← 普鲁塔克

帝王将相格言集

§81.1-81.29

大加图讽喻奢靡与治政的警句逸事

汇集了大加图的机智名言、对奢靡与恶行的批判、治军与从政中的严苛准则,以及充满讽刺意味的生动逸事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§81.1

Κάτων ὁ πρεσβύτερος ἐν τῷ δήμῳ τῆς ἀσωτίας καὶ πολυτελείας καθαπτόμενος εἶπεν ὡς χαλεπόν ἐστι λέγειν πρὸς γαστέρα ὦτα μὴ ἔχουσαν.

大加图在公民大会上抨击挥霍与奢靡时说,对着没有耳朵的肚腹讲话是何等困难。

§81.2

θαυμάζειν δὲ πῶς σῴζεται πόλις, ἐν ᾗ πωλεῖται πλείονος ἰχθὺς ἢ βοῦς.

他又说,他感到诧异的是,在一条鱼的售价高过一头牛的城邦里,国家怎能得以保全。

§81.3

λοιδορῶν δέ ποτε τὴν ἐπιπολάζουσαν γυναικοκρατίαν, πάντες, εἶπεν, ἄνθρωποι τῶν γυναικῶν ἄρχουσιν, ἡμεῖς δὲ πάντων ἀνθρώπων, ἡμῶν δὲ αἱ γυναῖκες.

有一次,他嘲弄当时盛行的妇人之治时说:“所有的男人都在统治女人,而我们在统治所有的男人,统治我们的却是我们的妻子。”

§81.4

ἔφη δὲ βούλεσθαι μᾶλλον εὐεργετήσας μὴ κομίσασθαι χάριν ἢ μὴ ὑποσχεῖν κόλασιν ἀδικήσας, καὶ πᾶσιν ἀεὶ τοῖς ἁμαρτάνουσι χωρὶς ἑαυτοῦ δοῦναι συγγνώμην.

他说,自己宁愿施恩后得不到感激,也不愿作恶后逃脱惩罚;并且他总是宽恕所有犯错的人,唯独不宽恕自己。

§81.5

παρορμῶν δὲ τοὺς ἄρχοντας ἐπιτιμᾶν τοῖς ἁμαρτάνουσιν ἔλεγε τοὺς δυναμένους κωλύειν τοὺς κακῶς ποιοῦντας, ἐὰν μὴ κωλύωσι, κελεύειν.

他敦促官员惩戒违法乱纪者,并说那些有能力制止行恶之人若不加以制止,就等于是在指使他们行恶。

§81.6

τῶν δὲ νέων ἔφη χαίρειν τοῖς ἐρυθριῶσι μᾶλλον ἢ τοῖς ὠχριῶσι.

在年轻人中,他说自己喜欢脸红的人胜过面色苍白的人。

§81.7

στρατιώτην δὲ μισεῖν, ὃς ἐν τῷ περιπατεῖν τὰς χεῖρας, ἐν δὲ τῷ μάχεσθαι τοὺς πόδας κινεῖ, ῥέγχει δὲ μεῖζον ἢ ἀλαλάζει.

他说,他憎恶这样的士兵:走路时挥舞双手,作战时挪动双脚,打鼾的声音比喊杀声还要响亮。

§81.8

κάκιστον δὲ ἔλεγεν ἄρχοντα εἶναι τὸν ἄρχειν ἑαυτοῦ μὴ δυνάμενον.

他常说,最差劲的统帅是无法统驭自己的人。

§81.9

μάλιστα δὲ ἐνόμιζε δεῖν ἕκαστον ἑαυτὸν αἰδεῖσθαι· μηδένα γὰρ ἑαυτοῦ μηδέποτε χωρὶς εἶναι.

他认为每个人最应当做的是自重;因为没有任何人能够有任何时刻与自己分离。

§81.10

πολλῶν δὲ ὁρῶν ἀνισταμένους ἀνδριάντας, ἐμοῦ δέ, ἔφη, ἐρωτᾶν βούλομαι μᾶλλον τοὺς ἀνθρώπους, διὰ τί ἀνδριὰς οὐ κεῖται1 Κάτωνος ἢ διὰ τί κεῖται.

