← 普鲁塔克

斯巴达人名言集

§2.26-2.43

阿格西劳斯拒绝立像与奉召归国

阿格西劳斯通过诸多言行体现出拒绝个人偶像崇拜、崇尚节制并服从法律的品格;在本邦战事爆发后,他遵从监察官召令撤离亚细亚,并果断穿行色雷斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.26

τῶν δὲ ἐπὶ τῆς Ἀσίας Ἑλληνικῶν ἐθνῶν ψηφισαμένων ἐν ταῖς ἐπιφανεστάταις πόλεσιν εἰκόνας ἀνιστᾶν αὐτοῦ, προέγραψεν, ἐμοῦ μηδεμία εἰκὼν ἔστω μηδὲ γραπτὴ μηδὲ πλαστὴ μηδὲ κατασκευαστή.

当亚细亚的希腊各部族决议在最显赫的城邦中为他树立雕像时,他事先传令道:“不要为我树立任何雕像,无论画绘的、雕塑的,还是铸造的。”

§2.27

θεασάμενος δὲ ἐπὶ τῆς Ἀσίας οἰκίαν τετραγώνοις ὠροφωμένην δοκοῖς ἠρώτησε τὸν κεκτημένον εἰ τετράγωνα παρʼ αὐτοῖς φύεται ξύλα· φαμένου δὲ οὔ, ἀλλὰ στρογγύλα, τί οὖν; εἶπεν, εἰ τετράγωνα ἦν, στρογγύλʼ ἂν ἐτελεῖτε;1

在亚细亚看到一座用方形横梁做屋顶的房舍时,他问屋主他们那里的树木是否长成方形的;当对方说不是,而是圆的时,他说道:“那么又如何?若是长成方形的,你们难道会把它做成圆的吗?”

§2.28

ἐρωτηθεὶς δέ ποτε ἄχρι τίνος εἰσὶν οἱ τῆς Λακωνικῆς ὅροι, τὸ δόρυ κραδάνας εἶπεν ἄχρις οὗ τοῦτο φθάνοι.2

有一次被问及拉科尼亚的疆界延展至何处时,他挥动着长矛说道:“延展至此矛所及之处。”

§2.29

ἄλλου δὲ ἐπιζητοῦντος διὰ τί ἀτείχιστος ἡ Σπάρτη, ἐπιδείξας τοὺς πολίτας ἐξωπλισμένους ταῦτά ἐστιν, εἶπε, τὰ Λακεδαιμονίων τείχη.

另一个人探问斯巴达为何没有城墙,他指着全副武装的公民们说道:“这些便是拉栖代梦人的城墙。”

§2.30

ἄλλου δὲ τὸ αὐτὸ ἐπιζητοῦντος, οὐ λίθοις δεῖ καὶ ξύλοις τετειχίσθαι τὰς πόλεις, ἔφη, ταῖς δὲ τῶν ἐνοικούντων ἀρεταῖς.

又有人问及同样的事情,他说道:“城邦不应当用石头和木材筑墙,而应以居住者的美德为垣。”

§2.31

τοῖς δὲ φίλοις παρήγγειλε μὴ χρήμασιν, ἀνδρείᾳ δὲ καὶ ἀρετῇ σπουδάζειν πλουτεῖν.

他告诫朋友们不要热衷于在金钱上致富,而应在勇气与美德上富足。

§2.32

ὁπότε δὲ βούλοιτο ἔργον τι ταχέως ὑπὸ τῶν στρατιωτῶν γενέσθαι, αὐτὸς πρῶτος ἐφήπτετο ἐν ὄψει ἁπάντων.

每当他希望士兵们迅速完成某项事务时,他自己总是率先在众人瞩目下亲自动手。

§2.33

ἐμεγαλύνετο δὲ ἐπὶ τῷ μηδενὸς ἧττον πονεῖν, καὶ ἐπὶ τῷ ἄρχειν ἑαυτοῦ μᾶλλον ἢ ἐπὶ τῷ βασιλεύειν.

他以辛劳不亚于任何人而自豪,以统治自己胜过作为君王而自傲。

§2.34

θεωρήσας δέ τινα Λάκωνα χωλὸν ἐπὶ πόλεμον ἐξιόντα καὶ ἵππον ζητοῦντος,3 οὐκ αἰσθάνῃ, ἔφη, ὅτι οὐ φευγόντων ἀλλὰ μενόντων ὁ πόλεμος χρείαν ἔχει; ν ἐρωτώμενος δὲ πῶς μεγάλην δόξαν περιεποιήσατο, θανάτου καταφρονήσας, ἔφη.

