← 普鲁塔克

帝王将相格言集

§92.1-92.15

奥古斯都的言行与机智逸事

记述了首位皇帝奥古斯都的诸多逸事,展现了其与安东尼的财产之争、对亚历山大里亚的宽赦、与哲学家雅典诺多鲁斯的对话、对守法的自省、继任者的确立,以及对待直言者与筑屋者的宽厚与机智应对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§92.1

Καῖσαρ ὁ πρῶτος ἐπικληθεὶς Σεβαστός, ἔτι μειράκιον ὢν Ἀντώνιον ἀπῄτει δισχιλίας πεντακοσίας μυριάδας τοῦ πρώτου Καίσαρος ἀναιρεθέντος, ἐκ τῆς οἰκίας ἃς πρὸς αὑτὸν ὁ Ἀντώνιος μετήνεγκεν1 ἀποδοῦναι βουλόμενος Ῥωμαίοις τὸ καταλειφθὲν ὑπὸ Καίσαρος, ἑκάστῳ δραχμὰς ἑβδομήκοντα πέντε· τοῦ δὲ Ἀντωνίου τὰ μὲν χρήματα κατέχοντος, ἐκεῖνον δὲ τῆς ἀπαιτήσεως ἀμελεῖν, εἰ σωφρονεῖ, κελεύοντος, ἐκήρυττε τὰ πατρῷα καὶ ἐπίπρασκε· καὶ τὴν δωρεὰν ἀποδοὺς εὔνοιαν μὲν αὑτῷ, μῖσος δὲ ἐκείνῳ παρὰ τῶν πολιτῶν περιεποίησεν.

第一位被称为奥古斯都的凯撒,在尚属青年之时,于前一位凯撒遇害后,向安东尼索要两千五百万德拉克马,这些钱是安东尼从凯撒宅邸转移到自己那里的;他希望将凯撒遗赠之款发放给罗马人,即每人七十五德拉克马。但由于安东尼扣留了这笔钱,并告诫他若知趣就放弃索要,凯撒便登报拍卖并变卖了自己的父产;他通过发放赏金,为自己赢得了市民的好感,却给安东尼招致了憎恨。

§92.2

ἐπεὶ δὲ Ῥοιμητάλκης ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἀπʼ Ἀντωνίου μεταβαλόμενος πρὸς αὐτὸν οὐκ ἐμετρίαζεν παρὰ τοὺς πότους, ἀλλʼ ἦν ἐπαχθὴς ὀνειδίζων τὴν συμμαχίαν, προπιών τινι τῶν ἄλλων βασιλέων ὁ Καῖσαρ εἶπεν, ἐγὼ προδοσίαν φιλῶ, προδότας δʼ οὐκ ἐπαινῶ.

色雷斯人的国王罗伊梅塔尔克斯从安东尼一方倒戈向他,在宴饮时不知节制,反而以结盟之事屡屡自矜邀功,令人厌烦;凯撒向另一位国王敬酒并说道: “我爱背叛,但并不称赞背叛者。”

§92.3

τῶν δὲ Ἀλεξανδρέων μετὰ τὴν ἅλωσιν τὰ δεινότατα πείσεσθαι προσδοκώντων, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ παραστησάμενος Ἄρειον τὸν Ἀλεξανδρέα φείδεσθαι μὲν τῆς πόλεως ἔφη πρῶτον διὰ τὸ μέγεθος καὶ τὸ κάλλος, ἔπειτα διὰ τὸν κτίστην Ἀλέξανδρον, τρίτον δὲ διʼ Ἄρειον τὸν φίλον.

