← 普鲁塔克

斯巴达人名言集

§2.1-2.13

阿格西劳斯的机锋与对波斯战事谋略

本节记述了斯巴达国王阿格西劳斯的诸多机敏言行、对正义的见解,以及在对波斯战役中对付毁约敌将的谋略与军事智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

Ἀγησίλαος ὁ μέγας παρὰ πότον ποτὲ λαχὼν συμποσίαρχος, ἐρωτηθεὶς ὑπὸ τοῦ οἰνοχόου πόσον ἑκάστῳ προσφέρῃ, ἔφη, εἰ μὲν πολὺς οἶνός ἐστι παρεσκευασμένος, ὅσον ἕκαστος αἰτεῖ· εἰ δὲ ὀλίγος, ἐξ ἴσου δίδου πᾶσιν.

伟大的阿格西劳斯有一次在酒宴上抽签当上了酒会主持,掌酒侍从问他该给每个人倒多少酒,他说道:“如果准备的酒很多,就依每个人所要的;如果少,就平分给所有人。”

§2.2

κακούργου δέ τινος ἐμμόνως ὑπομείναντος βασάνους, ὡς σφόδρα πονηρός, εἶπεν, ἅνθρωπος, εἰς μοχθηρὰ καὶ αἰσχρὰ πράγματα τὴν ὑπομονὴν καὶ καρτερίαν κατατιθέμενος.

有个恶徒顽强地忍受了拷打,他说道:“多么深重邪恶的人啊,竟把忍耐和坚毅倾注在卑鄙可耻的事情上。”

§2.3

ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, οὐδὲ σκυτοτόμον, ἔφησεν, εἶναι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησιν.

有人赞扬一位演说家能够把小事讲得轰轰烈烈,他说道:“把大鞋套在小脚上的鞋匠,也谈不上高明。”

§2.4

φαμένου δὲ τινός ποτε πρὸς αὐτόν, ὡμολόγηκας, καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, ναὶ δῆτα, εἴ γʼ ἐστὶ δίκαιον, ἔφη, εἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα δὲ οὔ.1 ἐπειπόντος δέ, ἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν ʼ ὅ τι κεν κεφαλῇ κατανεύσωσιν,ʼ οὐ μᾶλλον, ἔφη, ἢ τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένους τε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος τοῖς βασιλεῦσιν.

有一次,有人对他说:“你答应过了”,并一再重复同一句话,他便说道:“确实如此,如果那是正当的;但如果不正当,我只是说过,却并未答应。” 那人接着说:“可是国王确实应当履行‘凡是以头颔首允诺之事’”,他回答道:“并不比接近国王的人应当审时度势、顾及合乎国王体统之事,提出正当的要求并讲正当的话更应当如此。”

§2.5

ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούντων τινῶν ἀκούοι, οὐχ ἧττον ᾤετο δεῖν καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους ἢ περὶ ὧν λέγοιεν.

每当他听到有人谴责或赞扬时,他认为去了解说话者的品性,不亚于去弄清他们所谈论的事物。

§2.6

ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον ὁ δὲ ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν εὖγε· δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλʼ οἱ ἄνδρες τοὺς τόπους ἐπιδεικνύουσιν.

当他还是个少年时,在举行裸体节体操祭时,合唱队长把他安排在一个不起眼的位置;尽管他当时已被指定为国王,但他顺从了,并且说道:“好极了;因为我将证明,不是位置使人显赫,而是人使位置显赫。”

§2.7

προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέραν θεραπείαν καὶ οὐχ ἁπλῆν, νὴ τὼ θεώ, φησίν, οὐ πάντως μοι πρόκειται ζῆν οὐδὲ πάντα ἀναδέχομαι.

有一位医生给他开了一种过于繁琐而不简单的疗法,他说道:“指着双神起誓,活着绝非我的唯一目标,我也不会接受一切手段。”

§2.8

ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε, προσειπών, νὴ τοὺς θεοὺς ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ.

有一次他站在铜屋雅典娜的祭坛旁献祭公牛,一只虱子咬了他,他毫不慌乱,当着所有人的面把它抓住处死,并说道:“指着众神起誓,即使在祭坛之上,我也乐于惩处谋害者。”

§2.9

ἄλλοτε ἰδὼν μῦν ἑλκόμενον ἐκ θυρίδος ὑπὸ παιδαρίου κρατοῦντος, ἐπεὶ ὁ μῦς ἐπιστραφεὶς ἔδακε τὴν χεῖρα τοῦ κρατοῦντος καὶ ἔφυγεν, ἐπιδείξας τοῖς παροῦσιν εἶπεν, ὅταν τὸ ἐλάχιστον ζῷον οὕτως ἀμύνηται τοὺς ἀδικοῦντας, τί τοὺς ἄνδρας προσήκει ποιεῖν λογίζεσθε.

另一次,他看见一只老鼠被一个抓住它的小孩从洞眼里往外拽,老鼠转过身咬了抓住它的人的手并逃脱了,他便指给在场的人看,并说道:“当最微小的动物尚且如此反抗侵害它的人时,你们想一想,身为男儿应当做些什么。”

§2.10

βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας, τῷ κατὰ Δωδώνην Διὸς ἐχρήσατο μαντείῳ κελεύσαντος δέ, τὸ χρησθὲν ἀνήγγειλε τοῖς ἐφόροις· οἱ δὲ ἐκέλευσαν αὐτὸν καὶ εἰς Δελφοὺς ἀφικόμενον περὶ τῶν αὐτῶν πυνθάνεσθαι. πορευθεὶς οὖν εἰς τὸ μαντεῖον ἐπηρώτησεν οὕτως, Ἄπολλον, ἦ δοκεῖ σοι ὃ καὶ τῷ πατρί; συναινέσαντος δέ, αἱρεθεὶς οὕτως ἐστρατεύσατο.

