← 普鲁塔克

帝王将相格言集

§89.1-89.15

庞培的生平言行与轶事

收录格奈乌斯·庞培一生的名言与事迹,涵盖其早年依附苏拉崛起、严明军纪、凯旋式上的对话、各项任职中的机锋答对,直至在埃及遇刺身亡的悲剧结局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§89.1

Γναῖος Πομπήιος ὑπὸ Ῥωμαίων ἠγαπήθη τοσοῦτον ὅσον ὁ πατὴρ ἐμισήθη. νέος δὲ ὢν παντάπασι τῇ Σύλλα μερίδι προσέθηκεν αὑτόν καὶ μήτε ἄρχων μήτε βουλεύων πολλοὺς ἐκ τῆς Ἰταλίας ἐστρατολόγησε. καὶ Σύλλα καλοῦντος οὐκ ἔφη δίχα λαφύρων οὐδὲ ἀναίμακτον ἐπιδείξειν τῷ αὐτοκράτορι τὴν δύναμιν οὐδʼ ἦλθε πρότερον πρὶν ἢ πολλαῖς μάχαις νικῆσαι1 τοὺς στρατηγοὺς τῶν πολεμίων.

格奈乌斯·庞培受到罗马人爱戴的程度,正如同其父受到憎恨的程度一样。他年纪尚轻时便全然投身于苏拉派;虽然既非长官亦非元老院议员,他却从意大利征召了许多军队。当苏拉召见时,他宣称自己不会在没有战利品、未经浴血的情况下向统帅展示军队;直到在多场战斗中击败敌方将领之后,他才前去会合。

§89.2

ἐπεὶ δὲ πεμφθεὶς εἰς Σικελίαν ὑπὸ Σύλλα στρατηγὸς ἐπυνθάνετο τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἐκτρεπομένους βιάζεσθαι καὶ ἁρπάζειν, τοὺς μὲν ἄλλως πλανωμένους καὶ περιθέοντας ἐκόλασε, τῶν δὲ πεμπομένων ὑπʼ αὐτοῦ σφραγῖδας ἐπέβαλλε ταῖς μαχαίραις.2

当他被苏拉作为将领派遣至西西里,得知士兵们在行军途中擅自离队、施暴劫掠时,他便惩处了那些无故游荡乱跑的人,并对自己派遣出去的人佩带的短剑加盖印记予以封存。

§89.3

Μαμερτίνους δὲ τῆς ἐναντίας γενομένους μερίδος οἷός ἦν ἀποσφάττειν3 ἅπαντας· Σθεννίου δὲ τοῦ δημαγωγοῦ φήσαντος οὐ δίκαια ποιεῖν αὐτὸν ἀνθʼ ἑνὸς αἰτίου πολλοὺς ἀναιτίους κολάζοντα, τοῦτον δὲ αὑτὸν εἶναι τοὺς μὲν φίλους πείσαντα, τοὺς δὲ ἐχθροὺς βιασάμενον ἑλέσθαι τὰ Μαρίου θαυμάσας ὁ Πομπήιος ἔφη συγγνώμην ἔχειν Μαμερτίνοις ὑπὸ τοιούτου πεισθεῖσιν ἀνδρός, ὃς τὴν πατρίδα τῆς ἑαυτοῦ ψυχῆς προτιμᾷ. καὶ τήν τε πόλιν καὶ τὸν Σθέννιον ἀπέλυσεν.

马麦丁人倒向敌对阵营,他本打算将其全数斩杀;但民众领袖斯泰尼奥斯指出,因一人的罪过而惩罚众多无辜之人是不公道的,而那罪人正是他自己,是他劝导友人、强迫仇敌倒向马略派。庞培赞叹于此,便说宽恕受这样一个人所劝导的马麦丁人,因为此人将祖国置于自身性命之上;于是他将该城与斯泰尼奥斯一并予以赦免。

§89.4

εἰς δὲ Λιβύην διαβὰς ἐπὶ Δομίτιον καὶ μάχῃ μεγάλῃ κρατήσας, ἀσπασαμένων αὐτὸν αὐτοκράτορα τῶν στρατιωτῶν ἔφη μὴ δέχεσθαι τὴν τιμήν, ἕως ὀρθὸς ἕστηκεν ὁ χάραξ τῶν πολεμίων. οἱ δέ, καίπερ ὄμβρου πολλοῦ κατέχοντος, ὁρμήσαντες διεπόρθησαν τὸ στρατόπεδον.

