← 普鲁塔克

斯巴达人名言集

§2.14-2.25

阿格西劳斯的自制与简朴作风

阿格西劳斯击溃提萨斐尼并拒绝其贿赂,克制对美少年梅加巴忒斯的爱欲,展现了对友人的深厚情谊与果断决断。他恪守极尽简朴的生活方式以垂范公民,并断然回绝了萨索斯人馈赠的奢侈品及封神之请。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14

τρεψάμενος δὲ περὶ Λυδίαν Τισσαφέρνην καὶ πλείστους ἀνελών, κατέτρεχε τῆς βασιλέως χώρας. τούτου δὲ χρήματα αὐτῷ προσπέμψαντος καὶ ἀξιοῦντος διαλύσασθαι τὸν πόλεμον, ὁ Ἀγησίλαος τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, τοὺς δὲ στρατιώτας πλουτίζων ἥδεσθαι μᾶλλον ἢ αὐτὸς πλουτῶν1 καλὸν δὲ νομίζειν Ἕλληνας οὐ δῶρα λαμβάνειν ἀπὸ τῶν πολεμίων, ἀλλὰ λάφυρα κτᾶσθαι.

他在吕底亚一带击溃提萨斐尼并歼敌极多,随后蹂躏了波斯国王的领土。当提萨斐尼派人给他送来金钱并要求结束战争时,阿格西劳斯表示,和约的决定权属于城邦,相比于自己致富,他更乐于让士兵们富足,且他认为希腊人从敌人那里收受礼物并非美德,夺取战利品才是体面之举。

§2.15

Μεγαβάτου δὲ τοῦ Σπιθριδάτου παιδός, ὃς ἦν κάλλιστος τὴν μορφήν, προσελθόντος αὐτῷ ὡς ἀσπασομένου καὶ φιλήσοντος διὰ τὸ σφόδρα δοκεῖν ἀγαπᾶσθαι, ἐξέκλινεν ὡς δʼ ἐπαύσατο ἐκεῖνος προσιών, ἐπεζήτησεν αὐτὸν ὁ Ἀγησίλαος· τῶν δὲ φίλων φαμένων ὡς αὐτὸς εἴη αἴτιος τρέσας τὸ τοῦ καλοῦ ἐντὸς φιλήματος ἐλθεῖν,2 κἂν μὴ ἀποδειλιᾷ, ἥξειν ἐκεῖνον, χρόνον οὐκ ὀλίγον πρὸς αὑτῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας οὐδέν, ἔφη, δεῖ πείθειν ἐκεῖνον ἡμᾶς· ἐγὼ γάρ μοι δοκῶ τῶν τοιούτων βούλεσθαι ἐπάνω εἶναι, ἢ τὴν εὐανδροτάτην τῶν ἀντιτεταγμένων πόλιν κατὰ κράτος ἑλεῖν ἄμεινον γὰρ ἑαυτῷ φυλάττειν τὴν ἐλευθερίαν τοῦ ἑτέρων ἀφαιρεῖσθαι.

斯皮特里达忒斯之子梅加巴忒斯容貌极为俊美,因自以为深得喜爱,便走上前来想要向他致意并亲吻他,阿格西劳斯却避开了。当少年不再上前时,阿格西劳斯又寻找他;朋友们说,是他自己害怕进入那美少年的亲吻范围才造成了这般结果,如果他不胆怯,少年还会再来。阿格西劳斯沉思良久并默然不语,随后说道: “我们绝无必要去劝说他;因为我觉得自己宁愿战胜此类事物,也不愿强攻夺取敌方人口最兴旺的城邦。因为为自己保有自由,胜过剥夺他人的自由。”

§2.16

τὰ δὲ ἄλλα ἀκριβὴς ὢν καὶ νόμιμος, ἐν τοῖς φιλικοῖς πράγμασιν ἐνόμιζε πρόφασιν εἶναι τὸ λίαν δίκαιον πρὸς αὐτούς. φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ παραιτουμένου τινὰ τῶν φίλων πρὸς Ἱδριέα τὸν Κᾶρα, οὕτω· Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δὲ ἄφες.

