- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:82.14-82.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
小西庇阿再度受命执掌努曼提亚战事,通过整肃军纪与持久策略攻克强敌,战后面对格拉古派民众的喧嚣亦展现出坚定不屈的气度。
Συναπεδήμει δὲ αὐτῷ φίλος μὲν εἷς φιλόσοφος Παναίτιος, οἰκέται δὲ πέντε· καὶ τούτων ἑνὸς ἀποθανόντος ἐπὶ τῆς ξένης, ἄλλον μὴ βουλόμενος πρίασθαι ἀπὸ τῆς Ῥώμης μετεπέμψατο.
与他一同出行的朋友只有哲学家帕奈提乌斯一人,仆人只有五个;其中一人客死异乡时,他不愿再买一个,而是从罗马调来一名仆人。
τῶν δὲ Νομαντίνων ἀμάχων εἶναι δοκούντων καὶ πολλοὺς νενικηκότων στρατηγούς, ὕπατον ἀπέδειξε Σκιπίωνα τὸ δεύτερον ὁ δῆμος ἐπὶ τὸν πόλεμον ὡρμημένων δὲ πολλῶν ἐπὶ τὴν στρατείαν, καὶ τοῦτο διεκώλυσεν ἡ σύγκλητος, ὡς ἐρήμου τῆς Ἰταλίας ἐσομένης. καὶ χρήματα λαβεῖν τῶν ἑτοίμων οὐκ εἴασαν, ἀλλὰ τὰς τελωνικὰς προσόδους ἀπέταξαν οὔπω χρόνον ἐχούσας. ὁ δὲ Σκιπίων χρημάτων μὲν οὐκ ἔφη δεῖσθαι, τὰ γὰρ ἑαυτοῦ καὶ τῶν φίλων ἐξαρκέσειν· περὶ δὲ τῶν στρατιωτῶν ἐμέμψατο, χαλεπὸν γὰρ εἶναι τὸν πόλεμον, εἰ μὲν διʼ ἀνδρείαν τῶν πολεμίων ἥττηνται τοσαυτάκις, ὅτι πρὸς τοιούτους, εἰ δὲ διʼ ἀνανδρίαν τῶν πολιτῶν, ὅτι μετὰ τοιούτων.1
由于努曼提亚人被认为是不可战胜的,并且打败了多位将领,人民便推选西庇阿第二次担任执政官来指挥这场战争。尽管许多人踊跃报名参军,元老院却予以阻挠,理由是意大利将无人防守。他们也不允许他提取现成的公款,而是将尚未到期的税收指拨给他。西庇阿则说他并不需要钱,因为他自己和朋友们的财产就足够了;但他对兵源提出了抱怨,说这场战争极为艰难:因为如果是因为敌人的英勇而屡屡受挫,那是由于对手是这样的人;而如果是因为公民的懦弱,那就是由于同伴是这样的人。
ἐπεὶ δὲ ἐλθὼν εἰς τὸ στρατόπεδον πολλὴν ἀταξίαν καὶ ἀκολασίαν καὶ δεισιδαιμονίαν καὶ τρυφὴν κατέλαβε, μάντεις μὲν εὐθὺς ἐξήλασε καὶ θύτας καὶ πορνοβοσκούς, σκεύη δὲ προσέταξεν ἀποπέμπειν ἅπαντα πλὴν χύτρας ὀβελίσκου καὶ ποτηρίου κεραμεοῦ· τῶν δὲ ἀργυρῶν ἔκπωμα οὐ μεῖζον δύο λιτρῶν συνεχώρησε τοῖς βουλομένοις ἔχειν· λούεσθαι δὲ ἀπεῖπε, τῶν δὲ ἀλειφομένων τρίβειν ἕκαστον ἑαυτόν· τὰ γὰρ ὑποζύγια χεῖρας μὴ ἔχοντα ἑτέρου τρίψοντος δεῖσθαι· προσέταξε δὲ ἀριστᾶν μὲν ἑστῶτας ἄπυρον ὄψον, δειπνεῖν δὲ κατακειμένους ἄρτον ἢ πόλτον ἁπλῶς καὶ κρέας ὀπτὸν ἢ ἑφθόν· αὐτὸς δὲ σάγον ἐμπεπορπημένος μέλανα περιῄει, πενθεῖν τὴν τοῦ στρατεύματος αἰσχύνην λέγων.
当他来到军营,发现里面一片混乱、放纵、迷信和奢靡,便立刻驱逐了占卜者、祭祀者和老鸨,命令遣送走除煮锅、烤肉铁叉和陶土酒杯之外的一切用具;至于银器,他允许想留的人保留不超过两磅的酒杯。他禁止洗热水澡,并命令涂油的人各自擦拭自己的身体,因为只有没有手的牲口才需要别人替它擦拭。他命令他们站着吃不经烹煮的食物当作早点,斜倚着进晚餐时只吃面包或麦粥,以及烤肉或煮肉。他自己则披着一件黑色军斗篷四处巡视,说自己是在为军队的耻辱服丧。
Μεμμίου δέ τινος χιλιάρχου λαβὼν ὑποζύγια ψυκτῆρας διαλίθους παρακομίζοντα καὶ Θηρικλείους, ἐμοὶ μέν, εἶπεν, ἡμέρας τριάκοντα καὶ τῇ πατρίδι, σαυτῷ δὲ τὸν βίον ἅπαντα τοιοῦτος ὢν ἄχρηστον πεποίηκας σεαυτόν.
