλάδος, ἔφη, ἃ τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τὼς βαρβάρως νικᾶν ἅπαντας.
当得知在科林斯附近发生了一场战斗,斯巴达人战死者极少,而科林斯人、雅典人及其他盟友战死者极多时,他并未显出欣喜若狂之色,也未因胜利而趾高气扬,反而极其沉重地叹息道: “哀哉希腊!竟然亲手毁灭了如此之多足以战胜一切蛮族的人!”
Φαρσαλίων δὲ προσκειμένων καὶ κακουργούντων αὐτοῦ τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσι τρεψάμενος αὐτοὺς τρόπαιον ἔστησεν ὑπὸ τῷ Ναρθακίῳ· καὶ τὴν νίκην ἐκείνην πάντων ὑπερηγάπησεν, ὅτι συστησάμενος τὸ ἱππικὸν αὐτὸς διʼ ἑαυτοῦ, τούτῳ μόνῳ τοὺς μέγιστον ἐφʼ ἱππικῇ φρονοῦντας ἐκράτησεν.
当法尔萨洛斯人尾随侵扰他的军队时,他以五百骑兵将其击溃,并在纳尔塔基昂山下树立了战功碑;他珍视那场胜利胜过一切,因为是他完全凭一己之力组建了那支骑兵,并单单依靠它就战胜了在骑术上最为自负的敌人。
Διφρίδα δὲ οἴκοθεν ἀπαγγείλαντος αὐτῷ εὐθὺς ἐκ παρόδου ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν, καίτοι ἐκ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐκ ἀπειθήσας τοῖς ἄρχουσι, μεταπεμψάμενος δύο μόρας τῶν περὶ Κόρινθον στρατευομένων ἐπέβη τῆς Βοιωτίας. καὶ συμβαλὼν ἐν Κορωνείᾳ Θηβαίοις Ἀθηναίοις Ἀργείοις Κορινθίοις Λοκροῖς ἀμφοτέροις ἐνίκησε, καίτοι ὑπὸ πολλῶν τραυμάτων κακῶς τὸ σῶμα διακείμενος, τὴν μεγίστην μάχην, ὥς φησι Ξενοφῶν, τῶν καθʼ ἑαυτὸν γενομένων.2
当迪弗里达斯从国内带来命令,命他立即在进军途中攻入维奥蒂亚时——尽管他原打算日后在做了更充分准备之后再行此事——但他没有违抗长官们,而是征调了在科林斯一带作战的两个联队,踏入了维奥蒂亚。在科罗尼亚与底比斯人、雅典人、阿尔戈斯人、科林斯人以及两部洛克里斯人交战,他赢得了胜利——尽管他因身负重伤而身体状况极差——正如克塞诺芬所言,这是他那个时代所发生的最重大的战役。
οὐδὲν δὲ τῶν περὶ τὸν βίον καὶ τὴν δίαιταν διὰ τὰς τοσαύτας εὐτυχίας καὶ νίκας ἤλλαξεν οἴκαδʼ ἐπανελθών.
返回家乡后,尽管取得了如此重大的成就与胜利,他在生活方式和日常起居方面却毫无改变。
ὁρῶν δʼ ἐνίους τῶν πολιτῶν ἀπὸ ἱπποτροφίας δοκοῦντας εἶναί τινας καὶ μεγαλοφρονοῦντας ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς πλούτου δὲ καὶ δαπάνης τὰ τοιαῦτα.3
当看到城中某些公民因饲养良马而自命不凡、心怀傲慢时,他劝说其妹库尼丝卡派遣战车赴奥林匹亚参赛,意在向希腊人表明,这类事情并非出于任何美德,而纯粹是财富与开销的产物。
Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθʼ ἑαυτοῦ σπουδαζόμενον ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, ὡς τὸ κάλλιστον τῶν μαθημάτων παιδευθησομένους, ἄρχειν τε καὶ ἄρχεσθαι.
由于贤人克塞诺芬随侍在他身边并深得他的器重,他便劝克塞诺芬把儿子们接来在拉栖代梦抚养,因为他们将学得最美好的学问:即统治与受统治。
ἄλλοτε δʼ ἐρωτώμενος διὰ τί μάλιστα παρὰ τοὺς ἄλλους εὐδαιμονοῦσιν οἱ Σπαρτιᾶται, διότι, εἶπε, παρὰ τοὺς ἄλλους ἀσκοῦσιν ἄρχειν τε καὶ ἄρχεσθαι.
