← 普鲁塔克

帝王将相格言集

§90.1-90.21

演说家西塞罗的机智与警句

演说家西塞罗的一系列机智言行录,展现了他对自身姓名的自豪、在法庭与政界对论敌的辛辣讽刺、内战时期针对庞培与凯撒的锐利评述,以及他对演说艺术的极度执着。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§90.1

Κικέρων ὁ ῥήτωρ εἰς τοὔνομα σκωπτόμενος καὶ τῶν φίλων μεταθέσθαι κελευόντων, ἔφη τὸν Κικέρωνα ποιήσειν τῶν Κατώνων καὶ τῶν Κάτλων καὶ τῶν Σκαύρων ἐνδοξότερον.

演说家西塞罗因自己的名字受到嘲弄,朋友们劝他改名时,他说自己要让西塞罗这个名字比加图、卡图卢斯和斯考鲁斯的名号更加显赫。

§90.2

ἔκπωμα δὲ ἀργυροῦν τοῖς θεοῖς ἀνατιθεὶς τὰ μὲν πρῶτα τῶν ὀνομάτων γράμμασιν ἐσήμανεν, ἀντὶ δὲ τοῦ Κικέρωνος ἐρέβινθον ἐτόρευσε.

他在向神灵奉纳一个银酒杯时,用字母刻下了前几个名字,但代替“西塞罗”这一名字的,却雕刻了一颗鹰嘴豆。

§90.3

τῶν δὲ ῥητόρων τοὺς μέγα βοῶντας ἔλεγε διʼ ἀσθένειαν ἐπὶ τὴν κραυγὴν ὡς χωλοὺς ἀναβαίνειν ἐφʼ ἵππον.

谈到那些大声叫嚷的演说家时,他说他们是因为虚弱无力才诉诸叫喊,就像跛足之人骑上马背一样。

§90.4

Οὐέρρου δὲ υἱὸν ἔχοντος οὐκ εὖ κεχρημένον ἐφʼ ὥρᾳ τῷ σώματι, τὸν δὲ Κικέρωνα λοιδοροῦντος εἰς μαλακίαν καὶ κίναιδον ἀποκαλοῦντος, ἀγνοεῖς, εἶπεν, ὅτι προσήκει τοῖς τέκνοις ἐντὸς θυρῶν λοιδορεῖσθαι;1

当维勒斯有一个年轻时未善用其身体的儿子,却辱骂西塞罗柔弱并称他为娈童时,西塞罗说: “难道你不知道,斥责孩子应当在门内进行吗?”

§90.5

Μετέλλου δὲ Νέπωτος εἰπόντος πρὸς αὐτὸν ὅτι πλείονας μαρτυρῶν ἀπέκτονας ἢ συνηγορῶν σέσωκας, καὶ γὰρ ἔστιν, ἔφη, πλεῖον ἐμοὶ πίστεως ἢ λογιότητος.

当梅特卢斯·内波斯对他说: “你以作证杀死的人,比作为辩护人救活的人还要多,”西塞罗说: “的确如此,因为我的信誉胜于我的口才。”

§90.6

ἐρωτῶντος δὲ τοῦ Μετέλλου τίς αὐτοῦ πατήρ ἐστι, ταύτην, ἔφη, τὴν ἀπόκρισιν χαλεπωτέραν ἡ σὴ μήτηρ πεποίηκεν. ἦν γὰρ ἡ τοῦ Μετέλλου ἀκόλαστος, ὁ δὲ Μέτελλος αὐτὸς ὑπόκουφος καὶ ἀβέβαιος καὶ φερόμενος ταῖς ὁρμαῖς.

当梅特卢斯质问西塞罗的父亲是谁时,他说: “这个回答,是你的母亲使之变得更加困难的。” 因为梅特卢斯的母亲淫荡放纵,而梅特卢斯本人轻浮无常,随冲动盲动。

§90.7

Διοδότῳ δὲ τῷ διδασκάλῳ τῶν ῥητορικῶν ἀποθανόντι κόρακα λίθινον ἐπιστήσαντος αὐτοῦ,2 δικαίαν ἔφη τὴν ἀμοιβὴν γεγονέναι· πέτεσθαι γὰρ τοῦτον οὐ λέγειν ἐδίδαξεν.

修辞学教师狄奥多图斯死后,他〔梅特卢斯〕在其坟墓上立了一只石乌鸦,西塞罗说这报酬是公道的: “因为他教此人学会了飞,而不是说。”

§90.8

Οὐατίνιον δὲ ἄνθρωπον ἑαυτῷ διάφορον καὶ μοχθηρὸν ἄλλως ἀκούσας ὅτι τέθνηκεν, εἶτα γνοὺς ὕστερον ὅτι ζῇ, κακός, εἶπεν, ἀπόλοιτο κακῶς ὁ ψευσάμενος.

