- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:91.1-91.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
汇集了盖约·凯撒从早年被海盗俘虏、渡过卢比孔河、内战诸役直至晚年的机敏言行与名言。
Γάιος Καῖσαρ, ὅτε Σύλλαν ἔφευγεν ἔτι μειράκιον ὤν, περιέπεσε πειραταῖς· καὶ πρῶτον μὲν αἰτηθεὶς ἀργυρίου πλῆθος κατεγέλασε τῶν λῃστῶν ὡς ἀγνοούντων ὃν ἔχουσι, καὶ διπλάσιον ὡμολόγησε δώσειν ἔπειτα φρουρούμενος, ἕως συνῆγε τὰ χρήματα, προσέταττεν ἡσυχίαν αὐτῷ παρέχειν κοιμωμένῳ καὶ σιωπᾶν. λόγους δὲ καὶ ποιήματα γράφων ἀνεγίνωσκεν αὐτοῖς, καὶ τοὺς μὴ λίαν ἐπαινοῦντας ἀναισθήτους καὶ βαρβάρους ἀπεκάλει καὶ μετὰ γέλωτος ἠπείλει κρεμᾶν αὐτούς· ὃ καὶ ὀλίγον ἐποίησεν.1 τῶν γὰρ λύτρων κομισθέντων ἀπολυθεὶς καὶ συναγαγὼν ἄνδρας ἐξ Ἀσίας καὶ πλοῖα συνήρπασε τοὺς λῃστὰς καὶ προσήλωσεν.
盖约·凯撒在青年时期逃避苏拉时,落入了海盗之手。起初海盗向他索要巨额金钱,他嘲笑这帮强盗不知捕获了何人,并答应支付双倍赎金。随后他在被看守并筹集钱款期间,命令海盗在他睡眠时保持肃静并闭嘴。他撰写演说和诗篇并朗读给他们听,称那些不极力赞赏的人为迟钝的蛮族,并笑着威胁要将他们吊死;不久之后他果然兑现了此言。因为赎金送达、他被释放之后,他便从亚细亚征集人马和船只,将海盗一网打尽并钉在十字架上。
ἐν δὲ Ῥώμῃ πρὸς Κάτλον πρωτεύοντα Ῥωμαίων εἰς ἅμιλλαν ὑπὲρ τῆς ἀρχιερωσύνης καταστὰς καὶ προπεμπόμενος ὑπὸ τῆς μητρὸς ἐπὶ τὰς θύρας, σήμερον, εἶπεν, ὦ μῆτερ, ἀρχιερέα τὸν τὸν ἢ φυγάδα ἕξεις.2
在罗马,他为了大祭司的职位与罗马第一人卡图卢斯展开竞争;当母亲送他到门前时,他说: “母亲,今天你要么拥有一个成为大祭司的儿子,要么拥有一个流亡的儿子。”
Πομπηίαν δὲ τὴν γυναῖκα κακῶς ἀκούσασαν ἐπὶ Κλωδίῳ παραιτησάμενος, εἶτα τοῦ Κλωδίου φεύγοντος ἐπὶ τούτῳ δίκην μάρτυς εἰσαχθεὶς οὐδὲν εἶπε φαῦλον περὶ τῆς γυναικός· ἐρομένου δὲ τοῦ κατηγόρου, διὰ τί τοίνυν ἐξέβαλες αὐτήν, ὅτι τὴν Καίσαρος, ἔφη, γυναῖκα καὶ διαβολῆς δεῖ καθαρὰν εἶναι.
他的妻子庞佩娅因克洛狄乌斯之事而遭受恶名,凯撒休了她;后来克洛狄乌斯因此事受审,凯撒作为证人被传唤到庭,却没有讲任何妻子的坏话。公诉人问道: “既然如此,你为何休黜她?” 他说: “因为凯撒的妻子即便连嫌疑也必须洗净。”
τὰς δʼ Ἀλεξάνδρου πράξεις ἀναγινώσκων ἐδάκρυσε καὶ πρὸς τοὺς φίλους εἶπεν ὅτι ταύτην τὴν ἡλικίαν ἔχων ἐνίκησε Δαρεῖον, ἐμοὶ δὲ μέχρι νῦν οὐδὲν πέπρακται.
