- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:82.1-82.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述小西庇阿清廉自持的品行、与波利比乌斯的交往、攻陷迦太基时的轶事,以及他在执政官与监察官竞选、出使亚历山大里亚期间的诸多名言与事迹。
Σκιπίωνα τὸν νεώτερον λέγουσιν ἔτεσι πεντήκοντα καὶ τέτταρσιν, οἷς ἐβίωσε, μηδὲν πρίασθαι μηδὲν ἀποδόσθαι μηδὲν οἰκοδομῆσαι, λίτρας δὲ ἀργύρου τρεῖς καὶ τριάκοντα μόνας ἐν οὐσίᾳ μεγάλῃ δύο δὲ χρυσίου καταλιπεῖν· καὶ ταῦτα1 Καρχηδόνος κύριον ὄντα καὶ μάλιστα τῶν στρατηγῶν πλουτίσαντα τοὺς στρατιώτας. τὸ δὲ Πολυβίου παράγγελμα διαφυλάττων ἐπειρᾶτο μὴ πρότερον ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ ποιήσασθαί τινα συνήθη καὶ φίλον ἁμωσγέπως τῶν ἐντυγχανόντων.
据说小西庇阿在他生活的五十四年里,不曾买进任何东西,不曾卖出任何东西,也不曾建造任何房屋;在巨大的产业中,他仅仅留下了三十三磅白银和两磅黄金;而且这还是在他攻克迦太基、比任何将领都更能使士兵致富的情况下。 他恪守波利比乌斯的训诫,力求在每次离开广场之前,必定要与所遇到的人中某一个设法结为熟识和朋友。
ἔτι δὲ νέος ὢν τοσαύτην εἶχε δόξαν ἀνδρείας καὶ συνέσεως ὥστε Κάτωνα μὲν τὸν πρεσβύτερον εἰπεῖν ἐρωτηθέντα περὶ τῶν ἐν Καρχηδόνι στρατευομένων, ἐν οἷς καὶ Σκιπίων ἦν, "οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀίσσουσιν."
在他年轻时,他在勇敢和机敏方面就享有如此崇高的声誉,以至于大加图在被问及在迦太基服役的将士(其中就有西庇阿)时说道: “唯有他心智清明,其余人不过是游荡的鬼影。”
εἰς δὲ τὴν Ῥώμην ἐλθόντος2 ἀπὸ στρατείας, ἐκάλουν αὐτόν, οὐκ ἐκείνῳ χαριζόμενοι, ἀλλʼ ὡς Καρχηδόνα διʼ ἐκείνου ταχὺ καὶ ῥᾳδίως ληψόμενοι.
当他从军旅中回到罗马时,人们呼唤他〔出任执政官〕,并非出于对他的讨好,而是认为通过他便能迅速而轻易地攻取迦太基。
ἐπεὶ δὲ παρελθὼν εἰς τὸ τεῖχος, τῶν Καρχηδονίων ἐκ τῆς ἄκρας ἀμυνομένων ῥώμῃ, συνεῖδε τὴν διὰ μέσου θάλατταν οὐ πάνυ βαθεῖαν οὖσαν τοῦ Πολυβίου συμβουλεύοντος αὐτῷ κατασπεῖραι τριβόλους σιδηροῦς ἢ σανίδας ἐμβάλλειν κεντρωτάς, ὅπως μὴ διαβαίνοντες οἱ πολέμιοι προσμάχωνται τοῖς χώμασιν, ἔφη γελοῖον εἶναι κατειληφότας τὰ τείχη καὶ τῆς πόλεως ἐντὸς ὄντας3 εἶτα πράττειν ὅπως οὐ μαχοῦνται τοῖς πολεμίοις.
当他攻入城墙,迦太基人退入卫城奋力抵抗时,他察觉到中间相隔的海水并不太深。波利比乌斯建议他撒布铁蒺藜或抛下带尖钉的木板,以防敌人渡海前来攻击筑起的土垒;但他却说,既然已经攻占了城墙并进入城内,却还要想方设法不去与敌人交战,这是荒谬可笑的。
εὑρὼν δὲ τὴν πόλιν ἀνδριάντων Ἑλληνικῶν καὶ ἀναθημάτων ἀπὸ Σικελίας μεστὴν οὖσαν, ἐκήρυξε τοὺς ἀπὸ τῶν πόλεων παρόντας ἐπιγινώσκειν καὶ κομίζεσθαι.