他听说与自己不和且向来邪恶的瓦蒂尼乌斯死了,后来又得知他还活着,便说: “愿说谎的恶徒惨遭恶报!”

§90.9

πρὸς δὲ τὸν δοκοῦντα Λίβυν ἀπὸ γένους εἶναι, φήσαντα δὲ αὐτοῦ μὴ ἀκούειν λέγοντος, καὶ μὴν οὐκ ἀτρύπητον ἔχεις τὸ οὖς, εἶπε.

对一个被认为是利比亚血统的人——此人声称听不清西塞罗说话——西塞罗说: “可你的耳朵上分明不是没有孔洞的呀。”

§90.10

Κάστον δὲ Ποπίλλιον νομικὸν εἶναι βουλόμενον, ὄντα δὲ ἀμαθῆ καὶ ἀφυῆ, προσεκαλεῖτο μάρτυρα πρός τινα δίκην εἰπόντος δὲ ἐκείνου μηδὲν γινώσκειν, οἴει γὰρ ἴσως, εἶπε, περὶ τῶν νομίμων ἐπερωτᾶσθαι.

卡斯图斯·波皮利乌斯一心想做法律家,却既无知又无才能,西塞罗在一场诉讼中传唤他作证。当那人说自己一无所知时,西塞罗说: “你大概以为是在向你盘问关于法律的事情吧。”

§90.11

Ὁρτησίου δὲ τοῦ ῥήτορος λαβόντος μισθὸν ἀργυρᾶν σφίγγα παρὰ τοῦ Βέρρου καὶ πρὸς τὸν Κικέρωνα πλαγίως τι εἰπόντα φήσαντος αἰνιγμάτων λύσεως ἀπείρως ἔχειν, καὶ μὴν ἡ σφίγξ, ἔφη, παρὰ σοί ἐστιν.

演说家霍尔滕西乌斯从维勒斯那里收取了一尊银斯芬克斯作为酬劳,西塞罗含蓄地说了某事,霍尔滕西乌斯声称自己不擅长解谜,西塞罗便说: “可是斯芬克斯就在你家里呀。”

§90.12

Οὐοκωνίῳ δὲ ἀπαντήσας μετὰ τριῶν θυγατέρων ἀμορφοτάτων τὴν ὄψιν ἀτρέμα πρὸς τοὺς φίλους εἶπεν "Φοίβου ποτʼ οὐκ ἐῶντος ἔσπειρεν τέκνα."

当他遇见带着三个相貌极丑的女儿的沃科尼乌斯时,低声对朋友们说: “昔日福玻斯虽不准许,他仍播下了子嗣。”

§90.13

Φαύστου δὲ τοῦ Σύλλα παιδὸς διὰ πλῆθος δανείων ἀπάρτιον προγράψαντος, ταύτην, ἔφη, μᾶλλον ἀσπάζομαι τὴν προγραφὴν ἢ τὴν πατρῴαν.

苏拉之子福斯图斯因债台高筑而张贴拍卖布告时,西塞罗说: “比起他父亲的公敌布告,我更欢迎这份布告。”

§90.14

Πομπηίου δὲ καὶ Καίσαρος διαστάντων, ἔφη, γιγνώσκω ὃν φύγω, μὴ γιγνώσκων πρὸς ὃν φύγω.

当庞培与凯撒决裂时,他说: “我知道该逃避谁,却不知道该投奔谁。”

§90.15

καὶ Πομπήιον ἐμέμψατο τὴν πόλιν ἐκλιπόντα καὶ Θεμιστοκλέα μᾶλλον ἢ Περικλέα μιμησάμενον, οὐκ ἐκείνοις τῶν πραγμάτων ἀλλὰ τούτοις ὁμοίων ὄντων.3

他责备庞培弃城而逃,效仿德米斯托克利而非伯里克利,因为时局相似于后者而非前者。

§90.16

γενόμενος δʼ οὖν παρὰ Πομπηίῳ καὶ πάλιν μετανοῶν, ἐρωτηθεὶς ὑπὸ Πομπηίου ποῦ Πείσωνα τὸν γαμβρὸν ἀπολέλοιπεν ἔφη, παρὰ τῷ σῷ πενθερῷ.