在阅读亚历山大的事迹时,他流泪对朋友们说: “在他这个年纪时,他已经战胜了大流士,而我至今却一事无成。”
πολίχνιον δὲ αὐτοῦ λυπρὸν ἐν ταῖς Ἄλπεσι παρερχομένου, καὶ τῶν φίλων διαπορούντων εἰ καὶ ἐνταῦθά τινες στάσεις εἰσὶ καὶ ἅμιλλαι περὶ πρωτείων, ἐπιστὰς καὶ σύννους γενόμενος, μᾶλλον ἄν, ἔφη, ἐβουλόμην πρῶτος ἐνταῦθα εἶναι ἢ δεύτερος ἐν Ῥώμῃ.
当他经过阿尔卑斯山区一个凄凉的小城镇,朋友们疑惑这里是否也有派系纷争和对首位的争夺时,他停下脚步,沉思片刻后说道: “我宁愿在这里做第一人,也不愿在罗马做第二人。”
τῶν δὲ τολμημάτων τὰ παράβολα καὶ μεγάλα πράττειν ἔφη δεῖν, ἀλλὰ μὴ βουλεύεσθαι.
他常说,在冒险行事中,对于凶险而重大的举动必须付诸实行,而不应犹豫商议。
καὶ διέβη τὸν Ῥουβίκωνα ποταμὸν ἐκ τῆς Γαλατικῆς ἐπαρχίας ἐπὶ Πομπήιον, εἰπὼν πᾶσι, ἀνερρίφθω κύβος.
于是他从高卢行省渡过卢比孔河进军庞培,对众人说道: “骰子已经掷下。”
ἐπεὶ δὲ Πομπηίου φεύγοντος ἐπὶ θάλατταν ἐκ τῆς Ῥώμης, καὶ Μέτελλος ἔπαρχος ὢν τοῦ ταμιείου βουλόμενον αὐτὸν χρήματα λαβεῖν ἐκώλυε καὶ τὸ ταμιεῖον ἀπέκλεισεν, ἠπείλησεν3 ἀποκτενεῖν αὐτὸν καταπλαγέντος δὲ τοῦ Μετέλλου, τοῦτο, εἶπεν, ὦ νεανίσκε, φῆσαί μοι χαλεπώτερον ἦν ἢ ποιῆσαι.
当庞培从罗马逃往海边,国库主管麦特卢斯阻拦想要提取金钱的凯撒并锁闭国库时,凯撒威胁要杀掉他。麦特卢斯大为惊骇,凯撒说: “年轻人,说出这句话对我来说,比做出来要艰难得多。”
τῶν δὲ στρατιωτῶν αὐτῷ βραδέως εἰς Δυρράχιον ἐκ Βρεντεσίου κομιζομένων, λαθὼν ἅπαντας εἰς πλοῖον ἐμβὰς μικρὸν ἐπεχείρησε διαπλεῖν τὸ πέλαγος· συγκλυζομένου δὲ τοῦ πλοίου, ποιήσας τῷ κυβερνήτῃ φανερὸν ἑαυτὸν ἀνεβόησε, πίστευε τῇ τύχῃ γνοὺς ὅτι Καίσαρα κομίζεις.
由于他的士兵从布伦特西昂运送至杜拉基乌姆进展缓慢,凯撒背着众人登上一艘小船,试图横渡大海。当小船被海浪吞没时,他向舵手亮明身份,高呼道: “相信运气吧,你要知道自己运送的是凯撒!”
τότε μὲν οὖν ἐκωλύθη, τοῦ χειμῶνος ἰσχυροῦ γενομένου καὶ τῶν στρατιωτῶν συνδραμόντων καὶ περιπαθούντων, εἰ περιμένει δύναμιν ἄλλην ὡς ἀπιστῶν αὐτοῖς· ἐπεὶ δὲ μάχης γενομένης νικῶν ὁ Πομπήιος οὐκ ἐπεξῆλθεν, ἀλλὰ ἀνεχώρησεν εἰς τὸ στρατόπεδον, τήμερον, εἶπεν, ἦν ἡ νίκη παρὰ τοῖς πολεμίοις, ἀλλὰ τὸν εἰδότα νικᾶν οὐκ ἔχουσιν.