虽然在其他事情上严谨且遵纪守法,但在友谊之事上,他认为对朋友过分讲求公正只是一种托词。至少,流传着一封他为一位朋友向卡里亚人伊德里欧斯求情的小信函,内容如下: “尼西亚斯若无过错,请释放他;若有过错,看在我的份上释放他;无论如何,请释放他。”

§2.17

ἐν μὲν οὖν τοῖς πλείστοις ὑπὲρ τῶν φίλων τοιοῦτος ὁ Ἀγησίλαος· ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον. ἀναζυγῆς γοῦν ποτε γενομένης θορυβωδεστέρας, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον, ἐκείνου δεομένου καὶ ἀνακαλοῦντος μετὰ δακρύων αὐτόν, ἐπιστραφεὶς εἶπεν ὡς χαλεπόν ἐστιν ἐλεεῖν ἅμα καὶ φρονεῖν.ʼ δίαιταν δὲ τὴν περὶ τὸ σῶμα οὐδὲν ἀμείνονα τῶν συνόντων εἶχε, κόρου μὲν καὶ μέθης τὸ παράπαν ἀπεχόμενος, ὕπνῳ δὲ οὐ δεσπότῃ ἀλλʼ ἀρχομένῳ ὑπὸ τῶν πράξεων χρώμενος· πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις· ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχεν.

因此,在绝大多数事情上,阿格西劳斯为了朋友都是如此;但在某些场合,他更倾向于利用时机以顾全大局。至少有一次,撤营变得相当混乱,他留下了患病的爱童,那少年泪流满面地哀求并呼唤他,阿格西劳斯转过身说道: “要同时兼顾怜悯与理智,是多么困难啊!”他在身体的起居生活上丝毫不优于身边的随从,完全戒除暴食和酗酒,对待睡眠不是将其视作主人,而是受事务支配之物;他对寒暑的适应能力极强,以至于唯独他无论什么季节都能自得其乐;在士兵们中间扎营时,他的铺位也不比任何人优越。

§2.19

διετέλει δὲ λέγων τὸν ἄρχοντα προσήκειν οὐ μαλακίᾳ καρτερίᾳ δὲ καὶ ἀνδρείᾳ δὴ τῶν ἰδιωτῶν περιεῖναι.

他经常说,统治者理应不是在软弱上,而是在坚忍和勇敢上胜过普通平民。

§2.20

πυθομένου γοῦν τινος τί περιεποίησαν οἱ Λυκούργου νόμοι τῇ Σπάρτῃ, καταφρονεῖν, ἔφη, τῶν ἡδονῶν.

至少,当有人问及吕库古的法律为斯巴达带来了什么时,他说道: “蔑视享乐。”

§2.21

πρὸς δὲ τὸν ἐπιθαυμάζοντα τὴν μετριότητα τῆς ἐσθῆτος καὶ τῆς τροφῆς αὐτοῦ τε καὶ τῶν ἄλλων Λακεδαιμονίων ἀντὶ ταύτης, ἔφη, τῆς διαίτης, ὦ ξένε, τὴν ἐλευθερίαν ἀμώμεθα.

面对一位对他本人及其他拉栖代梦人的衣着与饮食之简朴感到惊异的人,他说道: “外乡人啊,正是以这种起居为代价,我们才收获了自由。”

§2.22

ἄλλου δὲ προτρεπομένου ἀνίεσθαι καὶ λέγοντος διὰ τὸ τῆς τύχης ἄδηλον μήποτε καιρὸς τούτου γένηται, ἀλλʼ ἐγώ, εἶπεν, ἐμαυτὸν ἐθίζω μελετῶν ὥστʼ ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν.3

另一个人劝他放松一下,说世事无常,日后恐怕再无此良机,他便说道: “但我锻炼自己,使自己在任何境遇变迁中都不去追求改变。”