庞培渡海至利比亚讨伐多米提乌斯并在巨战中获胜,当士兵们向他欢呼为统帅时,他说只要敌人的壁垒依然耸立,他便不会接受这一尊荣。士兵们尽管当时大雨滂沱,仍奋勇冲锋,将敌营彻底洗劫摧毁。

§89.5

ἐπανελθόντα δὲ αὐτὸν ὁ Σύλλας ταῖς μὲν ἄλλαις τιμαῖς ἐδέξατο φιλοφρόνως καὶ Μάγνον προσηγόρευσε πρῶτος αὐτὸν θριαμβεῦσαι δὲ βουλόμενον οὐκ εἴα μηδέπω μετέχοντα βουλῆς. εἰπόντος δὲ τοῦ Πομπηίου πρὸς τοὺς παρόντας ἀγνοεῖν τὸν Σύλλαν ὅτι καὶ τὸν ἥλιον ἀνατέλλοντα πλείονες ἢ δύνοντα προσκυνοῦσιν, ὁ μὲν Σύλλας ἀριστοκρατικὸς ἠγανάκτει, καὶ τῶν στρατιωτῶν ἐνίσταντο πολλοὶ τῷ θριάμβῳ δωρεάς τινας ἀπαιτοῦντες. ἐπεὶ δὲ ὁ Πομπήιος ἔφη μᾶλλον ἀφήσειν τὸν θρίαμβον ἢ κολακεύσειν ἐκείνους, νῦν ἔφη καὶ μέγαν ἀληθῶς ὁρᾶν καὶ ἄξιον τοῦ θριάμβου τὸν Πομπήιον.

及至他凯旋返回,苏拉以各种礼遇亲切地接待他,并率先称他为“大帝”(马格努斯);但当他希望举行凯旋式时,苏拉却因他尚未成为元老院成员而不予准许。庞培对在场的人说,苏拉不知道崇敬冉冉上升之旭日的人比崇敬落日的人更多;身为贵族派的苏拉闻言大为愤慨,许多士兵也借机阻挠凯旋式以索要赏金。然而,当庞培表示自己宁可放弃凯旋式也不向他们谄媚时,苏拉说道,自己如今确实看到庞培配得上“大帝”之名且当得起凯旋式。

§89.6

ἔθους δὲ ὄντος ἐν Ῥώμῃ τοῖς ἱππεῦσιν, ὅταν στρατεύσωνται τὸν νόμιμον χρόνον, ἄγειν τὸν ἵππον εἰς ἀγορὰν ἐπὶ τοὺς δύο ἄνδρας, οὓς τιμητὰς καλοῦσι, καὶ καταριθμησαμένους τὰς στρατείας καὶ τοὺς στρατηγοὺς ὑφʼ οἷς ἐστρατεύσαντο τυγχάνειν ἐπαίνων ἢ ψόγων τῶν προσηκόντων ὑπατεύων ὁ Πομπήιος κατήγαγεν αὐτὸς τὸν ἵππον ἐπὶ τοὺς τιμητὰς Γέλλιον καὶ Λέντλον ἐκείνων δὲ ὥσπερ ἔθος ἐστὶ πυθομένων, εἰ πάσας ἐστράτευται τὰς στρατείας, πάσας, εἶπεν, ὑπʼ ἐμαυτῷ αὐτοκράτορι.

罗马有一项习俗:骑士们服满法定的兵役期限后,须将坐骑牵至广场上被称为监察官的两位长官面前,列举自己的服役履历以及在哪些将领麾下服役,以接受相应的赞赏或斥责。庞培在担任执政官期间,亲自将坐骑牵至监察官盖利乌斯和伦图卢斯面前;当他们依例询问他是否服满了所有的兵役时,他说: “全部服满, 是在我自己这位统帅麾下。”

§89.7

τῶν δὲ Σερτωρίου γραμμάτων κρατήσας ἐν Ἰβηρίᾳ, ἐν οἷς ἦσαν ἐπιστολαὶ πολλῶν ἡγεμόνων ἐπὶ νεωτερισμῷ καὶ μεταβολῇ τῆς πολιτείας τὸν Σερτώριον εἰς Ῥώμην καλούντων, κατέκαυσε πάσας διδοὺς μετανοῆσαι καὶ βελτίονας γενέσθαι τοὺς πονηρούς.