亚历山大里亚陷落之后,市民们预料将遭受最严酷的处置;凯撒登上讲坛,让亚历山大里亚人阿里乌斯侍立在身旁,宣称自己宽恕这座城市,首先是因为它的规模与秀美,其次是因为它的奠基人亚历山大,第三则是因为朋友阿里乌斯。

§92.4

ἀκούσας δὲ ὅτι Ἔρως ὁ τὰ ἐν Αἰγύπτῳ διοικῶν ὄρτυγα τὸν κρατοῦντα πάντων ἐν τῷ μάχεσθαι καὶ ἀήττητον ὄντα πριάμενος ὀπτήσας κατέφαγε, μετεπέμψατο αὐτὸν καὶ ἀνέκρινεν ὁμολογήσαντα σὲ2 ἐκέλευσεν ἱστῷ νηὸς προσηλωθῆναι.

凯撒听说主管埃及事务的厄罗斯买下了一只善斗且未尝败绩的冠军鹌鹑,将其烤熟吃掉了,便派人召来审讯他;当厄罗斯招认后,凯撒下令将他钉在船的桅杆上。

§92.5

ἐν δὲ Σικελίᾳ Ἄρειον ἀντὶ Θεοδώρου κατέστησε διοικητὴν ἐπιδόντος δέ τινος αὐτῷ βιβλίον, ἐν ᾧ γεγραμμένον ἦν, φαλακρὸς ἢ κλέπτης Θεόδωρος ὁ Ταρσεύς· τί σοι δοκεῖ; ἀναγνοὺς Καῖσαρ ὑπέγραψε, δοκεῖ.

在西西里,他任命阿里乌斯接替狄奥多罗斯担任管财官;有人递给他一份册子,上面写道: “塔尔苏斯的狄奥多罗斯是秃子还是盗贼:你怎么看?” 凯撒读后,在下面批注道: “我看是。”

§92.6

παρὰ δὲ Μαικήνα τοῦ συμβιωτοῦ καθʼ ἕκαστον ἐνιαυτὸν ἐν τοῖς γενεθλίοις δῶρον ἐλάμβανε φιάλην.

他每年都在生日时从密友梅塞纳斯那里收到一只杯子作为礼物。

§92.7

Ἀθηνοδώρῳ δὲ τῷ φιλοσόφῳ διὰ γῆρας εἰς οἶκον ἀφεθῆναι δεηθέντι συνεχώρησεν. ἐπεὶ δὲ ἀσπασάμενος αὐτὸν ὁ Ἀθηνόδωρος εἶπεν, ὅταν ὀργισθῇς, Καῖσαρ, μηδὲν εἴπῃς μηδὲ ποιήσῃς πρότερον ἢ τὰ εἴκοσι καὶ τέτταρα γράμματα διελθεῖν πρὸς ἑαυτόν, ἐπιλαβόμενος αὐτοῦ τῆς χειρός, ἔτι σοῦ παρόντος, ἔφη, χρείαν ἔχω καὶ κατέσχεν αὐτὸν ἐνιαυτὸν ὅλον, εἰπὼν ὅτι "ἔστι καὶ σιγῆς ἀκίνδυνον γέρας."

当哲学家雅典诺多鲁斯因年老请求获准回家时,凯撒同意了。但当雅典诺多鲁斯向他辞行并说道: “凯撒,当你动怒时,在心中默念完二十四个字母之前,切勿说任何话,也切勿做任何事,”凯撒握住他的手说: “我仍然需要你在身旁,”并挽留了他整整一年,说道: “沉默亦有无险之酬。”

§92.8

ἀκούσας δὲ ὅτι Ἀλέξανδρος δύο καὶ τριάκοντα γεγονὼς ἔτη κατεστραμμένος τὰ πλεῖστα διηπόρει τί ποιήσει τὸν λοιπὸν χρόνον, ἐθαύμαζεν εἰ μὴ μεῖζον Ἀλέξανδρος ἔργον ἡγεῖτο τοῦ κτήσασθαι τὴν ἡγεμονίαν τὸ διατάξαι τὴν ὑπάρχουσαν.3