由于想要为了解放亚细亚的希腊人而向波斯人发动战争,他求问了多多纳的宙斯神谕所;当神祇下令后,他把神谕报告给监察官;他们又命令他去德尔斐就同样的事情进行求问。于是他前往神谕所,这样问道:“阿波罗啊,你是否赞同与你父亲相同的主张?”在神祇表示赞同后,他由此被选定率军出征。

§2.11

ἐπεὶ δὲ Τισσαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδὰς, τὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους βασιλέα,2 μεταπεμψάμενος δὲ παρὰ τοῦ βασιλέως πολὺ στράτευμα πόλεμον κατήγγειλεν αὐτῷ, εἰ μὴ ἀπίοι τῆς Ἀσίας, ἄσμενος τὴν παράβασιν δεξάμενος ὥρμησε μὲν ὡς ἐπὶ Καρίαν προάξων ἐκεῖ δὲ τὴν δύναμιν τοῦ Τισσαφέρνους ἀθροίσαντος, ἄρας εἰς Φρυγίαν ἐνέβαλε· καὶ λαβὼν πόλεις πλείστας καὶ χρημάτων πλῆθος, ἔφη τοῖς φίλοις, ἐπισπεισάμενον μὲν ἀδικεῖν ἀσεβές, τοὺς δὲ πολεμίους παραλογίζεσθαι οὐ μόνον δίκαιον καὶ ἐπίδοξον, ἀλλὰ καὶ ἡδὺ καὶ κερδαλέον.

起初,提萨斐尼因惧怕阿格西劳斯而缔结了休战条约,条件是波斯国王将为他而让希腊城邦保持自治;但他随后从波斯国王那里调来大军,并向他宣战,若他不离开亚细亚的话。阿格西劳斯欣然接受了这背约之举,装出要挥师开往卡里亚的样子;待到提萨斐尼把兵力集中到那里,他便拔营侵入弗里吉亚。在夺取了极多城镇和巨量财物之后,他对朋友们说,缔结盟约后再行不义是不敬神的,但蒙骗敌人不仅公正且享有盛誉,而且令人愉悦且有利可图。

§2.12

τοῖς δʼ ἱππεῦσιν ἐλαττωθεὶς ἀνεχώρησεν εἰς Ἔφεσον καὶ τοῖς εὐπόροις προεῖπε παρέχειν ἵππον ἀνθʼ ἑαυτοῦ καὶ ἄνδρα, ἀπολυόμενον τῆς στρατείας· ὥστε ταχὺ συνήχθησαν καὶ ἵπποι καὶ ἄνδρες ἐπιτήδειοι ἀντὶ δειλῶν καὶ πλουσίων. καὶ τὸν Ἀγαμέμνονα ἔφη ζηλοῦν καὶ γὰρ ἐκεῖνον θήλειαν ἵππον ἀγαθὴν λαβόντα κακὸν ἄνδρα καὶ πλούσιον τῆς στρατείας ἀπολῦσαι.

由于在骑兵上处于劣势,他退回以弗所,并向富人们宣布,若能代替自己提供一匹马和一名男子,便可免除兵役;因此,很快便征集到了合适的战马和人员,取代了胆怯的富人。他说自己是在效仿阿伽门农,因为那位君王也是在收下一匹良种母马后,免除了一个怯懦而富有的男子的兵役。

§2.13

ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους γυμνοὺς πωλεῖν ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγησίλαος, ταῦτα μέν, εἶπεν, ὑπὲρ ὧν μάχεσθε,3 οὗτοι δὲ οἷς μάχεσθε.

当依照他的命令将战俘剥光衣服出售时,战利品商人们把他们公开拍卖;尽管衣物有许多买主,但人们对战俘那由于深居阴蔽而完全白皙娇嫩的身躯嘲笑不已,视其为无用且毫无价值之物。阿格西劳斯走上前去说道:“这些是你们为之而战的,而这些则是你们与之交战的。”

语法注3 条
  1. 208dἔλεξα μέν, ὡμολόγησα δὲ οὔ

    通过动词 λέγω(言说、发话)与 ὁμολογέω(赞同、应允、达成协议)的意义对照。阿格西劳斯严格区分了单纯的口头陈述与正式的许诺,表明如果所言之事不正当(δίκαιον),则不能视为构成了约束性的承诺。

  2. 209aτὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους βασιλέα

    间接引语中的“宾格加不定式”结构。后置的宾格名词 βασιλέα 是不定式 ἀφήσειν 的逻辑主语;宾语是 τὰς πόλεις ... τὰς Ἑλληνικὰς,αὐτονόμους 作补足语。与格 αὐτῷ 指阿格西劳斯,表示波斯国王向他承诺保持希腊城邦的自治状态。

  3. 209cταῦτα μέν, εἶπεν, ὑπὲρ ὧν μάχεσθε, οὗτοι δὲ οἷς μάχεσθε

    带有并列关系从句的对比结构。中性复数代词 ταῦτα 指代被拍卖的衣物和财物,由介词短语 ὑπὲρ ὧν(争夺的目标,“为其而战”)所修饰;而阳性复数代词 οὗτοι 则指代战俘软弱的身躯(即敌军本身),与格代词 οἷς 作为动词 μάχομαι 的支配成分(“与之交战”)。全句通过同一个动词 μάχομαι 搭配介词与搭配与格的用法差异形成了鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:2.1-2.13