看到一个跛脚的拉科尼亚人正走向战场并寻找马匹时,他说道:“难道你没有意识到,战争所需要的不是逃跑者,而是坚守阵地者吗?”当被问及他是如何赢得崇高声誉时,他回答道:“通过蔑视死亡。”

§2.36

ἐπιζητοῦντος δέ τινος διὰ τί Σπαρτιᾶται μετʼ αὐλῶν ἀγωνίζονται, ἔφη, ἵνʼ, ὅταν πρὸς ῥυθμὸν βαίνωσιν, οἵ τε δειλοὶ καὶ οἱ ἀνδρεῖοι φανεροὶ ὦσιν.

有人探问斯巴达人为何伴着笛声作战,他回答道:“为了当他们合着节拍行进时,懦夫与勇士都能显露无遗。”

§2.37

Μακαρίζοντος δέ τινος τὸν Περσῶν βασιλέα νέον ὄντα κομιδῇ, εἶπεν ἀλλʼ οὐδὲ Πρίαμος ταύτην ἔχων τὴν ἡλικίαν ἠτύχησε.

有人称赞波斯国王十分年轻很有福气,他说道:“但在普里阿摩斯处于那个年龄时,也并未遭逢不幸。”

§2.38

πολλὴν δὲ τῆς Ἀσίας ὑφʼ ἑαυτῷ ποιησάμενος διέγνω χωρεῖν ἐπʼ αὐτὸν βασιλέα, ὅπως παύσῃ σχολὴν αὐτὸν ἄγοντα καὶ διαφθείροντα τοὺς τῶν Ἑλλήνων δημαγωγούς.

当他把亚细亚的大部置于自己掌控之下后,他决定向国王本人进军,以便阻止他享有闲暇并腐蚀希腊人的民众领袖。

§2.39

μεταπεμφθεὶς δὲ ὑπὸ τῶν ἐφόρων ἕνεκα τῆς τοῦ περιεστηκότος τὴν Σπάρτην Ἑλληνικοῦ πολέμου αἰτίας διὰ τὰ ὑπὸ τοῦ Πέρσου διαπεμφθέντα χρήματα, εἰπὼν τὸν ἀγαθὸν ἄρχοντα δεῖν ὑπὸ τῶν νόμων ἄρχεσθαι, ἀπέπλευσε τῆς Ἀσίας πολὺν ἑαυτοῦ πόθον τοῖς ἐνταῦθα Ἕλλησι καταλιπών.

然而,由于波斯人送来的金钱而在斯巴达周围引发了希腊内部的战争,监察官们因此将他召回;他说优秀的统治者理应受法律支配,随后启航离开亚细亚,给那里的希腊人留下了对他的深切怀念。

§2.40

τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη τρισμυρίοις τοξόταις4 ὑπὸ τοῦ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων διὰ Τιμοκράτους χρυσῶν δαρεικῶν καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν δῆμοι πρὸς τοὺς Σπαρτιάτας.

由于波斯钱币上铸有弓箭手的图案,在撤营启程时他说道,自己是被国王的三万名弓箭手赶出亚细亚的;因为正是通过提摩克拉忒斯将如此数量的金达里克运送到雅典和底比斯并分发给民众领袖,才挑起了各城邦民众对斯巴达人的战争。

§2.41

καὶ ἀντέγραψε τοῖς ἐφόροις ἐπιστολὴν τήνδε, Ἀγησίλαος τοῖς ἐφόροις χαίρειν τὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα, καὶ τὼς βαρβάρως ἐλάσαμες,5 καὶ ἐν τᾷ Ἰωνίᾳ ὅπλα ἐποιήσαμες πολλά· ἐπεὶ δὲ κέλεσθέ με κατὰ τὰν προθεσμίαν παραγίνεσθαι, ἕπομαι τᾷ ἐπιστολᾷ, σχεδὸν δʼ αὐτὰν καὶ φθάσω· ἄρχω γὰρ οὐκ ἐμαυτῷ ἀρχάν, ἀλλὰ τᾷ πόλει καὶ τοῖς συμμάχοις· καὶ τότε ἄρχων ἄρχει ἀλαθέως κατὰ δίκαν, ὅταν καὶ ἄρχηται ὑπό τε νόμων καὶ ἐφόρων ἢ οἷοι ἂν ἄλλοι ἐν πόλει ἄρχοντες ὦσιν.