另一次被问及为何斯巴达人比其他所有人更为幸福时,他说道: “因为他们比其他人更为勤勉地操练统治与受统治。”
Λυσάνδρου δὲ τελευτήσαντος, εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης. καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος , ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν· ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον διελθὼν καὶ φοβηθεὶς τὴν δεινότητα συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη καὶ ἡσύχασεν.
在吕山德去世后,当发现吕山德在从亚细亚返回后立即组织起来反对阿格西劳斯的庞大党派依然存在时,他决意揭露吕山德生前是怎样的一名公民。在读到留在书卷中的一篇演说稿——由哈利卡纳苏斯的克勒昂撰写,吕山德原打算记诵并在民众大会上面对民众发表,以倡导变革与更迭政体——之后,阿格西劳斯意欲将其公之于众。然而,元老中的一人在通读该演说并畏惧其辞令之犀利后,劝告他不要将吕山德掘尸挖出,而宁可将这篇演说与他一同深埋,他便听从了劝告,未予宣扬。
τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἐτάραττε· διαπραττόμενος δὲ πέμπεσθαί τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν ἐπεδείκνυε γενομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας· εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος οἰκείους ἐποιεῖτο καὶ μεθίστη πρὸς ἑαυτόν, ὥστε οὐδένα ἀντίπαλον εἶναι.
对于反对他的人,他并不公然予以骚扰;但他总是设法让他们当中的某些人被派去担任将领和官员,从而揭露他们一旦大权在握便显露出的邪恶与贪婪;随后,当这些人受到审判时,他又转而向其施援并代为辩护,将他们化为亲信并争取到自己一边,以致再无任何敌手。
ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπʼ Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίου· ἀλλʼ οἱ ἐμοὶ ξένοι, εἶπε, τὰ δίκαια διʼ ἑαυτῶν, κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν.
有人恳求他给在亚细亚的客友写信,以便获得公正对待。 他说道: “但我的客友们,即便我不写信,自己也会秉公行事。”
ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον, καὶ ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται· νὴ Δία, ἔφη. καλὸν οὐχ ὡς ἀνδράσι δὲ ἀλλʼ ὡς γυναιξὶν ἐνοικεῖν.
有人向他展示城中坚固且修筑得极为厚实的城墙,并询问在他看来是否美观。 “凭宙斯起誓,”他说道: “美观倒是美观,但那是供妇人而非男子居住的。”
Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου, μειράκιον, ἔφη, οἱ λόγοι σου πολλῆς δυνάμεως δέονται.
当某个麦加拉人在他面前夸耀自己的城邦时,“年轻人,”他说道: “你的话需要巨大的实力作为后盾。”
- 211eοὐκ ἂν ἐθελῆσαι Θετταλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον
间接引语中的 ἄν 搭配不定式(οὐκ ἂν ἐθελῆσαι)充当条件句的主句(归结分句),而分词 ἀπολέσας 则起条件从句的作用(相当于希求语气 εἰ ἀπολέσαιμι,“如果失去了……”)。此处并非表示单纯的时间先后,而是表达假设性的决断:若要以牺牲两人中的任何一人为代价,他决不愿换取整个色萨利。
- 212aτὴν μεγίστην μάχην, ὥς φησι Ξενοφῶν, τῶν καθʼ ἑαυτὸν γενομένων
τὴν μεγίστην μάχην 作动词 ἐνίκησε 的同源宾格(或内在宾格),修饰所赢下之胜利的规模与性质。属格 τῶν καθʼ ἑαυτὸν γενομένων 则是依附于最高级 μεγίστην 的部分属格,意为“在与他同时代所发生的战役中”。
- 212bὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς πλούτου δὲ καὶ δαπάνης τὰ τοιαῦτα
οὐδεμιᾶς ἀρετῆς 与 πλούτου δὲ καὶ δαπάνης 与系动词 ἐστιν 连用,作表性质或所属的谓语属格,主语是 τὰ τοιαῦτα(“诸如此类之事”)。该句构表明“此类事情不属于(并非体现)任何美德,而是财富与开销的产物”。