看到许多人都在被树立雕像,他说:“至于我自己,我宁愿让人们追问为什么没有加图的雕像,也不愿让人追问为什么有雕像。”

§81.11

φείδεσθαι δὲ τῆς ἐξουσίας παρεκάλει τοὺς δυναμένους, ὅπως ἀεὶ παραμένοι τὸ ἐξεῖναι.

他劝告有权势者应当节制其权势,以便使这种行使权力的资格长久留存。

§81.12

τοὺς δὲ τῆς ἀρετῆς τὴν τιμὴν ἀφαιροῦντας ἔλεγε τὴν ἀρετὴν ἀφαιρεῖν τῆς νεότητος.

他说,剥夺美德之荣耀的人,乃是剥夺青年的美德。

§81.13

τὸν δὲ ἄρχοντα ἢ κριτὴν ἔλεγε δεῖν μήτε ὑπὲρ τῶν δικαίων λιπαρεῖσθαι μήτε ὑπὲρ τῶν ἀδίκων ἐκλιπαρεῖσθαι.

他说,官员或裁判官既不应当为了正当之事被人苦苦恳求,也不应当为了不义之事被人哀求。

§81.14

τὴν δὲ ἀδικίαν ἔλεγε, τοῖς ἀδικοῦσι κἂν μὴ φέρῃ κίνδυνον, ἅπασι φέρειν.

他说,不义的行为即便不给行不义者带来危险,也会给所有人带来危险。

§81.15

τῷ δὲ γήρᾳ πολλῶν αἰσχρῶν παρόντων ἠξίου μὴ προστιθέναι τὴν ἀπὸ τῆς κακίας αἰσχύνην.

既然老年已伴随着许多可鄙之事,他便要求不要再把由恶行带来的羞耻附加其上。

§81.16

τὸν δὲ ὀργιζόμενον ἐνόμιζε τοῦ μαινομένου χρόνῳ διαφέρειν.

他认为,发怒的人与发狂的人仅在时间的长短上有所区别。

§81.17

ἥκιστα δὲ φθονεῖσθαι τοὺς τῇ τύχῃ χρωμένους ἐπιεικῶς καὶ μετρίως· οὐ γὰρ ἡμῖν ἀλλὰ τοῖς περὶ ἡμᾶς φθονοῦσι.

谦和而适度地对待财富与地位的人最少招致嫉妒:“因为人们嫉妒的不是我们自身,而是围绕在我们身边的身外之物。”

§81.18

τοὺς δὲ σπουδάζοντας ἐν τοῖς γελοίοις ἔλεγεν ἐν τοῖς σπουδαίοις ἔσεσθαι καταγελάστους.

他说,在滑稽之事上认真的人,在严肃的事情中必将沦为笑柄。

§81.19

τὰς καλὰς πράξεις ἔλεγε δεῖν καταλαμβάνειν πράξεσι καλαῖς, ἵνα μὴ τῆς δόξης ἀπορρέωσιν.

他说,应当以善行巩固善行,以免其光荣衰退消逝。

§81.20

ἐπετίμα δὲ τοῖς πολίταις ἀεὶ τοὺς αὐτοὺς αἱρουμένοις ἄρχοντας· δόξετε γάρ, εἶπεν, μὴ πολλοῦ τὸ ἄρχειν ἄξιον ἢ μὴ πολλοὺς τοῦ ἄρχειν ἀξίους ἡγεῖσθαι.2

他责备总是选举同一批人担任长官的公民们,说:“因为你们这样看似要么认为统领职位并不值钱,要么认为配得上统御的人并不多。”

§81.21

τὸν δὲ τοὺς παραλίους ἀγροὺς πεπρακότα προσεποιεῖτο θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάττης· ἃ γὰρ ἐκείνη μόλις ἐπικλύζει, οὗτος ῥᾳδίως καταπέπωκε.