§2.23

καὶ πρεσβύτης δὲ γενόμενος τῇ αὐτῇ ἀγωγῇ ἐχρῆτο· πρὸς οὖν τὸν πυθόμενον δι’ ὅ τι σφοδροῦ χειμῶνος ὄντος ἀχίτων περιέρχεται εἰς τοῦτο ἡλικίας ἥκων, ἵνα, ἔφη, οἱ νέοι μιμῶνται, παράδειγμα ἔχοντες τοὺς πρεσβυτάτους καὶ ἄρχοντας.ʼ ʼ Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματά τε καὶ πώματα πολυτελῆ ἔπεμψαν· μόνα δὲ τὰ ἄλφιτα δεξάμενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κεκομικότας, ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. λιπαρούντων δὲ καὶ δεομένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι διαδοῦναι. πυθομένων δὲ τὴν αἰτίαν, ἔφη, τοὺς ἀνδραγαθίαν ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι· τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων ἀλλότρια.

即便年事已高,他仍坚持同样的修养方式。因此,有人询问他为何在严冬时节、到了如此高龄却不穿内袍到处走动,他回答道: “为了让年轻人有最年长者和统治者作为榜样而加以效仿。”当萨索斯人趁他率军穿过其境土时,送来大麦粉、鹅、蜜饯果品、蜂蜜饼以及其他各种昂贵的美食和饮品,他只收下了大麦粉,命令运送者把其余物品带回去,说这些对他们毫无用处。当他们一再恳求并务必请他收下时,他命令将这些物品分发给黑劳士们。当他们询问原因时,他说道: “操练男子汉品德的人不宜接受此类美味;因为诱惑奴隶之物与自由人格格不入。”

§2.25

πάλιν δὲ τῶν Θασίων διὰ τὸ δοκεῖν μεγάλως ὑπʼ αὐτοῦ εὐεργετῆσθαι, ναοῖς αὐτὸν καὶ ἀποθεώσεσι τιμησάντων, καὶ περὶ τούτου πρεσβείαν ἀποστειλάντων, ἀναγνοὺς τὰς τιμάς, ἃς αὐτῷ προσήνεγκαν οἱ πρέσβεις, ἠρώτησεν εἰ ἡ πατρὶς αὐτῶν ἀποθεοῦν ἀνθρώπους δύναται· φαμένων δέ, ἄγετʼ, ἔφη, ποιήσατε πρώτους ἑαυτοὺς θεοὺς· καὶ τοῦτʼ ἂν πράξητε, τότε πιστεύσω ὑμῖν ὅτι κἀμὲ δυνήσεσθε θεὸν ποιῆσαι.

又有一次,萨索斯人自以为深受他的恩惠,用神庙和封神礼仪来尊奉他,并就此事派来使团。在读完使节们呈递给他的尊号后,他询问他们的母邦是否能够把人变成神。当使节们表示可以时,他说道: “来吧,先将你们自己变成神;如果你们能做到这一点,那时我便相信你们也能把我变成神。”

语法注3 条
  1. 209dτοὺς δὲ στρατιώτας πλουτίζων ἥδεσθαι μᾶλλον ἢ αὐτὸς πλουτῶν

    分词 πλουτίζων 和 πλουτῶν 用作依附于表示情感的动词 ἥδεσθαι 的补充副词性分词(补充主语状态),意为“相比于自己致富,更乐于让士兵们富足”。

  2. 209dτρέσας τὸ τοῦ καλοῦ ἐντὸς φιλήματος ἐλθεῖν

    带有中性单数定冠词的不定式短语 τὸ ... ἐλθεῖν 作分词 τρέσας(畏缩、害怕)的直接宾语。介词短语 ἐντὸς φιλήματος 意为“进入亲吻的范围内/接触距离”。

  3. 210bὥστʼ ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν

    由 ὥστε 引导不定式表示结果或目的。介词短语 ἐν μηδεμιᾷ μεταβολῇ(在任何境遇变迁中)与宾格宾语 μεταβολήν(生活状态的改变/放松)重复了同一名词 μεταβολή,形成了修辞上的呼应与对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:2.14-2.25