当听说亚历山大在三十二岁时已征服大半世界,却在苦恼剩下的岁月该做何事时,凯撒感到惊异,亚历山大竟然不认为治理整顿既有的帝国是一件比夺取统治权更伟大的事业。

§92.9

γράψας δὲ τὸν περὶ τῶν μοιχῶν νόμον, ἐν ᾧ διώρισται πῶς δεῖ κρίνεσθαι τοὺς ἐν αἰτίαις γενομένους καὶ πῶς δεῖ κολάζεσθαι τοὺς ἁλόντας, εἶτα προσπεσὼν ὑπʼ ὀργῆς τὸν ἐπὶ Ἰουλίᾳ τῇ θυγατρὶ διαβεβλημένον νεανίσκον ἔτυπτε ταῖς χερσὶν ἐκείνου δὲ ἀναβοῶντος, νόμον ἔθηκας, ὦ Καῖσαρ, οὕτω μετενόησεν ὥστε τὴν ἡμέραν ἐκείνην παραιτήσασθαι τὸ δεῖπνον.

他制定了关于通奸者的法律,其中规定了应当如何审判被指控者,以及应当如何惩罚定罪者;随后,他因狂怒亲自冲向那个与女儿茱莉亚传出绯闻的年轻男子,挥拳殴打他。当那个年轻人高呼: “凯撒,你曾立下法律!” 他悔恨至极,以至于谢绝了那一天的晚膳。

§92.10

Γάιον δὲ τὸν θυγατριδοῦν εἰς Ἀρμενίαν ἀποστέλλων ᾐτεῖτο παρὰ τῶν θεῶν εὔνοιαν αὐτῷ τὴν Πομπηίου, τόλμαν δὲ τὴν Ἀλεξάνδρου, τύχην δὲ τὴν ἑαυτοῦ παρακολουθῆσαι.

在派遣外孙盖约前往亚美尼亚时,他向众神祈求,愿庞培的声望、亚历山大的勇魄以及他自己的运气能够伴随盖约。

§92.11

Ῥωμαίοις δὲ τῆς ἀρχῆς ἔλεγεν ἀπολείψειν διάδοχον, ὃς οὐδέποτε περὶ τοῦ αὐτοῦ πράγματος δὶς ἐβουλεύσατο, Τιβέριον λέγων.

他常对罗马人说,自己将留下一个在同一桩事上绝不反复商酌两次的人作为政权继承人,所指的正是提比略。

§92.12

θορυβοῦντας δὲ τοὺς ἐν ἀξιώματι νέους καταστεῖλαι βουλόμενος, ὡς οὐ προσεῖχον ἀλλʼ ἐθορύβουν, ἀκούσατε, εἶπε, νέοι γέροντος, οὗ νέου γέροντες ἤκουον.4

为了平息贵族青年的鼓噪喧哗,见他们不仅不加理会反而继续喧哗,他便说道: “青年人啊,应当听从一位老者的话,他在年轻时,老者们也曾倾听过他。”

§92.13

τοῦ δὲ Ἀθηναίων δήμου ἐξημαρτηκέναι τι δόξαντος, ἔγραψεν ἀπʼ Αἰγίνης οἴεσθαι μὴ λανθάνειν αὐτοὺς ὀργιζόμενος, οὐ γὰρ ἂν ἐν Αἰγίνῃ διαχειμάσαι.5 ἄλλο δὲ οὐδὲν οὔτε εἶπεν αὐτοὺς οὔτε ἐποίησε.

当雅典民众看似犯了某种过错时,他从埃伊纳岛致信道,他想他们不会察觉不到自己在动怒,否则他绝不会在埃伊纳岛过冬。但他对他们再未说过任何话,也未做过任何处置。

§92.14

τῶν δὲ Εὐρυκλέους κατηγόρων ἑνὸς ἀφειδῶς καὶ κατακόρως παρρησιαζομένου καὶ προαχθέντος εἰπεῖν τι τοιοῦτον, εἰ ταῦτά σοι, Καῖσαρ, οὐ φαίνεται μεγάλα, κέλευσον αὐτὸν ἀποδοῦναί μοι Θουκυδίδου τὴν ἑβδόμην διοργισθεὶς ἀπάγειν ἐκέλευσε· πυθόμενος δέ, ὅτι τῶν ἀπὸ Βρασίδου γεγονότων ὑπόλοιπος οὗτός ἐστι, μετεπέμψατο, καὶ μέτρια νουθετήσας ἀπέλυσε.