当他截获一名叫梅米乌斯的军团长的牲口,发现上面驮着镶嵌宝石的冷酒器和塞里克利斯式大酒杯时,他说: “对我而言,以及对祖国而言,你只是在这三十天里成了无用之人;但就你自身而言,以你这样的品性,你已经使自己终生成为无用之人了。”
ἑτέρου δὲ θυρεὸν ἐπιδείξαντος εὖ κεκοσμημένον, ὁ μὲν θυρεός, εἶπεν, ὦ νεανία, καλός, πρέπει δὲ Ῥωμαῖον ἄνδρα μᾶλλον ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν ἢ τῇ ἀριστερᾷ.
另一个人向他炫耀一面装饰华丽的盾牌,他说: “年轻人,这盾牌很美;但罗马男子应当把希望寄托在右手,而不是左手上。”
τοῦ δὲ τὸν χάρακα ἄραντος σφόδρα πιέζεσθαι φάσκοντος, εἰκότως, ἔφη· τῷ γὰρ ξύλῳ τούτῳ μᾶλλον ἢ τῇ μαχαίρᾳ πιστεύεις.
一人扛着栅木声称被压得喘不过气来,他说: “这是自然的;因为比起你的利剑,你更相信这块木头。”
ὁρῶν δὲ τὴν ἀπόνοιαν τῶν πολεμίων ἔλεγεν ὠνεῖσθαι τοῦ χρόνου τὴν ἀσφάλειαν2 τὸν γὰρ ἀγαθὸν στρατηγὸν ὥσπερ ἰατρὸν ἐσχάτης δεῖσθαι τῆς διὰ τοῦ σιδήρου θεραπείας. οὐ μὴν ἀλλʼ ἐπιθέμενος ἐν καιρῷ τοὺς Νομαντίνους ἐτρέψατο.
看到敌人的殊死搏斗之势,他说自己是在用时间换取安全;因为一位优秀的将领应当如同医生一样,把动用钢铁利刃当作最后的治疗手段。然而,他在有利时机发起进攻,击溃了努曼提亚人。
τῶν δὲ πρεσβυτέρων τοὺς ἡττημένους κακιζόντων, τί πεφεύγασιν οὓς τοσαυτάκις ἐδίωξαν, εἰπεῖν τινα λέγεται τῶν Νομαντίνων ὡς τὰ πρόβατα ταὐτὰ καὶ νῦν ἐστιν, ὁ δὲ ποιμὴν ἄλλος.
当长老们责难战败者为何从那些自己曾无数次追击的人面前逃跑时,据说一名努曼提亚人回答说,羊群现在依旧是当年的羊群,但牧羊人却换了。
ἐπεὶ δὲ τὴν Νομαντίαν ἑλὼν καὶ θριαμβεύσας τὸ δεύτερον πρὸς Γάιον Γράκχον ὑπέρ τε τῆς βουλῆς καὶ τῶν συμμάχων κατέστη διαφορᾷ, καὶ λυπούμενος ὁ δῆμος ἐθορύβησεν αὐτὸν ἐπὶ τοῦ βήματος, ἐμέ, εἶπεν, οὐδέποτε στρατοπέδων ἀλαλαγμὸς ἐθορύβησεν, οὔτι γε συγκλύδων ἀνθρώπων, ὧν οὐ μητέρα τὴν Ἰταλίαν ἀλλὰ μητρυιὰν οὖσαν ἐπίσταμαι.3
攻克努曼提亚并举行了第二次凯旋式后,他因代表元老院和同盟者而与盖乌斯·格拉古发生争执,心怀怨恨的人民在讲坛上对他大声起哄,他说: “军旅的呼号从未让我惊惶失措,更不用说这群乌合之众了,我知道意大利绝非他们的生母,而是他们的继母。”
τῶν δὲ περὶ τὸν Γάιον βοώντων κτεῖναι τὸν τύραννον, εἰκότως, εἶπεν, οἱ τῇ πατρίδι πολεμοῦντες ἐμὲ βούλονται προανελεῖν οὐ γὰρ οἷόν τε τὴν Ῥώμην πεσεῖν Σκιπίωνος ἑστῶτος οὐδὲ ζῆν Σκιπίωνα τῆς Ῥώμης πεσούσης.
盖乌斯身边的人高喊要杀死这名僭主,他说: “与祖国为敌之人想要先除掉我,这合情合理;因为只要西庇阿屹立,罗马便不可能倾覆;而罗马一旦倾覆,西庇阿也绝无法苟活。”
- 201bεἰ μὲν διʼ ἀνδρείαν τῶν πολεμίων ἥττηνται τοσαυτάκις, ὅτι πρὸς τοιούτους, εἰ δὲ διʼ ἀνανδρίαν τῶν πολιτῶν, ὅτι μετὰ τοιούτων
两个表示原因的 ὅτι 从句中均省略了主语和系动词(如 ὁ πόλεμός ἐστιν),形成工整的省略结构对比:“因为[战争是]与这样的人为敌”,“因为[战争是]与这样的人为伍”。
- 201dὠνεῖσθαι τοῦ χρόνου τὴν ἀσφάλειαν
τοῦ χρόνου 为表示代价、价格的属格(genitive of price),字面意为“以时间的代价购买安全”,即通过耗费时间、耐心等待来换取士兵的安全。
- 201eὧν οὐ μητέρα τὴν Ἰταλίαν ἀλλὰ μητρυιὰν οὖσαν ἐπίσταμαι
由 ἐπίσταμαι 统辖的宾格补足语与分词构文。宾格 τὴν Ἰταλίαν 作为 οὖσαν 的主语,οὐ μητέρα ... ἀλλὰ μητρυιάν 作宾语补足语,ὧν 为所有格属格:“对于他们,我深知意大利绝非其母亲,而是继母”。