当他发现城中满是来自西西里的希腊雕像和奉献物时,便宣告让来自那些城邦的在场之人辨认并领回。
τῶν δὲ χρημάτων οὔτε δοῦλον οὔτε ἀπελεύθερον εἴα λαβεῖν οὐδένα, ἀλλʼ οὐδὲ πρίασθαι, πάντων ἀγόντων καὶ φερόντων.
在全军大肆掳掠抢夺之时,关于财物,他不允许自己的奴隶或被释奴隶拿取分毫,甚至不允许购买任何东西。
Γαΐῳ δὲ Λαιλίῳ τῷ φιλτάτῳ τῶν ἑταίρων ὑπατείαν μετιόντι συμπράττων ἐπηρώτησε Πομπήιον εἰ καὶ αὐτὸς ὑπατείαν μέτεισιν· ἐδόκει δὲ ὁ Πομπήιος υἱὸς αὐλητοῦ γεγονέναι· τοῦ δὲ φήσαντος μὴ μετιέναι, ἀλλὰ καὶ τὸν Λαίλιον ἐπαγγελλομένου συμπεριάξειν καὶ συναρχαιρεσιάσειν, πιστεύσαντες καὶ περιμένοντες ἐκεῖνον ἐξηπατήθησαν· ἀπηγγέλλετο γὰρ αὐτὸς ἐν ἀγορᾷ περιιὼν καὶ δεξιούμενος τοὺς πολίτας. ἀγανακτούντων δὲ τῶν ἄλλων, ὁ Σκιπίων γελάσας, ἀβελτερίᾳ γε, εἶπεν, ἡμῶν, καθάπερ οὐκ ἀνθρώπους μέλλοντες ἀλλὰ θεοὺς παρακαλεῖν, πάλαι διατρίβομεν αὐλητὴν ἀναμένοντες.
当他最亲密的同伴盖乌斯·莱利乌斯竞选执政官时,他协助相助,并询问庞培乌斯是否自己也要竞选;庞培乌斯被认为是长笛乐工的儿子。庞培乌斯声称自己不参选,反而答允陪同莱利乌斯一起巡视拉票;他们相信并等待他,却被欺骗了,因为有人来报说庞培乌斯自己正在广场上巡回并向公民们致意拉票。在其他人义愤填膺时,西庇阿笑着说: “这完全是由于我们的愚蠢;就好像我们不是要向凡人而是要向神明献祭祈祷一般,竟然耗费这么长时间去等待一个长笛乐工!”
Ἀππίου δὲ Κλαυδίου περὶ τῆς τιμητικῆς ἀρχῆς ἁμιλλωμένου πρὸς αὐτὸν καὶ λέγοντος, ὅτι πάντας ὀνομαστὶ Ῥωμαίους αὐτὸς ἀσπάζεται, Σκιπίωνος ὀλίγου δεῖν ἀγνοοῦντος ἅπαντας, ἀληθῆ λέγεις, εἶπεν, ἐμοὶ γὰρ οὐκ εἰδέναι πολλοὺς ἀλλʼ ὑπὸ μηδενὸς ἀγνοεῖσθαι μεμέληκεν.
当阿庇乌斯·克劳狄乌斯与他竞争监察官职位,并声称自己能直呼所有罗马人的名字予以致意,而西庇阿几乎谁都不认得时,西庇阿说: “你说得对;因为我所关心的不是去认识许多人,而是不被任何人所不识。”
ἐκέλευε δὲ τοὺς πολίτας, ἐπειδὴ ἐτύγχανον πολεμοῦντες Κελτίβηρσιν, ἀμφοτέρους ἐπὶ τὴν στρατείαν ἐκπέμψαντας ἢ πρεσβευτὰς ἢ χιλιάρχους μάρτυρας λαμβάνειν καὶ κριτὰς τῆς ἑκάστου ἀρετῆς τοὺς πολεμοῦντας.
他要求公民们,既然他们正与凯尔特伊比利亚人作战,不如将他们两人都作为副将或军团长派往战场,让在前线作战的将士作为各自勇德的见证人和评判者。
ἀποδειχθεὶς δὲ τιμητὴς νεανίσκου μὲν ἀφείλετο τὸν ἵππον, ὅτι δειπνῶν πολυτελῶς, ἐν ᾧ χρόνῳ Καρχηδὼν ἐπολεμεῖτο, μελίπηκτον εἰς σχῆμα τῆς πόλεως διαπλάσας καὶ τοῦτο Καρχηδόνα προσειπὼν προύθηκε διαρπάσαι τοῖς παροῦσι καὶ πυνθανομένου τοῦ νεανίσκου τὴν αἰτίαν διʼ ἣν ἀφῄρηται τὸν ἵππον, ἐμοῦ γάρ, ἔφη, πρότερος Καρχηδόνα διήρπασας.