在尤里克勒斯的控告者中,有一人直言不讳且毫无节制,甚至忘乎所以地说出这样的话: “凯撒,如果这些在你看来不算大事,就请命令他把修昔底德第七卷还给我吧。” 凯撒大怒,下令将他押走;但得知此人是布拉西达斯的后裔仅存的一脉后,凯撒将他召回,温和地训诫一番后便释放了他。

§92.15

Πείσωνος δὲ τὴν οἰκίαν ἐκ θεμελίων ἄχρι πάσης στέγης ἐπιμελῶς οἰκοδομοῦντος, εὔθυμον, ἔφη, με ποιεῖς οὕτως οἰκοδομῶν, ὡς ἀιδίου τῆς Ῥώμης ἐσομένης.

当皮索细心致志地将自己的宅邸从地基一直建造到屋顶完备时,凯撒说道: “你这样建造,仿佛罗马将会永恒一般,真使我心情畅快。”

语法注5 条
  1. 1ἐκ τῆς οἰκίας ἃς πρὸς αὑτὸν ὁ Ἀντώνιος μετήνεγκεν

    关系代名词 ἃς 的先行词是前面的 δισχιλίας πεντακοσίας μυριάδας(两千五百万德拉克马)。关系从句中的 πρὸς αὑτὸν μετήνεγκεν 意为“转移到自己处”,先行词与关系代名词之间插入了独立属格结构 τοῦ πρώτου Καίσαρος ἀναιρεθέντος(在前一位凯撒遇害后)。

  2. 207bὁμολογήσαντα σὲ

    文本传抄中出现的形态(通常被视作 δὲ 的讹误)。从上下文来看,紧接前面的 μετεπέμψατο αὐτὸν καὶ ἀνέκρινεν(召来他并审讯),分词 ὁμολογήσαντα 修饰上文的主管厄罗斯(αὐτόν),作后续动词 ἐκέλευσεν 的宾语(“当他招供后,命将他……”)。

  3. 207dεἰ μὴ μεῖζον Ἀλέξανδρος ἔργον ἡγεῖτο τοῦ κτήσασθαι τὴν ἡγεμονίαν τὸ διατάξαι τὴν ὑπάρχουσαν

    由主动词 ἐθαύμαζεν 引出的间接从句。在表达惊异或情绪的动词后,εἰ μὴ 表示“竟然不……”之意。在该比较句式中,μεῖζον ... ἔργον 的比较基准由属格不定词 τοῦ κτήσασθαι(夺取)充当,而作为比较主体的行为则是对格不定词 τὸ διατάξαι τὴν ὑπάρχουσαν(治理整顿现有的帝国)。

  4. 207eοὗ νέου γέροντες ἤκουον

    关系代名词 οὗ 为属格,指代前文的 γέροντος(老者,即凯撒本人),作 ἤκουον(ἀκούω 支配属格表示“听从某人”)的宾语。形容词 νέου 作状语/谓语性修饰,表时间状态(“当[他]尚年轻时”),使得 νέοι γέροντος 与 οὗ νέου γέροντες 在语序与含义上形成精妙的对仗。

  5. 207eοὐ γὰρ ἂν ἐν Αἰγίνῃ διαχειμάσαι

    间接引语(承接 ἔγραψεν)中的 ἄν 搭配希求法,表达与过去事实相反的虚拟结论(“否则他便不会在此过冬”)。在直接引语中原为反事实的过去直陈式(οὐ γὰρ ἂν διεχείμασα),因主句动词为过去时态而在间接从句中转为希求法 διαχειμάσαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:92.1-92.15