他在伊比利亚缴获了塞尔托里乌斯的文书,其中有许多权要为了发动叛乱、颠覆政体而邀请塞尔托里乌斯前往罗马的信件,庞培将它们全部烧毁,以便给作恶者改过自新、重归善良的机会。

§89.8

ἐπεὶ δὲ Φραάτης ὁ Πάρθων βασιλεὺς ἔπεμψε πρὸς αὐτὸν ἀξιῶν ὅρῳ χρῆσθαι τῷ Εὐφράτῃ, μᾶλλον ἔφη χρῆσθαι Ῥωμαίους ὅρῳ πρὸς Πάρθους τῷ δικαίῳ.

帕提亚国王弗拉阿特斯派遣使者前来,要求以幼发拉底河为界,庞培则说,罗马人更习惯以正义作为针对帕提亚人的边界。

§89.9

Λευκίου δὲ Λευκούλλου μετὰ τὰς στρατείας ἀφεικότος αὑτὸν εἰς ἡδονὰς καὶ πολυτελῶς ζῶντος, τὸν δὲ Πομπήιον ὡς παρʼ ἡλικίαν τοῦ πολλὰ πράττειν ὀρεγόμενον ψέγοντος, μᾶλλον ἔφη γέροντι τὸ τρυφᾶν ἢ τὸ ἄρχειν εἶναι παρʼ ἡλικίαν.

当卢修斯·琉库鲁斯在战事之后纵情享乐、生活奢靡,并指责庞培不合年龄地热衷于操持过多政事时,庞培说,对于老人而言,沉溺享乐比执掌政务更不符合年龄。

§89.10

νοσοῦντι δὲ αὐτῷ κίχλην ὁ ἰατρὸς λαβεῖν προσέταξεν· οἱ δὲ ζητοῦντες οὐχ εὗρον ἦν γὰρ παρʼ ὥραν, ἔφη δέ τις εὑρεθήσεσθαι παρὰ Λευκούλλῳ διʼ ἔτους τρεφομένας· εἶτα, ἔφη, εἰ μὴ Λεύκουλλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε;4 καὶ χαίρειν ἐάσας τὸν ἰατρὸν ἔλαβέ τῶν εὐπορίστων.

当庞培患病时,医生吩咐他食用鸫鸟;寻找的人四处寻找却未能找到,因为已过了季节,有人说琉库鲁斯府上终年饲养此鸟,定能找到。 庞培说: “那么,若非琉库鲁斯奢靡,庞培就不能活命了吗?” 于是他谢绝了医生,只食用容易获取的食物。

§89.11

ἰσχυρᾶς δὲ σιτοδείας ἐν Ῥώμῃ γενομένης, ἀποδειχθεὶς λόγῳ μὲν ἀγορᾶς ἐπιμελητής, ἔργῳ δὲ γῆς καὶ θαλάττης κύριος, ἔπλευσεν εἰς Λιβύην καὶ Σαρδόνα καὶ Σικελίαν καὶ πολὺν ἀθροίσας σῖτον ἔσπευδεν εἰς τὴν Ῥώμην. μεγάλου δὲ χειμῶνος γενομένου καὶ τῶν κυβερνητῶν ὀκνούντων, πρῶτος ἐμβὰς καὶ τὴν ἄγκυραν ἆραι κελεύσας ἀνεβόησε, πλεῖν ἀνάγκη, ζῆν οὐκ ἀνάγκη.

罗马发生严重粮荒时,他在名义上被任命为粮食总监,实际上成为统辖陆海的主宰,他航行前往利比亚、萨丁尼亚和西西里,筹集了大量粮食急运回罗马。其间狂风暴雨大作,舵手们畏缩不前,他率先登船并命令起锚,高声呼喊道: “航行是必须的,活着不是必须的。”

§89.12

τῆς δὲ πρὸς τὸν Καίσαρα διαφορᾶς ἀποκαλυπτομένης καὶ Μαρκελλίνου τινὸς τῶν ὑπὸ Πομπηίου προῆχθαι δοκούντων μεταβεβλημένου δὲ πρὸς Καίσαρα πολλὰ πρὸς αὐτὸν ἐν συγκλήτῳ λέγοντος, οὐκ αἰσχύνῃ Μαρκελλῖνε, εἶπεν, ἐμοὶ λοιδορούμενος, διʼ ὃν ἐξ ἀφώνου λόγιος ἐκ δὲ πεινατικοῦ ἐμετικὸς γέγονας;

当他与凯撒的分歧日渐公开,一位名叫马塞利努斯的人——此人向来被认为是由庞培提拔、后转投凯撒阵营——在元老院中对他大加抨击时,庞培说道: “马塞利努斯,你对我破口大骂,难道不感到羞耻吗?正是因为我,你才从拙于言辞变得能言善辩,从饥肠辘辘变得饱食作呕。”

§89.13

πρὸς δὲ Κάτωνα πικρῶς καθαψάμενον ὅτι πολλάκις αὐτοῦ προαγορεύοντος τὴν Καίσαρος δύναμιν καὶ αὔξησιν οὐκ ἐπʼ ἀγαθῷ τῆς δημοκρατίας γινομένην αὐτὸς ἀντέπραττεν, ἀπεκρίνατο, τὰ μὲν σὰ μαντικώτερα τά δʼ ἐμὰ φιλικώτερα.