对于一个卖掉沿海田产的人,他假装惊叹此人比大海还要强大:“因为大海勉强冲刷淹没的地方,这个人轻而易举就吞咽下去了。”

§81.22

τιμητείαν δὲ μετιὼν καὶ τοὺς ἄλλους ὁρῶν δεομένους τῶν πολλῶν καὶ κολακεύοντας, αὐτὸς ἐβόα τὸν δῆμον ἀποτόμου χρείαν ἔχειν ἰατροῦ καὶ μεγάλου καθαρμοῦ· δεῖν οὖν μὴ τὸν ἥδιστον, ἀλλὰ τὸν ἀπαραίτητον αἱρεῖσθαι. καὶ ταῦτα λέγων ᾑρέθη πρὸ πάντων.

在竞选监察官时,看到其他人都在恳求和奉承大众,他自己却高声疾呼,民众需要的是严厉的医生和大扫除;因此不应当选择最讨人喜欢的人,而应当选择最严正不阿的人。这样讲着,他便超越所有人当选了。

§81.23

διδάσκων δὲ τοὺς νέους εὐθαρσῶς μάχεσθαι, πολλάκις ἔλεγε τοῦ ξίφους τὸν λόγον μᾶλλον καὶ τὴν φωνὴν τῆς χειρὸς τρέπειν καὶ καταπλήττειν τοὺς πολεμίους.

在教导年轻人勇敢作战时,他常说,言辞胜过刀剑,声音胜过手臂,更能使敌人溃退受慑。

§81.24

ἐπεὶ δὲ πολεμῶν τοῖς περὶ τὸν Βαῖτιν ποταμὸν οἰκοῦσιν εἰς κίνδυνον ὑπὸ πλήθους τῶν πολεμίων κατέστη, τῶν μὲν Κελτιβήρων ἐπὶ διακοσίοις ταλάντοις βουλομένων βοηθεῖν, τῶν δὲ Ῥωμαίων οὐκ ἐώντων ὁμολογεῖν μισθὸν ἀνθρώποις βαρβάροις, ἁμαρτάνειν ἔφησεν αὐτούς· νικῶντας μὲν γὰρ ἀποδώσειν οὐ παρʼ αὑτῶν ἀλλὰ παρὰ τῶν πολεμίων ἡττωμένων δέ, μήτε τοὺς ἀπῃτημένους μήτε τοὺς ἀπαιτοῦντας ἔσεσθαι.3

当他在贝提斯河一带作战因敌军众多而陷入危险时,凯尔特伊比利亚人愿以二百塔兰同的代价前来援助,但罗马人不允许答应给蛮族报酬;加图便说他们想错了:因为若是取胜,他们支付报酬不必自掏腰包,而是取自敌人;而若是战败,则既没有被索债的人,也没有去索债的人了。

§81.25

πλείονας δὲ πόλεις ἑλών, ὥς φησι, τῶν ἡμερῶν ἃς διέτριψεν ἐν τοῖς πολεμίοις, οὐδὲν αὐτὸς πλέον ἔλαβεν ὧν ἔφαγε καὶ ἔπιεν ἐκ τῆς πολεμίας.

据他说,他在敌境攻占的城邑比他在那里度过的天数还要多,但他自己从敌国所取之物,除饮食之外再无多余。

§81.26

τῶν δὲ στρατιωτῶν ἑκάστῳ λίτραν ἀργύρου διανείμας φησὶ βέλτιον εἶναι πολλοὺς ἔχοντας ἀργύριον ἢ ὀλίγους χρυσίον ἀπὸ τῆς στρατείας ἐπανελθεῖν τῶν γὰρ ἀρχόντων οὐδὲν ἄλλο δεῖν ἐν ταῖς ἐπαρχίαις ἢ τὴν δόξαν αὐξάνεσθαι.

他分给每个士兵一磅白银,说许多人带着银子从征战中归来,比少数人带着金子归来更好;因为统领们在省区内除了威名之外,不该增加任何其他东西。

§81.27

πέντε δὲ οἰκέτας εἶχεν ἐπὶ τῆς στρατείας, ὧν εἷς αἰχμάλωτα σώματα τρία πριάμενος, ὡς οὐκ ἔλαθε τὸν Κάτωνα, πρὶν εἰς ὄψιν ἐλθεῖν, ἀπήγξατο.