然而他毕竟投奔了庞培,但随即又懊悔不已;当庞培问他把女婿皮索留在何处时,他说: “在你的岳父那里。”

§90.17

μεταβαλομένου δέ τινος ἀπὸ Καίσαρος πρὸς τὸν Πομπήιον, λέγοντος ὑπὸ σπουδῆς καὶ προθυμίας ἀπολελοιπέναι τὸν ἵππον, βέλτιον ἔφη αὐτὸν περὶ τοῦ ἵππου βεβουλεῦσθαι.

有人从凯撒阵营倒戈投奔庞培,声称由于匆忙和热情把马匹留下了,西塞罗说此人对马的安排更为明智。

§90.18

πρὸς δὲ τὸν ἀπαγγέλλοντα τοὺς Καίσαρος φίλους σκυθρωποὺς εἶναι, λέγεις, ἔφη, δυσνοεῖν αὐτοὺς Καίσαρι.

有人报告说凯撒的朋友们面带愁容,西塞罗说: “你是说他们对凯撒怀有恶意。”

§90.19

μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην Πομπηίου μὲν φυγόντος, Νωνίου δέ τινος ἔτι παρʼ αὑτοῖς ἀετοὺς ἑπτὰ φήσαντος εἶναι καὶ διὰ τοῦτο θαρρεῖν παρακαλοῦντος, καλῶς ἂν παρῄνεις, εἶπεν, εἰ κολοιοῖς ἐπολεμοῦμεν.

法萨卢斯战役后庞培逃亡,有个叫诺尼乌斯的人说他们这边还有七面鹰旗,并以此鼓励大家勇敢坚守,西塞罗说: “如果我们是对寒鸦作战,你的劝告倒是极好的。”

§90.20

ἐπεὶ δὲ Καῖσαρ κρατήσας τὰς Πομπηίου καταβεβλημένας εἰκόνας ἀνέστησε μετὰ τιμῆς, ἔφη περὶ αὐτοῦ λέγων ὁ Κικέρων ὅτι τοὺς Πομπηίου Καῖσαρ ἀνδριάντας ἱστὰς τοὺς αὑτοῦ πήγνυσιν.

在凯撒得胜后怀着敬意重新立起庞培被推倒的雕像时,西塞罗谈到凯撒时说: “凯撒竖起庞培的雕像,正是稳固了他自己的雕像。”

§90.21

οὕτω δὲ πολλοῦ τὸ καλῶς λέγειν ἐτίμα τε καὶ περὶ τοῦτο μάλιστα ἠγωνία, ὥστε προκειμένης δίκης ἐπὶ τῶν ἑκατὸν ἀνδρῶν καὶ ἐπικειμένης τῆς ἡμέρας, Ἔρωτα ἀπαγγείλαντα αὐτῷ τὸν οἰκέτην εἰς τὴν ἐπιοῦσαν ὑπερτεθῆναι τὴν δίκην ἠλευθέρωσε.

他如此珍视出色地演讲,对此极为焦虑,以至于在百人法庭审理的一桩案件迫在眉睫、开庭之日临近之际,他的家奴埃罗斯前来通报审理延期至次日,西塞罗当即将他释放为自由人。

语法注3 条
  1. 4προσήκει τοῖς τέκνοις ἐντὸς θυρῶν λοιδορεῖσθαι

    动词 λοιδορεῖσθαι 既可作被动态解(“被责骂、被训诫”),以 τοῖς τέκνοις 作为其语义上的承受者;亦可作中间态解(支配与格,“责骂孩子”)。在无人称结构 προσήκει 之后,无论将 τοῖς τέκνοις 视为主格性质的与格还是与格宾语,语意皆直指维勒斯:教训自家品行不端的孩子理应在门户之内,而非在公堂上辱骂他人。

  2. 205aκόρακα λίθινον ἐπιστήσαντος αὐτοῦ

    属格独立结构。代词 αὐτοῦ 并非指死者狄奥多图斯本人,而是指前节提到的梅特卢斯(“在他立了……之际”)。西塞罗借这一举动,对“教人飞翔(逃之夭夭/轻浮无能)而非教人说话(修辞辩才)”作出了巧妙的讽刺评价。

  3. 205dοὐκ ἐκείνοις τῶν πραγμάτων ἀλλὰ τούτοις ὁμοίων ὄντων

    属格独立结构,其中 τῶν πραγμάτων 为主语,ὁμοίων ὄντων 为分词谓语。指示代词 ἐκείνοις 与 τούτοις 分别对应前文提到的提米斯托克利与伯里克利的历史处境(因前者时代更早而用 ἐκείνοις,后者相对较近而用 τούτοις),意为“当时的客观局势相似于后者(伯里克利时代)而非前者(提米斯托克利时代)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:90.1-90.21