他给监察官们回了这样一封信:“阿格西劳斯致监察官们,顺致问候。我们征服了亚细亚的大部,驱逐了蛮族,并在爱奥尼亚制造了大量武器;但既然你们命令我按指定期限赶回,我谨遵信命,甚至几乎会赶在信函之前到达。因为我执掌统领权并非为了自己,而是为了城邦和盟友;唯有统治者也同时受法律与监察官、或城邦中其他任何统治者的支配时,他才是真正合乎正义地施行统治。”

§2.42

ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον· οἱ δὲ καλούμενοι Τραλλεῖς, οἷς καὶ Ξέρξης, ὡς λέγεται, ἔδωκε δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ γυναῖκας τοσαύτας· ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι, προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθεν.

当他渡过赫勒斯滂行经色雷斯时,他没有向蛮族提出任何请求,而是向各部派出使者,询问他们是应将这片土地作为友邦还是敌邦通过。其余的人都友好地接待并护送他;但被称为特拉勒斯人的一群部族——据说连薛西斯也曾向他们赠送礼物——向阿格西劳斯索取一百塔兰同白银和同样数量的妇女作为过境报酬。阿格西劳斯讥讽他们,说道:“那么他们为何不立刻来取呢?”他继续前进,与列阵迎战的他们交锋,将其击溃并歼灭多人,穿行而过。

§2.43

τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε· φήσαντος δʼ ἐκείνου βουλεύσεσθαι, βουλευέσθω τοίνυν, εἶπεν, ἡμεῖς δὲ πορευσόμεθα. θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν.

他也向马其顿国王派去了同样的询问;当那位国王回答说要加以商议时,他说道:“那就让他商议吧,我们继续行军。”国王对他的果敢感到惊佩并心生畏惧,遂下令让他作为朋友前行。

语法注5 条
  1. 210eεἰ τετράγωνα ἦν, στρογγύλʼ ἂν ἐτελεῖτε;

    由 εἰ 搭配未完成过去时直陈式(ἦν)以及 ἄν 搭配未完成过去时直陈式(ἐτελεῖτε)构成的与现在事实相反的虚拟条件句(反事实条件句)。通过反问“如果树木天生长成方形,你们难道会把它加工成圆的吗?”,讥讽屋主舍本逐末的人工雕琢。

  2. 210eἄχρις οὗ τοῦτο φθάνοι

    在由关系副词 ἄχρις οὗ 引导的从句中使用了祈愿语气动词 φθάνοι。在主句过去时动词(εἶπεν)之后,不带 ἄν 的祈愿语气体现了从属间接引语性质的斜格祈愿语气,或带有“直至此物所能触及之处”的潜在/可能性色彩。

  3. 210eθεωρήσας δέ τινα Λάκωνα χωλὸν ἐπὶ πόλεμον ἐξιόντα καὶ ἵππον ζητοῦντος

    分词搭配上的破格现象(破格文/anacoluthon)。虽然由连词 καί 与前面的宾格短语 τινα Λάκωνα χωλὸν ἐξιόντα 相连,但修饰同一主体的分词却转为了属格 ζητοῦντος。这可能是抄写错误(原为 ζητοῦντα),或者是受属格绝对句式的心理牵引而发生的语法倒错。

  4. 211bτρισμυρίοις τοξόταις

    表示方式/手段的与格。这是一个双关妙语:波斯金币(大流克)上印有弓箭手的图案,阿格西劳斯借此巧妙地将用于贿赂希腊煽动家们的“三万枚金币”戏称为“三万名弓箭手”。

  5. 211bτὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα, καὶ τὼς βαρβάρως ἐλάσαμες

    写给监察官的回信中鲜明地体现了斯巴达多利斯方言的特征:保留原始长 α(如 τὰν πολλὰν τᾶς Ἀσίας 相当于雅典方言的 τὴν πολλὴν τῆς Ἀσίας)、阳性复数宾格词尾作 -ως(τὼς βαρβάρως 相当于 τοὺς βαρβάρους),以及动词第一人称复数词尾作 -μες(ἐλάσαμες, ἐποιήσαμες 相当于 -μεν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:2.26-2.43