他在从军时带着五个家奴,其中一人购买了三个战俘作为奴隶;得知此事未能瞒过加图后,这名家奴还没等进见便上吊自尽了。

§81.28

παρακληθεὶς δὲ ὑπὸ Σκιπίωνος Ἀφρικανοῦ τοῖς Ἀχαιῶν συλλαβέσθαι φυγάσιν, ὅπως εἰς τὰς πατρίδας κατέλθωσιν, προσεποιεῖτο μηδὲν αὐτῷ μέλειν τοῦ πράγματος ἐν δὲ τῇ συγκλήτῳ πολλῶν γινομένων λόγων ἀναστάς, ὥσπερ οὐκ ἔχοντες, εἶπεν, ὃ πράττωμεν, καθήμεθα περὶ Γραικῶν γεροντίων ζητοῦντες πότερον ὑπὸ τῶν παρʼ ἡμῖν ἢ ὑπὸ τῶν ἐκεῖ νεκροφόρων ἐξενεχθῶσι.

当西庇阿·阿非利加努斯请求他协助亚该亚亡命者,使他们能返回祖国时,加图表面上装作对这件事漠不关心;但在元老院出现许多争论时,他站起身来说:“仿佛我们无事可做一般,我们竟坐在这里探讨关于几个希腊可怜老头究竟该由我们这里的抬尸人运去安葬,还是由那边的抬尸人运去安葬。”

§81.29

Ποστουμίου δὲ Ἀλβίνου γράψαντος ἱστορίας Ἑλληνιστὶ καὶ συγγνώμην παρὰ τῶν ἀκροωμένων αἰτοῦντος, εἰρωνευόμενος ὁ Κάτων ἔφη δοτέον εἶναι συγγνώμην, εἰ τῶν Ἀμφικτυόνων ψηφισαμένων ἀναγκασθεὶς ἔγραψεν.

当波斯图米乌斯·阿尔比努斯用希腊语撰写历史并向听众请求宽恕时,加图讥讽道:如果是受了近邻同盟法令的强迫而写,那就理当予以宽恕。

语法注3 条
  1. 10ἐμοῦ δέ, ἔφη, ἐρωτᾶν βούλομαι μᾶλλον τοὺς ἀνθρώπους, διὰ τί ἀνδριὰς οὐ κεῖται Κάτωνος ἢ διὰ τί κεῖται

    置于句首的属格 ἐμοῦ 并非动词 ἐρωτᾶν 的直接宾语,而是用作表示话题或关涉的属格(genitive of respect/relation,“关于我自身而言”),为后续的间接问句确立论题;在后面的从句中他又以第三人称 Κάτωνος 指称自己。

  2. 199bδόξετε γάρ, εἶπεν, μὴ πολλοῦ τὸ ἄρχειν ἄξιον ἢ μὴ πολλοὺς τοῦ ἄρχειν ἀξίους ἡγεῖσθαι

    限定动词 δόξετε 与不定式 ἡγεῖσθαι 构成了人称结构(personal construction),意为“你们将显得是在认为……”。它取代了非人称结构(如 δόξει ὑμᾶς ἡγεῖσθαι),将听众(公民们)直接作为主句动词的主语。

  3. 199cἡττωμένων δέ, μήτε τοὺς ἀπῃτημένους μήτε τοὺς ἀπαιτοῦντας ἔσεσθαι

    分词 ἡττωμένων 为省略了逻辑主语(αὐτῶν,“如果他们战败”)的属格绝对结构(genitive absolute),表条件。此外,被动态分词 τοὺς ἀπῃτημένους(“被索要报酬者”,即罗马人)与主动态分词 τοὺς ἀπαιτοῦντας(“索要报酬者”,即凯尔特伊比利亚人)形成了鲜明的对仗。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:81.1-81.29