对于严厉谴责他的加图——加图斥责他多次在加图预言凯撒的权力与壮大不利于共和国时却一味与自己作对——庞培回答道: “你的言论更有先见之明,而我的作为更符合朋友之情。”

§89.14

περὶ δὲ αὑτοῦ παρρησιαζόμενος εἶπεν, ὡς πᾶσαν ἀρχὴν καὶ ἔλαβε θᾶττον ἢ προσεδόκησε, καὶ καταθοῖτο θᾶττον ἢ προσεδοκήθη.5

在谈及自己时,他坦率地表示,自己获得一切官职都比预期的更早,卸下官职也比世人预期的更快。

§89.15

μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην φεύγων εἰς Αἴγυπτον, ὡς ἔμελλε διαβαίνειν ἐκ τῆς τριήρους εἰς ἁλιευτικὸν πλοῖον ἀποστείλαντος τοῦ βασιλέως, ἐπιστραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν οὐδὲν ἕτερον ἢ τὸ τοῦ Σοφοκλέους εἶπεν, "ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται, κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ." μεταβὰς δὲ καὶ πληγεὶς ξίφει καὶ στενάξας ἅπαξ, εἰπὼν δὲ μηδὲν ἀλλʼ ἐγκαλυψάμενος, παρέδωκεν ἑαυτόν.

法萨卢斯战役之后他逃亡至埃及,当他正要从三列桨战船换乘国王派来的渔船时,转过身对妻子和儿子,除了索福克勒斯的这句诗外什么也没有说: “凡是奔赴僭主门庭之人, 即便身为自由之身而去,亦成其奴隶。” 换乘小船后,他被利剑刺中,只呻吟了一声,什么也没有说,用外袍蒙上面容,听任摆布。

语法注5 条
  1. 203cοὐδʼ ἦλθε πρότερον πρὶν ἢ πολλαῖς μάχαις νικῆσαι

    否定主句(οὐδʼ ἦλθε πρότερον)之后的 πρὶν ἤ 结构。通常在否定主句之后 πρίν 多接虚拟语气或直陈语气,但此处接不定式 νικῆσαι,表达“直到他在多场战斗中击败敌方将领之后才前来”的完成含义。

  2. 203cτῶν δὲ πεμπομένων ὑπʼ αὐτοῦ σφραγῖδας ἐπέβαλλε ταῖς μαχαίραις

    属格分词 τῶν πεμπομένων 用作所有属格,修饰与格 ταῖς μαχαίραις(“在他所派遣之人的短剑上”)。语序上属格前置而与被修饰语分离(hyperbaton),动词 ἐπέβαλλε 支配宾格 σφραγῖδας 及与格补足语 ταῖς μαχαίραις。

  3. 203cοἷός ἦν ἀποσφάττειν

    短语 οἷός εἰμι + 不定式,意为“具有……的性质/能力”或“正准备/眼看就要做某事”。此处与未完成过去时 ἦν 连用,生动表明庞培当时正准备将马麦丁人全部屠杀殆尽的紧迫态势。

  4. 204aεἰ μὴ Λεύκουλλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε;

    混合非真实条件句构成的修辞反问。条件从句采用未完成过去时直陈语气(εἰ μὴ ... ἐτρύφα),表示与现在/持续事实相反的假设(“若非琉库鲁斯奢靡”);结果从句采用不定过去时带 ἄν(οὐκ ἂν ἔζησε),表示与过去事实相反的结果(“庞培就活不成了吗?”)。

  5. 204dκαὶ καταθοῖτο θᾶττον ἢ προσεδοκήθη

    由 ὡς 引出的间接引语中的祈愿语气 καταθοῖτο。尽管它与前面的直陈不定过去时 ἔλαβε 并列,但 ἔλαβε 保留了客观过去的真实表述,而卸职则在从属语境中受过去动词 εἶπεν 影响转为了间接引语祈愿语气(optative in indirect discourse)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:89.1-89.15