当时由于风暴剧烈,且士兵们闻讯赶来,深为他在等待其他军队仿佛不信任他们而痛心,他这才受阻作罢。但后来在一场战斗中,取胜的庞培并未乘胜追击,而是退回营寨,凯撒说: “今天胜利属于敌人,但他们缺少一个懂得如何取胜的人。”
ἐν δὲ Φαρσάλῳ Πομπηίου παρατεταγμένην τὴν φάλαγγα κατὰ χώραν ἑστάναι καὶ προσδέχεσθαι τοὺς πολεμίους παρεγγυήσαντος, ἁμαρτεῖν αὐτὸν ἔλεγε τὸν ἐξ ἐπιδρομῆς μετʼ ἐνθουσιασμοῦ τόνον καὶ ῥοῖζον ἐκλύσαντα τῶν στρατιωτῶν.
在法萨卢斯,庞培下令列阵的方阵原地坚守并迎击敌人,凯撒指责庞培犯了错误,因为他消解了士兵们在热情冲锋中所具有的锐气与冲力。
Φαρνάκην δὲ νικήσας τὸν Ποντικὸν ἐξ ἐφόδου πρὸς τοὺς φίλους ἔγραψεν, ἦλθον εἶδον ἐνίκησα.
在首次交锋中击败本都的法尔纳克后,他给朋友们写信道: “我来,我见,我征服。”
μετὰ δὲ τὴν ἐν Λιβύῃ τῶν περὶ τὸν Σκιπίωνα φυγὴν καὶ ἧτταν Κάτωνος ἑαυτὸν ἀνελόντος, φθονῶ σοι Κάτων, εἶπε, τοῦ θανάτου· καὶ γὰρ σὺ ἐμοὶ τῆς σῆς σωτηρίας ἐφθόνησας.4
在利比亚西庇阿一党溃败逃亡、加图自尽之后,凯撒说: “加图,我嫉妒你的死,因为你也嫉妒我拯救你的生命。”
Ἀντώνιον δὲ καὶ Δολοβέλλαν ὑφορωμένων ἐνίων καὶ φυλάττεσθαι κελευόντων, οὐ τούτους ἔφη δεδιέναι τοὺς βαναύσους καὶ λιπῶντας, ἀλλὰ τοὺς ἰσχνοὺς καὶ ὠχροὺς ἐκείνους, δείξας Βροῦτον καὶ Κάσσιον.
当有人对安东尼和多拉贝拉起疑并劝他戒备时,他说自己不怕那些粗鄙肥胖之徒,而是害怕那些瘦弱苍白的人,随即便指向了布鲁图和卡西乌斯。
λόγου δὲ παρὰ δεῖπνον ἐμπεσόντος περὶ θανάτου ποῖος ἄριστος, ὁ ἀπροσδόκητος, εἶπε.
在晚宴上有人谈起何种死亡最好时,他说: “出其不意的死。”
- 1ὃ καὶ ὀλίγον ἐποίησεν
中性宾格 ὀλίγον 作副词用,表示短暂的时间间隔(“不久之后”)。关系代名词 ὃ 作宾语,指代前文威胁要将海盗吊死这一整件事。
- 206aἀρχιερέα τὸν τὸν ἢ φυγάδα ἕξεις
原文的 τὸν τὸν 系排印错误,实为 τὸν υἱόν(“你的儿子”)。在 ἕξεις 所支配的双重宾格结构中,ἀρχιερέα 与 φυγάδα 作为述语补足语,表示儿子将面临的两种结果。
- 206cἐπεὶ δὲ Πομπηίου φεύγοντος ἐκ τῆς Ῥώμης, καὶ Μέτελλος ἔπαρχος ὢν τοῦ ταμιείου βουλόμενον αὐτὸν χρήματα λαβεῖν ἐκώλυε καὶ τὸ ταμιεῖον ἀπέκλεισεν, ἠπείλησεν
此句包含破格句(anacoluthon)结构:由连词 ἐπεί 引导的从句内叠合了属格独立结构(Πομπηίου φεύγοντος)与带连词 καί 的限定动词小句(ἐκώλυε... ἀπέκλεισεν),最终引向主句谓语 ἠπείλησεν。逻辑上表示庞培逃跑后,麦特卢斯阻拦凯撒,凯撒遂发出威胁。
- 206dφθονῶ σοι Κάτων, εἶπε, τοῦ θανάτου· καὶ γὰρ σὺ ἐμοὶ τῆς σῆς σωτηρίας ἐφθόνησας
动词 φθονέω 支配人的与格(σοι / ἐμοί)和表示原因/对象的属格(τοῦ θανάτου / τῆς σῆς σωτηρίας),意为“就某事对某人怀有嫉妒/吝惜”。此处在加图从容赴死的荣耀与凯撒被剥夺展现宽恕的机会之间形成了对仗。