当选为监察官后,他剥夺了一名年轻人的公马,原因是这名年轻人在对迦太基作战期间挥霍宴饮,用蜜饼捏成那座城市的形状,称之为“迦太基”,并拿出来供在座的宾客哄抢掠夺。当年轻人询问为何被剥夺公马时,西庇阿说: “因为你比我更先洗劫了迦太基。”
Γάιον δὲ Λικίνιον ἰδὼν παρερχόμενον, οἶδα, ἔφη, τοῦτον ἐπιωρκηκότα τὸν ἄνδρα· μηδενὸς δὲ κατηγοροῦντος, οὐ δύναμαι κατήγορος αὐτὸς εἶναι καὶ δικαστής.
看到盖乌斯·利奇尼乌斯走过,他说: “我知道此人发过伪誓;但既然无人指控,我自己不能既作原告又作裁判官。”
Ἐκπεμφθέντα δʼ αὐτὸν4 ὑπὸ τῆς βουλῆς τρίτον, ὥς φησι Κλειτόμαχος, "ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντα, "πόλεων ἐθνῶν βασιλέων ἐπίσκοπον, ὡς εἰς Ἀλεξάνδρειαν ἧκε καὶ τῆς νεὼς ἀποβὰς ἐβάδιζε κατὰ τῆς κεφαλῆς ἔχων τὸ ἱμάτιον, ἠξίουν ἀποκαλύψασθαι περιθέοντες οἱ Ἀλεξανδρεῖς καὶ δεῖξαι ποθοῦσιν αὐτοῖς τὸ πρόσωπον. τοῦ δὲ ἀποκαλυψαμένου, κραυγὴν καὶ κρότον ἐποίησαν. τοῦ δὲ βασιλέως μόλις ἁμιλλωμένου βαδίζουσιν αὐτοῖς διʼ ἀργίαν καὶ τρυφὴν τοῦ σώματος, ὁ Σκιπίων ἀτρέμα πρὸς τὸν Παναίτιον ψιθυρίσας εἶπεν, ἤδη τι τῆς ἐπιδημίας ἡμῶν Ἀλεξανδρεῖς ἀπολελαύκασι· διʼ ἡμᾶς γὰρ ἑωράκασι τὸν βασιλέα περιπατοῦντα.
克利托马库斯记载,当他被元老院第三次派遣出去,“视察人间的傲慢与守法”,担任各城邦、民族和君王的视察官时,他抵达了亚历山大里亚。下了船,他头顶蒙着长袍行走,亚历山大里亚人围着他奔跑,恳求他揭开覆面,向渴望见到他的众人展露容貌。当他揭开头袍时,众人发出欢呼并鼓掌。由于国王因懒惰和肉体享乐而勉强才能跟上他们的步伐,西庇阿悄声对帕奈提乌斯说: “亚历山大里亚人从我们的来访中已经得到好处了;因为托我们的福,他们见到了他们的国王走路。”
- 1καὶ ταῦτα
习语 καὶ ταῦτα(“而且还是在……情况下”、“尽管如此”)引出后面的宾格分词 ὄντα 和 πλουτίσαντα,在西庇阿极其清贫廉洁的遗物与他征服迦太基并重赏士兵的巨大功绩之间形成强烈的对比。
- 4ἐλθόντος
此处为一个省略了主语代词(αὐτοῦ)的属格绝对结构(genitive absolute),指代西庇阿。虽然西庇阿紧接着作为主句动词 ἐκάλουν 的直接宾语(αὐτόν)出现,但希腊语散文中偶尔会松散地使用属格绝对结构,而非使用与宾格一致的分词(ἐλθόντα)。
- 200bκατειληφότας τὰ τείχη καὶ τῆς πόλεως ἐντὸς ὄντας
宾格复数分词 κατειληφότας 和 ὄντας 作为不定式 πράττειν 的逻辑主语(宾格主语),从属于非人称表达 ἔφη γελοῖον εἶναι。此处用宾格复数将包含说话者自身在内的全军概括为“已经攻占城墙并进入城内的人”。
- 200eἘκπεμφθέντα δʼ αὐτὸν
句首的宾格结构 Ἐκπεμφθέντα δʼ αὐτὸν 构成了悬空宾格或前置提述(prolepsis)。后随的主句主语变成了主格的 οἱ Ἀλεξανδρεῖς(支配 ἠξίουν),西庇阿在语义上作为被请求的对象以及不定式 ἀποκαλύψασθαι 的主语,形成了轻微的破格句法(anacoluthon)。
